Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 8.14, ed. Kühn, 1822, vol. 3, p. 674-683. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.14

12. Αὖθις οὖν ἐπὶ τὰ μετὰ τὴν μέσην κοιλίαν
13. μόρια παραγενόμενοι τῷ λόγῳ, τὸ κατὰ τὴν ἀρχὴν τοῦ
14. συνάπτοντος αὐτὴν πόρου πρὸς τὸν ὀπίσθιον ἐγκέφαλον
15. ἐπικείμενον σῶμα, τὸ πρὸς τῶν περὶ τὰς ἀνατομὰς ἐχόντων
16. ὀνομαζόμενον κωνάριον, ἐπισκεψώμεθα τίνος ἕνεκα χρείας
1. γέγονεν. ἔστι δὲ τοῦτο τὴν μὲν οὐσίαν ἀδὴν, τὸ δὲ σχῆμα
2. κώνῳ μάλιστα παραπλήσιον, ὅθεν αὐτὸ τοὔνομα. καὶ τὴν
3. χρείαν αὐτοῦ τὴν αὐτὴν εἶναι ἔνιοι νομίζουσι, ἣν καὶ τοῦ
4. κατὰ τὴν γαστέρα πυλωροῦ. καὶ γὰρ οὖν κᾀκεῖνον ἀδένα
5. φασὶν ὑπάρχειν, καὶ κωλύειν ἐκ τῆς γαστρὸς εἰς τὸ λεπτὸν
6. ἔντερον μεταλαμβάνεσθαι, πρὶν πεφθῆναι, τὴν τροφήν. καὶ
7. τοῦτον δὴ τὸν ἀδένα, τὸ κωνάριον, ἐπὶ τῆς ἀρχῆς ἑστῶτα τοῦ
8. πόρου τοῦ διαπέμποντος ἐκ τῆς μέσης κοιλίας εἰς τὴν ἐν
9. τῇ παρεγκεφαλίδι τὸ πνεῦμα, φύλακά τινα καὶ οἷον ταμίαν
10. ὑπάρχειν τοῦ ποσοῦ τῆς ἐπιπέμψεως. ἐγὼ δὲ, ἥντινα
11. μὲν χρὴ γνώμην ἔχειν ὑπὲρ τοῦ κατὰ τὴν γαστέρα πυλωροῦ,
12. πρόσθεν εἴρηκα· τὸν δ’ ἀδένα τοῦτον τῷ κώνῳ παραπλήσιον,
13. ἀναπληροῦντα τῆς μεγάλης φλεβὸς τὴν σχίσιν, ἀφ’ ἧς
14. ἅπαντα σχεδὸν τὰ κατὰ τὰς προσθίους κοιλίας χοριοειδῆ
15. πλέγματα συνίσταται, τῆς αὐτῆς χρείας ἕνεκα τοῖς ἀδέσι
16. τοῖς στηρίζουσι τὰς σχιζομένας φλέβας ἡγοῦμαι γεγονέναι.
17. καὶ γὰρ οὖν καὶ ἡ θέσις ἡ αὐτὴ κατὰ πάντ’ ἐστὶν αὐτῷ
18. τοῖς τοιούτοις ἀδέσι, τὴν μὲν κορυφὴν ἐκείνοις ἐνηδρακόσι
1. τοῖς μέρεσι τῆς φλεβὸς, ἵνα πρῶτον σχίζεται, τὸ δ’ ἄλλο
2. πᾶν ἀνάλογον τῇ διαστάσει τῶν ἐκ τῆς σχίσεως γεννωμένων
3. ἀγγείων ἐπαυξανόμενον καὶ μέχρι γε τοσούτου προϊὸν,
4. μέχρι περ ἂν κᾀκεῖνα μετέωρα φέρηται. ἡνίκα δ’ ἂν πρῶτον
5. ἐπιβῶσιν αἱ φλέβες αὗται τοῦ κατὰ τὸν ἐγκέφαλον
6. αὐτὸν σώματος, ἀπολείπει μὲν αὐτὰς ἤδη τὸ κωνάριον,
7. ἕδρα δ’ αὐτῷ τε τούτῳ καὶ ταῖς φλεψὶν ἅμα γίνεται
8. τὸ ταύτῃ σῶμα τοῦ ἐγκεφάλου. τὸ δ’ οἴεσθαι τῆς διόδου
9. τοῦ πνεύματος ἐπιτροπεύειν αὐτὸ, καὶ τὴν τῆς σκωληκοειδοῦς
10. ἀποφύσεως ἐνέργειαν ἀγνοούντων ἐστὶ, καὶ πλέον ἢ
11. κατὰ τὴν ἀξίαν ἀδένι χαριζομένων. εἰ μὲν γὰρ αὐτοῦ γε
12. τοῦ ἐγκεφάλου μόριον ἦν, ὥσπερ ὁ πυλωρὸς τῆς γαστρὸς,
13. ἐνεδέχετο ἂν αὐτῷ ταῖς ἐκείνου συστολαῖς καὶ διαστολαῖς
14. συμμεταφερόμενον ἐκ τῆς ἐπικαίρου θέσεως ἀνοιγνύναι τε
15. καὶ κλείειν ἐν μέρει τὸν πόρον. ἐπεὶ δ’ οὔθ’ ὅλως οὐδέν
16. ἐστιν ἐγκεφάλου μόριον ὁ ἀδὴν οὗτος, οὔτ’ ἐκ τῶν ἔνδον
17. μερῶν τῆς κοιλίας, ἀλλ’ ἔξωθεν αὐτῇ προσήρτηται, πῶς
18. ἂν δύναιτο τηλικαῦτα περὶ τὸν πόρον διαπράττεσθαι μὴ
1. αὐτοκίνητός γε ὤν; καὶ τί κωλύει, φησί τις ἴσως, αὐτοκίνητον
2. αὐτὸν ὑπάρχειν; τί δ’ ἄλλως, ἢ οὕτως ὁ μὲν
3. ἀδὴν ἡμῖν ἐπὶ ἐγκεφάλου τετάξεται, αὐτὸς δὲ ὁ ἐγκέφαλος
4. πόροις μόνον ἔσται πολλοῖς διειλημμένον σῶμα, καθάπερ
5. ὄργανον εἰς ὑπηρεσίαν ἐπιτήδειον τῷ κινεῖν πεφυκότι τε καὶ
6. δυναμένῳ; ταῦτα δ’ ὅτι ἀγνοίας τε καὶ ἀμαθίας ἔχεται,
7. τί δεῖ λέγειν; ὃ γὰρ ὀνειρώττουσι μὲν, ὡς εἶναι δέον,
8. αὐτοῦ που περὶ τὸν πόρον ἐγκεφάλου μόριον τοιοῦτον, οἷον
9. ἐπιτροπεύειν τε καὶ ἄρχειν τῆς διόδου τοῦ πνεύματος, εὑρεῖν
10. δὲ ἀδύνατον, τὸ κωνάριον οὐκ ἔστιν, ἀλλ’ ἡ κατὰ
11. παντὸς ἐκτεταμένη τοῦ πόρου σκώληκι παραπλήσιος ἀπόφυσις.
12. ὀνομάζουσι μὲν οὖν αὐτὴν ἀπὸ μόνου τοῦ σχήματος
13. οἱ περὶ τὰς ἀνατομὰς δεινοὶ, σκωληκοειδῆ καλοῦντες ἀπόφυσιν.
14. ἔχει δέ πως ᾧδε θέσεώς τε καὶ φύσεως καὶ τῆς
15. πρὸς τὰ παρακείμενα μέρη κοινωνίας. ἑκατέρωθεν τοῦ πόρου
16. λεπταὶ καὶ προμήκεις εἰσὶν ἐξοχαὶ τοῦ ἐγκεφάλου,
1. γλουτία καλούμενα· μηροῖς ἀνθρώπου μάλιστ’ ἂν εἰκάσαις
2. ἀλλήλων ἁπτομένοις τὴν ὁμιλίαν αὐτῶν. εἰσὶ δὲ οἳ διδύμοις
3. εἰκάσαντες αὐτὰ διδύμια καλεῖν εἵλοντο μᾶλλον
4. ἢ γλουτία. τινὲς δὲ τὰ μὲν ὁμιλοῦντα τῷ κωναρίῳ σώματα
5. διδύμια καλοῦσι, τὰ δ’ ἐφεξῆς αὐτῶν γλουτία.
6. τὰ μὲν οὖν ἀριστερὰ καὶ δεξιὰ μέρη τοῦ πόρου τὰ
7. τούτων αὐτῶν ἐστι σώματα, τὰ δ’ ἄνωθεν ὑπὸ λεπτοῦ μέν
8. τινος ὑμένος, οὐ μὴν ἀῤῥώστου γε, σκέπεται, συναπτομένου
9. τοῖς γλουτίοις ἑκατέρωθεν, ὅστις ὑμὴν ἄχρι τῆς ὀπίσω κοιλίας
10. ἐκτεταμένος τὸ κάτω πέρας ἐστὶ τῆς σκωληκοειδοῦς
11. ἐπιφύσεως, οὐδὲν ὅμοιον ἐχούσης τοῖς διδύμοις τε καὶ
12. γλουτίοις. ἡ μὲν γὰρ πολυειδῶς διήρθρωται, τὰ δ’ ἐστὶν
13. ὅμοιά τε πάντη καὶ οὐ πάντη σύνθετα. πρὸς δὲ τῷ πολυειδῶς
14. διηρθρῶσθαι καὶ δοκεῖν ἐκ παμπόλλων συγκεῖσθαι
15. μορίων, ὑμέσι λεπτοῖς συναπτομένων, ἔτι καὶ τοῦθ’
16. ἡ σκωληκοειδὴς ἐπίφυσις ἐξαίρετον ἔχει. κυρτὸν μὲν καὶ
17. λεπτὸν αὐτῆς ἐστι τὸ κατὰ τὴν ὀπίσω κοιλίαν πέρας, ἵνα 
1. περ εἰς τὸν ἐπικείμενον ὑμένα τελευτᾷν ἐλέγετο· τὸ δὲ
2. ἀπὸ τοῦδε προσαυξομένη τε καὶ πλατυνομένη σχεδὸν
3. ἴσχει τὸν νῶτον ἴσον τῇ τῶν γλουτίων διαστάσει, καὶ διὰ
4. τοῦτο μακρὰ μὲν ἐκταθεῖσα κατὰ τοῦ πόρου τελέως αὐτὸν
5. ὅλον ἐπιφράττει, ἀνακυκλουμένη δὲ εἰς τοὐπίσω συναποσπᾷ
6. μὲν οὕτως τὸν ὑμένα συμφυῆ τοῖς κυρτουμένοις ἑαυτῆς
7. μορίοις ὑπάρχοντα, τὸν πόρον δὲ εἰς τοσοῦτον ἀνοίγνυσιν
8. ὅλον, εἰς ὅσον ἂν ἀποχωρήσῃ πρὸς τοὐπίσω. σφαιρουμένης
9. γὰρ αὐτῆς κατὰ τὴν ἀνάκλασιν καὶ εἰς αὑτὴν
10. συνιζανούσης, ὅσον ἀφαιρεῖται τοῦ μήκους, τοσοῦτον ἐπαύξεται
11. τὸ πλάτος· ὥστ’ εὐλόγως, ὀλίγον μὲν ἀνακυκλωθείσης
12. καὶ διὰ τοῦτο ὀλίγῳ πλατυτέρας γενομένης,
13. μόνοις τοῖς κατὰ τὴν βάσιν μέρεσι τοῦ πόρου τοῖς στενοτάτοις
14. μηκέτ’ ἐμβαίνειν δύνασθαι τὰ κάτωθεν αὐτῆς πέρατα,
15. πλέονος δὲ τῆς ἀνακλάσεως γενομένης καὶ διὰ
16. τοῦτο καὶ τῆς πλατύτητος ἐπαυξηθείσης, πλέον καὶ τοῦ
17. πόρου διοίγεσθαι μέρος, ἀεὶ δὴ τοσούτῳ, ὅσῳ ἂν ἑκάστοτ’
18. ἀπορῇ τῆς ἐμβησομένης αὐτῷ κυρτότητος. ἀλλ’ οὐκ ἂν
1. οὐδὲν τούτων οἷόν τ’ ἦν γενέσθαι καλῶς, εἰ καὶ σμικρῷ
2. τινι παχυτέραν ἢ καὶ λεπτοτέραν τῆς νῦν οὔσης ἡ φύσις
3. ἀπειργάσατο τὴν ἐπίφυσιν. ὑπὸ μὲν γὰρ τῆς παχυτέρας
4. οὐδέποτ’ ἂν τελέως ἐκλείσθη ὁ πόρος, ὡς ἂν μηδ’
5. ἐξικέσθαι δυναμένης ποτὲ τοῖς ἑαυτῆς λεπτοτάτοις εἰς
6. τὰ ἐκείνου στενότατα· ὑπὸ δ’ αὖ τῆς λεπτοτέρας οὐ
7. μόνον οὐκ ἂν ἐκλείσθη τελέως, ἀλλ’ οὐδ’ ἂν ἀνεῴχθη καλῶς.
8. ἐν μὲν γὰρ τῷ κλείεσθαι παρηθεῖτο ἄν τι τοῦ
9. πνεύματος, ὡς ἂν μὴ πάσης τῆς εὐρύτητος αὐτοῦ κατειλημμένης
10. διὰ τὴν λεπτότητα τῆς ἐπιφύσεως· ἀνοιγομένου
11. δὲ, πολλὴν ἐχρῆν πρότερον γενέσθαι τὴν ἀνάκλασιν,
12. ἢ οὐκ ἂν ἐμετεωρίσθη ποτὲ τὰ κυρτὰ πέρατα
13. καὶ ἀπεχώρησε τῆς ἐν τῷ πόρῳ βάσεως. καὶ μὴν εἰ,
14. βραχεῖ τινι παχυτέρας ἢ λεπτοτέρας τῆς σκωληκοειδοῦς
15. ἐπιφύσεως γενομένης, ἀμέτρως τε καὶ οὐ καλῶς ἀνοίγνυσθαι
16. καὶ κλείεσθαι συνέβαινεν ἂν τῷ πόρῳ, τί χρὴ προσδοκᾷν,
17. εἰ παμπόλλῳ τινὶ τῆς νῦν οὔσης παρήλλαττεν; ἆρ’
18. οὐ παντάπασιν συγχυθήσεσθαί τε καὶ διαφθαρήσεσθαι τὸν
19. νῦν ὑπάρχοντα κόσμον αὐτοῖς σύμπασι; καὶ μὴν οὐκ ἂν
1. εὕροις ἀρετῆς κατασκευὴν εἰς ἔργου συντέλειαν ἐπιδεῖξαι
2. λαμπροτέραν τῆς οὕτως ἀκριβῶς ἐχούσης, ὡς, εἰ καὶ βραχὺ
3. μετακοσμηθείη, διαφθείρεσθαι τὸ πᾶν. ἔνθα μὲν γὰρ
4. ἐγχωρεῖ καὶ προσθέντι καὶ ἀφελόντι πολλὰ τῶν ὑπαρχόντων
5. ἔτι μένειν τὸ δημιούργημα εὔχρηστον, ἐνταῦθα
6. οὐκ ἂν δέοι σοφίας περιττῆς τῷ δημιουργῷ· ἐν οἷς δὲ,
7. εἰ καὶ βραχύ τι παροφθείη, τὸ πᾶν συναπόλλυται, ἐν
8. τούτοις ἐστὶν ἀκριβοῦς τέχνης ἐξέτασις. ἀλλ’ εἰ μὲν ἐν
9. μόνῳ τῷ τῆς ἐπιφύσεως ὄγκῳ τὸ παρόραμα τὴν ἀρετὴν
10. τοῦ δημιουργήματος διέφθειρεν, ἀδιαφθόρου τῆς ἄλλης
11. κατασκευῆς ὑπαρχούσης καὶ μηδὲν μέγα μήτ’ ὠφελεῖν
12. μήτε βλάπτειν δυναμένης, ἴσως ἄν τις οὐδὲν ἧττον
13. εἰς τύχην ἢ εἰς τέχνην ἀνέφερε τὴν αἰτίαν· ἐπειδὴ δ’, ὅπερ
14. ἐν τῷ μεγέθει τῆς σκωληκοειδοῦς ἐπιφύσεως, τοῦτο κᾀν
15. τοῖς ἄλλοις ἐστὶν ἅπασιν, (ὅ τι γὰρ ἂν μετακοσμήσῃς,
16. ἔβλαψε τὴν ἐνέργειαν, ὡς αὐτίκα δὴ μάλα δεδείξεται,)
17. πῶς οὐκ ἄν τις ἄτοπος εἴη τῆς φύσεως ἀφαιρούμενος
18. τὴν τέχνην; τά τε γὰρ γλουτία τοσοῦτόν ἐστιν ὑψηλότερα
1. τοῦ πόρου, ὥστε ἀνακεκλιμένην ἐπ’ αὐτῶν ὀχεῖσθαι
2. τὴν ἐπίφυσιν, ὅ τε πόρος ὅλος ἐπιμήκης ἐγένετο
3. δι’ οὐδὲν ἀλλ’ ἵν’ ἡ κίνησις αὐτῆς πολλὴν ἔχῃ
4. τὴν ἐν τῷ ποσῷ διαφορὰν, αἵ τ’ ἐκ πολλῶν καὶ σμικρῶν
5. πυκναὶ συνθέσεις τὴν αὐτὴν παρέχονται χρείαν.
6. ἵνα γὰρ ἡ κατὰ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ κινήσει διαφορὰ
7. παμπόλλη τις ᾖ, πλείστας αὐτὴν κλάσεις τε καὶ
8. καμπὰς ἴσχειν δυναμένην ἐδημιούργησεν. ἐπεὶ δὲ ἐκ τούτων
9. πάντων εὐκίνητός τε καὶ πολυκίνητος ἔμελλεν ἔσεσθαι,
10. καὶ κίνδυνος ἦν κυρτοῖς ἐποχουμένην αὐτὴν τοῖς
11. τῶν γλουτίων νώτοις ἀποκυλισθήσεσθαί ποτε ἐκτὸς αὐτῶν
12. καὶ καταλείψειν τὸν πόρον, ἐτεχνήσατό τινας αὐτῇ
13. πρὸς τὰ γλουτία συνδέσμους ἡ φύσις, οὓς οἱ περὶ τὰς
14. ἀνατομὰς δεινοὶ τένοντας ὀνομάζουσιν, ὑφ’ ὧν ἑκατέρωθεν
15. ἐσφιγμένη τε καὶ κατεχομένη πλανᾶσθαι κωλύεται.
16. καὶ μὲν δὴ καὶ σκληρὰν αὐτὴν ἀπειργάσατο
17. δυσπαθείας ἕνεκα, οὐ μὴν εἰς τοσοῦτόν γε σκληρὰν, ὡς
18. μηκέτ’ ἐγκεφάλου μέρος ὑπάρχειν, ἀλλὰ κᾀνταῦθα ἀκριβῶς
1. πάνυ μετρήσασα τὴν χρείαν, εἰς ὅσον τὴν ἐγκεφάλου
2. ἔτι μένουσαν αὐτὴν γενέσθαι σκληρὰν, εἰς τοσοῦτον
3. προήγαγεν. ἀλλ’ εἰ καὶ τούτων ἁπάντων ὑπαρχόντων αὐτῇ,
4. τὰς καμπὰς τὰς ἐκ τῆς συνθέσεως ἔχειν λοξὰς ἢ εὐθείας
5. ἀπειργάσατο, καὶ μὴ, καθ’ ὃν νῦν εἰσι τρόπον, ἐγκαρσίας,
6. οὐδὲν ἂν αὐτῶν ὄφελος ἦν. οὔτε γὰρ ἂν ἐσφαιροῦτο, καθ’
7. ὃν εἴρηται τρόπον, εἰ μὴ τὴν εἰς τοὐπίσω φορὰν ἀνακυλιομένην
8. καμπαῖς ἐγκαρσίαις ἐποιεῖτο, οὔτ’ ἂν, ὡς ἐπιδέδεικται,
9. κατὰ βραχὺ τὸν πόρον ἀνοιγνύναι τε καὶ κλείειν
10. ἠδύνατο, ἀλλ’ ἦν ἂν ἄχρηστος ἡ τοσαύτη τε καὶ τοιαύτη
11. κατασκευὴ πάντων τῶν περὶ τὸν πόρον σωμάτων, ἑνὸς τούτου
12. παραλειφθέντος. δῆλον δ’ ἤδη τοῖς γε προσεσχηκόσι
13. τῷ λόγῳ τὸν νοῦν, ὡς, εἰ καὶ τῶν ἄλλων τι τῶν εἰρημένων
14. μετακοσμηθείη, πολλαχῇ μὲν βλαβῆναι μόνον ἐστὶν, ὅπη δὲ
15. καὶ τελέως ἀπολέσθαι συμβήσεται τὴν ἐνέργειαν. ὥστ’ ἐγὼ
16. μὲν οὐκ ἔχω συμβαλεῖν, ὅτῳ τις ἂν ἐπιχειρήσειε τρόπῳ δεικνύναι,
17. ταῦτα μὴ τῆς ἀκριβεστάτης τέχνης ὑπάρχειν ἔργα.

Cliquer un n° de page pour en afficher l’image