Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 8.2, ed. Kühn, 1822, vol. 3, p. 614-620. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.2

8. Ἡ δὲ δὴ κεφαλὴ τοῖς μὲν πλείστοις ἔδοξε
9. διὰ τὸν ἐγκέφαλον γεγονέναι, καὶ διὰ τοῦτο καὶ τὰς αἰσθήσεις
10. ἁπάσας ἔχειν ἐν αὑτῇ, καθάπερ τινὰς ὑπηρέτας
11. καὶ δορυφόρους μεγάλου βασιλέως. ἀλλὰ καρκίνοις τε καὶ
12. τοῖς ἄλλοις τοῖς μαλακοστράκοις κεφαλὴ μὲν οὐκ ἔστι· τὸ
13. δὲ τῶν αἰσθήσεών τε καὶ τῶν κατὰ προαίρεσιν κινήσεων
14. ἐξηγούμενον μόριόν ἐστι δήπου πάντως αὐτόθι κατὰ τὸν
15. θώρακα τεταγμένον, ἔνθα περ αὐτοῖς ἐστιν ἅπαντα τὰ τῶν
16. αἰσθήσεων ὄργανα. ὥσθ’, ὅπερ ἐν ἡμῖν ὁ ἐγκέφαλος, τοῦτ’
17. ἐν ἐκείνοις εἴη ἂν τοῖς ζώοις τὸ μόριον, εἰς ὃ τῶν εἰρημένων
1. ἕκαστον ἀναφέρεται· ἢ εἰ μὴ ἐγκέφαλός ἐστιν, ἀλλὰ
2. καρδία τούτων ἁπάντων ἀρχὴ, τοῖς μὲν ἀκεφάλοις ζώοις
3. ὀρθῶς ἂν εἴη περὶ τὰ στέρνα τὰ τῶν αἰσθήσεων ὄργανα,
4. πρὸς τὴν καρδίαν πλησίον κειμένην περαινόντων, τοῖς δ’
5. ἄλλοις οὐκ ὀρθῶς εἰς τὸν ἐγκέφαλον ἀνῆπται. ἀλλὰ καὶ
6. τοσοῦτο μᾶλλον ἡ κεφαλὴ περιττῶς δόξει γεγονέναι τοῖς ᾧδε
7. δοξάζουσιν, ὅταν μήτ’ ἐγκεφάλου χρείαν εἰπεῖν ἔχουσι, μήτε
8. περιοικίζειν αὐτῷ τὰς αἰσθήσεις δύνανται. τὸ γὰρ οἴεσθαι,
9. τῆς περὶ τὴν καρδίαν θερμασίας ἕνεκα γεγονέναι τὸν ἐγκέφαλον,
10. ἀναψύχοντά τε αὐτὴν καὶ εἰς μετριότητα κράσεως
11. ἄγοντα, παντοίως ἄτοπον. οὔτε γὰρ ἂν οὕτω πόῤῥω τῆς
12. καρδίας ἡ φύσις ἔταξεν αὐτὸν, ἀλλ’ ἤτοι πάντη περιέβαλεν
13. ἂν, ὥσπερ καὶ τὸν πνεύμονα, ἢ ἐν θώρακί γε πάντως κατέθετο,
14. οὔτ’ ἂν τῶν αἰσθήσεων ἁπασῶν τὰς ἀρχὰς εἰς αὐτὸν
15. ἀνήρτησεν. ἀλλ’, εἰ καὶ τοσοῦτον παρεῖδεν, ὡς καὶ
16. πόῤῥω τάξαι, καὶ τὰς αἰσθήσεις συνάψαι, μηδὲν δέον, ἀλλ’
17. οὔτι γε διττοῖς ἂν περιβόλοις οὕτως ἀσφαλέσι καὶ πυκνοῖς
1. διετείχισε, τῷ μὲν τὸ κρανίον ὅλον, τῇ δὲ τὸν θώρακα
2. περιθεῖσα· ἢ εἰ καὶ ταῦτα παρεῖδε, τὸν γοῦν τράχηλον οὐκ
3. ἂν εἰς τὸ μέσον ἀμφοῖν φέρουσα κατέθετο, καὶ ταῦτα ἐν
4. τοῖς θερμοτάτοις ζώοις καὶ τοῖς καρχαρόδουσιν ὀνομαζομένοις
5. ἱκανῶς μακρὰν, ἐν δὲ δὴ τοῖς πτηνοῖς ἔτι καὶ μᾶλλον,
6. ὥστ’ ἴσον ἀφεστάναι τῆς καρδίας τοῖς ποσὶ τὸν ἐγκέφαλον.
7. ὅμοιον γὰρ τοῦτό γε τὸ δόγμα τῷ φάσκειν, ἕνεκά
8. γε τῆς καρδίας τὰς πτέρνας γεγονέναι. καὶ μή σοι δοκεῖν
9. με τοῦ γελοίου χάριν οὕτως εἰπεῖν, ἀλλ’ ἂν ἀκριβῶς σκοποίης,
10. θᾶττον ἐκ τῶν πτερνῶν εἰς τὴν καρδίαν ἀφίξεταί
11. τις ψύξις, ἢ ἐκ τοῦ ἐγκεφάλου. εἰ γὰρ καὶ ποῤῥωτέρω τετάχθαι
12. δοκοῦσιν, ἐπί γε ἀνθρώποις· οὐ γὰρ δὴ ἐν ἅπασί
13. γε τοῖς ζώοις, ἀλλ’ οὔτι πω διείργεσθον διττοῖς ὀστῶν
14. περιβόλοις, οἷον ἀσφαλέσι τείχεσιν. ἐν μὲν γὰρ τοῖς κάτω
15. μέρεσι μόνοις οὐκ ἔστιν ὀστέϊνος ὁ θώραξ, ἀλλ’ ὑμενῶδές
16. τε καὶ μυῶδες σῶμα, τὸ διάφραγμα καλούμενον, ἐνταυθοῖ
17. τέτακται, διαπέμπειν ἑτοιμότατον ψύξιν. οὐ μὴν οὐδ’
1. ἧττόν τι ψυχρὰς εὕροις ἂν τὰς πτέρνας τοῦ ἐγκεφάλου·
2. τοῦτο γὰρ εἰ καὶ μηδὲν, ἀλλὰ τό γε διηνεκὲς τῆς κινήσεως
3. ἱκανὸν ἐκθερμαίνειν, ἵνα παραλείπω τὸ πλῆθός τε καὶ τὸ
4. μέγεθος τῶν ἐν αὐτῷ φλεβῶν καὶ ἀρτηριῶν, ὧν οὐδέν
5. ἐστι θερμότερον ἐν ζώου σώματι μόριον· ἀλλὰ καὶ τὸ
6. σκέπεσθαι διτταῖς μήνιγξι, καὶ μετὰ ταῦτα σκληροτάτῳ τε
7. ἅμα καὶ πυκνοτάτῳ καὶ παχυτάτῳ ὀστῷ, τοιοῦτον γὰρ
8. τὸ κατὰ τὴν βάσιν αὐτοῦ, δι’ οὗ πάντως ἡ ἐπὶ τὴν καρδίαν
9. ὁδὸς τῆς ψύξεως, οὐ γὰρ δὴ διά γε τῆς κορυφῆς, καὶ
10. ταῦτα τήν γε ἐν αὐτῷ θερμασίαν ἐξ ἀνάγκης ἐπαυξήσει,
11. καὶ τῆς κατεψυγμένης ψυχρότητος τὴν ἐπὶ τὴν καρδίαν
12. ὁδὸν ἀμήχανόν τε καὶ παντελῶς ἄπορον ἐργάσεται. τί δὲ
13. δεῖ παρ’ ἐγκεφάλου τὴν ἀνάψυξιν ἐκπορίζειν τῇ καρδίᾳ, τὴν
14. ἀναπνοὴν ὁρῶντας, οὕτως διηνεκές τε καὶ ἀκατάπαυστον ἔργον,
15. ἔστ’ ἂν περιῇ τὸ ζῶον, ἑκατέρως ἐμψύχειν δυναμένην,
16. ἐν μὲν ταῖς εἰσπνοαῖς χορηγίᾳ ψυχρᾶς ποιότητος, ἐν δ’ αὖ
17. ταῖς ἐκπνοαῖς ἀποχύσει τοῦ ζέοντος; εἰ μή γε τὸν ἀέρα
1. θερμότερον εἶναι νομίζουσιν ἐγκεφάλου, καὶ διὰ τοῦτ’ ἐλλιπέστερον,
2. ἢ προσῆκεν, ἐμψυχομένην τὴν καρδίαν τῆς παρ’
3. ἐγκεφάλου, ψυχροτέρου δήπουθεν ὄντος, ἐπικουρίας προσδεῖσθαι.
4. ἀλλὰ ταῦτα μὲν ἢ ὑπερφθεγγομένων ἐστὶ τὴν ἀλήθειαν,
5. ἢ ἀγνοούντων τὰ φαινόμενα. διὰ παντὸς γὰρ εὑρίσκεται
6. μακρῷ θερμότερος ἀέρος ὁ ἐγκέφαλος, εἴτε κατεαγότα
7. τινὰ τῆς κεφαλῆς χειρουργοίημεν, εἴτε καὶ πείρας ἕνεκα
8. ζῶον ὁτιοῦν λαβόντες, ἐκκόψαντες αὐτοῦ τὸ κρανίον, εἶτα
9. διατεμόντες τὰς μήνιγγας, ἅπτεσθαι βουληθείημεν. ἀλλὰ
10. καὶ ὅτι περὶ παντὸς ποιούμεθα διὰ ταχειῶν ἐνεργειῶν ἐκκόπτοντες
11. τὰ τῆς κεφαλῆς ὀστᾶ, τοῦ μὴ ψυγῆναι τὸν ἐγκέφαλον
12. ἕνεκεν, οὐδεὶς ἀγνοεῖ, καὶ ὡς, εἰ ψυγείη, κακῶν ἔσχατόν
13. ἐστι τῷ κατεαγότι. καὶ μὴν, εἴπερ ἦν ὁ ἀὴρ ἐγκεφάλου
14. θερμότερος, οὐκ ἂν ὑπ’ αὐτοῦ κατεψύχετο· νυνὶ δὲ, κᾂν
15. θέρος ᾖ, ῥᾳδίως ψύχεται, καὶ δεῖται καὶ τότε θαλφθῆναι
16. διὰ ταχέων, ὡς ἂν μὴ μόνον αὐτὸς οὐκ ὢν ψυχρὸς, ἀλλὰ
17. μηδὲ ὁμιλίαν ἀλύπως φέρων οὐσίας ψυχρᾶς. ἀλλ’ οὐ διὰ τὸν 
1. ἐγκέφαλον, φασὶν, ἀλλ’ ἐπὶ ταῖς μήνιγξι ψυγείσαις ἡ βλάβη
2. γίνεται, καὶ μάλιστα τῇ λεπτῇ, πλείστας ὲν αὑτῇ φλέβας τε
3. καὶ ἀρτηρίας ἐχούσῃ καὶ διὰ παντὸς ὅλῃ σφυζούσῃ, ὅπερ
4. οὐκ ἄνευ ζεούσης θερμασίας γίνεται. εἶτ’, ὦ γενναιότατοι,
5. τὴν λεπτὴν μήνιγγα θερμὴν εἶναι νομίζοντες, ἔτι τολμᾶτε
6. τὸν ἐγκέφαλον ἀποφαίνειν ψυχρὸν, οὕτως ὑπ’ αὐτῆς πάντη
7. διαπεπλεγμένον, ὡς μηδὲν εὑρίσκεσθαι μόριον ἐγκεφάλου
8. ταύτης ἔρημον; ἢ τοῦτ’ ἀγνοεῖτε καὶ νομίζετε περιέχεσθαι
9. μόνον ὑπ’ αὐτῆς τὸν ἐγκέφαλον, οὐχὶ δέ γε καὶ διεζῶσθαι
10. καὶ διαπεπλέχθαι πανταχόθεν; καίτοι, κᾂν εἰ περιέχοιτο
11. μόνον, οὐ δήπου τὴν μὲν καρδίαν αὐτὸς ἱκανὸς ἦν ἀναψύχειν,
12. οὕτω μὲν πόῤῥω διῳκισμένος, διττοῖς δ’ ὀστῶν διαφράγμασι
13. διειργόμενος, ὑπὸ δὲ τῆς μήνιγγος οὐκ ἂν ἔμελλεν
14. ἐκθερμαίνεσθαι, διὰ παντὸς ὁμιλούσης ἐν χρόνῳ, εἰ
15. μή τι τὸ μὲν ψυχρὸν μόριον ψύχειν πάντα καὶ τὰ μὴ
16. πλησιάζοντα δύναται. τὸ θερμὸν δὲ οὐδὲ τὰ πλησιάζοντα
17. θερμαίνειν ἱκανόν ἐστι. ἀνάγκη γὰρ, οἶμαι, τοιαῦτα ληρεῖν,
18. οἷς οὐκ ἀληθείας φροντὶς μᾶλλόν περ, ἢ ὧν ἔθεντο
1. δογμάτων τῆς συνηγορίας, καὶ μήτ’ αἰσθήσεσι πιστεύειν,
2. μήτ’ ἀκολουθίᾳ τῇ κατὰ τὸν λόγον, ἀλλὰ μηδὲ τὸ μαχόμενον
3. αἰδεῖσθαι.

Cliquer un n° de page pour en afficher l’image