Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 8.3, ed. Kühn, 1822, vol. 3, p. 620-625. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.3

4. Τῶν μὲν οὖν ἄλλων ἧττον ἄν τις
5. θαυμάσειεν, Ἀριστοτέλους δ’ οὐκ ἔστιν ὅπως οὐ μὴ πάνυ
6. σφόδρα θαυμάζοιμ’ ἂν, εἰ τῶν ἐξ ἀνατομῆς φαινομένων οὐκ
7. ἀμελῶς ἔχων καὶ τῆς χρείας αὐτῶν οὐκ ἀμελέτητος ὢν
8. αὐτός τε λέγων, ὡς τῶν προβλημάτων τὰ μὲν λύσεως δεῖται,
9. τὰ δὲ κολάσεως, τὰ δ’ αἰσθήσεως, ἔπειθ’ εὑρίσκεται
10. μήτε τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις πιστεύων, μήθ’
11. ἑαυτοῦ μνημονεύων. ἡ μὲν γὰρ ἁφὴ θερμότερον ἀεὶ τὸν
12. ἐγκέφαλον εὑρίσκει τοῦ περιέχοντος ἀέρος· ὁ δὲ ἐμψύξεως
13. ἕνεκεν τοῦ περὶ τὴν καρδίαν θερμοῦ γεγονέναι φησὶν αὐτὸν,
14. ἐπιλαθόμενος ἑαυτοῦ τὴν ἀναπνοὴν ἕνεκεν ταύτης
15. γεγονέναι φάντος. ἀλλὰ τούτου μὲν ἕνεκα δίκαιον ἐπαινεῖν
16. αὐτὸν, ἱπποκρατείως τε ἅμα καὶ ἀληθῶς ἀποφαινόμενον
17. περὶ χρείας ἀναπνοῆς. τὸν δ’ ἀέρα θερμὸν εἶναι φύσει
1. λέγων αὐτὸς ἐν ἑτέροις οὐκέτ’ ὀρθῶς νῦν ἐπελάθετο, ἢ
2. τοῦτο μὲν ὀρθῶς ἐποίησε, τῶν ψευδῶς εἰρημένων ἐπιλαθόμενος,
3. οὐκ ὀρθῶς δὲ τῷ μὴ διὰ μόνου τοῦ ἀέρος αὐτάρκως
4. τὴν καρδίαν ἀναψύχεσθαι νομίζειν, ἀλλὰ προσδεῖσθαι
5. τοῦ μήθ’ ὁμοίως ἀέρι ψυχροῦ σπλάγχνου, μήτ’, εἰ καὶ ψυχρότερον
6. ἦν, ἀλλά γε διὰ τὸ μῆκος τῆς ἀποστάσεως καὶ
7. τὸ πλῆθος καὶ τὴν πυκνότητα τῶν προαπαντώντων σωμάτων
8. ἀδυνατοῦν διαπέμπειν τὴν ψύξιν. ὡς πρὸς τῶν θεῶν
9. αὐτὸν ἔχων τις τὸν ἀέρα διὰ τοῦ πνεύμονος ἐπὶ τὴν καρδίαν
10. ἐρχόμενον, εἰ μὴ αὐτὸν, ἀλλὰ τήν γε ποιότητα πάντως
11. αὐτοῦ, καὶ τοῦτο συνεχῶς τε καὶ ἀδιαλείπτως ὁρῶν γινόμενον,
12. ἑτέρας ἔτι βοηθείας οἴεται δεῖσθαι εἰς τὴν κατάψυξιν.
13. ἀλλ’ εἰ καὶ δεῖται, μακρῷ βέλτιον ἦν ἐκ τοῦ
14. πνεύμονος αὐτὴν ἐκπορίζεσθαι· λέγειν, ἤτοι τῇ μαλακότητι
15. τοῦ σπλάγχνου προσάπτοντα, ὡς ὁ Πλάτων, ἢ τῇ ψυχρότητι.
16. οὐδὲ γὰρ οὐδὲ τοῦτ’ ἦν ἀδύνατον εἰπεῖν, ἅπαξ γε τῶν
17. αἰσθήσεων ὑπερορᾷν τετολμηκότα. τούτῳ γὰρ ἂν ἔτι δείξειέ
1. τις θερμὸν τὸν πνεύμονα μὴ πιστεύων τῇ ἁφῇ, τῷ δ’ ἂν
2. ἔτι καὶ αὐτὴν τὴν καρδίαν εἴη πιστεύων. πῶς οὐχὶ καὶ ἐγκέφαλος
3. θερμότερος ἀέρος, ᾧ γε καὶ θάνατός ἐστιν ὁμοίως
4. ἀέρι γενέσθαι ψυχρῷ; πῶς δὲ ὁ μὲν ἐγκέφαλος ἐμψύχειν
5. ἱκανός ἐστιν τὴν καρδίαν, ἡ καρδία δ’ οὐ πολὺ μᾶλλον
6. ἐκθερμαίνειν τὸν ἐγκέφαλον ὑπερκείμενον, εἴ γε δὴ παντὶ
7. θερμῷ πρὸς τὸ μετέωρον ἡ ὁρμή; διὰ τί δ’ εἰς μὲν τὴν
8. καρδίαν ἀμυδρά τις ἀπόφυσις αὐτοῦ καθήκει, τὰ δὲ τῶν
9. αἰσθήσεων ὄργανα πάντα παμπόλλην μοῖραν ἐγκεφάλου
10. φαίνεται δεχόμενα; οὐ γὰρ δὴ τοῦτό γε ἂν ἔχοι τις εἰπεῖν,
11. ὡς τὴν μὲν καρδίαν ἐμψύχειν πέφυκε, τοῖς δ’ αἰσθητηρίοις
12. ἀντ’ ἄλλου τινὸς χρηστόν ἐστιν. ᾧ γὰρ ἕνεκα τοῦ ψύχειν
13. τὴν καρδίαν ἡ γένεσις, τούτῳ καθάπερ τινὶ πηγῇ ψύξεως
14. ὑπάρχοντι πάντα, οἶμαι, τὰ πλησιάζοντα ψύχειν ἀναγκαῖον
15. ἦν· καὶ ταύτῃ τέρας ἂν εἴη μόνος τῶν πάντων ὁ ἐγκέφαλος
16. τὰ μὲν ποῤῥωτάτω καὶ θερμότερα καὶ διὰ πολλῶν
17. τῶν μεταξὺ προαπαντήσεων ἐμψύχειν δυνάμενος, τὰ δ’ ἐγγυτάτω
1. τε καὶ ἧττον θερμὰ καὶ συμπεφυκότα παραπλησίως
2. ἀδύνατος διατιθέναι. ἀλλ’ οὐχ ἅπαντα, φησὶ, εἰς αὐτὸν
3. περαίνει τὰ τῶν αἰσθήσεων ὄργανα. τί τοῦτο λέγεις, Ἀριστότελες;
4. ἐγὼ μὲν γὰρ καὶ νῦν αἰδοῦμαι μνημονεύων τοῦ
5. λόγου. οὐκ εἰς ἑκάτερον μὲν τῶν ὤτων ἀξιόλογον ἐμβάλλει
6. νεῦρον αὐταῖς μήνιγξιν; εἰς ἑκάτερον δὲ μέρος
7. τῆς ῥινὸς οὐ πολὺ μείζων ἐγκεφάλου μοῖρα τῆς εἰς
8. τὰ ὦτα παραγίνεται; εἰς ἑκάτερον δὲ τῶν ὀφθαλμῶν οὐχ
9. ἓν μὲν μαλακὸν νεῦρον, ἓν δὲ σκληρὸν, τὸ μὲν εἰς τὴν
10. ῥίζαν αὐτοῦ, τὸ δὲ εἰς τοὺς κινοῦντας ἐμφυόμενον μῦς; εἰς
11. δέ γε τὴν γλῶτταν οὐχὶ τέτταρα, δύο μὲν μαλακὰ δι’
12. ὑπερώας καθήκοντα, δύο δὲ σκληρὰ παρ’ ἑκάτερα τῶν ὤτων
13. φερόμενα; ἅπαντ’ οὖν ἐγκεφάλῳ κεκοινώνηκεν, εἰ χρὴ πιστεύειν
14. ὀφθαλμοῖς ὁρῶσι καὶ χερσὶν ἁπτομέναις. τί δὲ τὰ
15. ἄλλα τῆς ἐγκεφάλου κατασκευῆς μόρια; τίνα χρείαν ἕξει τὰ
16. χοροειδῆ σώματα, τὸ δικτυοειδὲς πλέγμα, τὸ κωνάριον, ἡ
17. πύελος, ἡ χοάνη, τὸ ψαλλιοειδὲς σῶμα, ἡ σκωληκοειδὴς 
1. ἐπίφυσις, τὸ πλῆθος τῶν κοιλιῶν, αἱ πρὸς ἀλλήλας αὐτῶν
2. συντρήσεις, ἡ ποικιλία τῆς διαπλάσεως, αἱ διτταὶ μήνιγγες,
3. αἱ εἰς τὸν νωτιαῖον ἐκφύσεις, αἱ τῶν νεύρων ἀποφύσεις, οὐκ
4. εἰς τὰ τῶν αἰσθήσεων ὄργανα μόνον, ἀλλὰ καὶ τὸν φάρυγγα,
5. καὶ τὸν λάρυγγα, καὶ τὸν στόμαχον, καὶ τὴν γαστέρα,
6. καὶ πάντα τὰ σπλάγχνα, καὶ πάντα τὰ ἔντερα, καὶ
7. τὰ κατὰ τὸ πρόσωπον μόρια ἅπαντα; τούτων γὰρ οὐδενὸς
8. τὴν χρείαν Ἀριστοτέλης ἐπεχείρησεν εἰπεῖν, ὥσπερ οὐδὲ τῶν
9. κατὰ τὴν καρδίαν ἐκείνων πάλιν, οἷς ἐγκέφαλος ἁπάντων
10. ἀρχή. τὸν μὲν γὰρ, εἴπερ ἐμψύξεως ἕνεκα μόνης ἐγεγένητο,
11. καθάπερ τινὰ σπόγγον ἀργὸν καὶ ἀδιάπλαστον ἐχρῆν εἶναι,
12. μηδεμίαν ἔχοντα τεχνικωτέραν κατασκευὴν, τὴν δὲ καρδίαν,
13. εἰ μήτ’ ἀρτηριῶν, μήτε τῆς ἐμφύτου θερμασίας ἐστὶν ἀρχὴ,
14. μηδ’ ὅτι διαπεπλάσθαι ποικίλως, ἀλλὰ μηδ’ εἶναι τὴν ἀρχήν.
15. τὸ γάρ σοι θαυμαστὸν ἑκατέροις τῆς περιττῆς σοφίας ἐν
16. τῷδ’ ἄν τις μάλιστα φωράσειεν, ὅτι μὴ μόνον ἀποστεροῦσιν,
17. ἢ τὸν ἐγκέφαλον ἀρχὴν εἶναι νεύρων, ἢ τὴν καρδίαν ἀρτηριῶν,
1. ἀλλὰ καὶ τελέως ἄχρηστον ἀποφαίνουσι θάτερον, οἱ μὲν
2. ὁμολογοῦντες φανερῶς, ὥσπερ καὶ Φιλότιμος, οἱ δὲ τὴν ἐν
3. κύκλῳ περιερχόμενοι, καθάπερ Ἀριστοτέλης. ὃ γάρ τοι πάντων
4. ἥκιστα προσῆν ἐγκεφάλῳ, μόνον ὑπάρχειν αὐτῷ λέγων,
5. ἑτέρων δ’ οὐδενὸς ἕνεκα νομίζων γεγονέναι, δῆλός ἐστι κατεγνωκὼς
6. μὲν αὐτοῦ τελέαν ἀχρηστίαν, φανερῶς δ’ ὁμολογεῖν
7. αἰδούμενος. ἀλλ’ οὐ νῦν καιρὸς ὑπὲρ ἐνεργειῶν λέγειν.
8. ὅπερ δ’ ἐῤῥέθη κατὰ τὴν ἀρχὴν τοῦ λόγου παντὸς, ἔργῳ
9. δῆλον γίνεται, τὸ μηδενὸς οἷόν τ’ εἶναι μορίου καλῶς ἐξηγήσασθαι
10. τὴν χρείαν ἄνευ τοῦ παντὸς ὀργάνου τὴν ἐνέργειαν
11. εὑρεῖν.

Cliquer un n° de page pour en afficher l’image