12. Ἅπερ οὖν ἐν ἑτέροις ἀποδέδεικται, λαμβανέσθω
13. καὶ νῦν εἰς τὸν παρόντα λόγον. ἀποδέδεικται δὲ ἐν
14. τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων, ἀρχὴν
15. μὲν νεύρων καὶ συμπάσης αἰσθήσεώς τε καὶ τῆς κατὰ
16. προαίρεσιν κινήσεως τὸν ἐγκέφαλον ὑπάρχειν, ἀρχὴν δὲ ἀρτηριῶν
17. καὶ τῆς ἐμφύτου θερμασίας τὴν καρδίαν. ἐπὶ τούτοις
18. οἷον ὑποθέσεσί τισι τοῦ λόγου τῶν κατὰ τὴν κεφαλὴν μορίων
1. ἐξηγησόμεθα τὰς χρείας, καὶ πρῶτόν γε αὐτῆς ὅλης τῆς
2. κεφαλῆς, ὅπερ, οἶμαι, καὶ κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ λόγου
3. προθέμενοι ζητεῖν, τοσοῦτον εἰς τὸ πρόσθεν ἠδυνήθημεν
4. προελθεῖν, ὥσθ’ εὑρεῖν ὅτι μήτ’ ἐγκεφάλου χάριν ἐγένετο,
5. κᾂν ἀρχὴν αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν
6. ὑπόθηταί τις αὐτὸν, οὔθ’ οἷόν τε μὴ οὐκ ἀσχημονεῖν μὲν
7. ἐν παντὶ τῷ λόγῳ, περὶ δὲ τὴν ἑκάστου τῶν κατὰ μέρος
8. μορίων τῆς χρείας εὕρεσιν ἀπορεῖν, ἀποστερήσαντας
9. τούτων τὸν ἐγκέφαλον, ἐξ ὧν συνέβαινεν ἀρχὴν εἶναι τῶν
10. εἰρημένων, ὑποθεμένους αὐτὸν οὕτω χρῆναι ζητεῖν, τίνος
11. ἕνεκεν γέγονεν ἡ κεφαλή. καρκίνοι τε οὖν καὶ σύμπαν τὸ
12. τῶν μαλακοστράκων γένος, ἤδη δὲ καὶ φάλαιναι καὶ ἄλλα
13. πολλὰ τῶν παραπλησίων, τὰ μὲν οὐδ’ ὅλως ἔχει κεφαλὴν,
14. τὰ δ’ οἷον ὑπογραφήν τινα μόνην, καὶ οὐδὲν ἧττον καὶ
15. ταῦτα τὰ ζῶα τὰς αἰσθήσεις ἁπάσας ἔχει περὶ τὰ στέρνα,
16. δηλονότι τὴν ἀρχὴν αὐτῶν ἐξ ἀνάγκης ἐνταυθοῖ τεταγμένην.
17. ἣν οὐκ ἀνάλογον ἐγκεφάλῳ χρὴ καλεῖν, ὥσπερ εἴωθεν ἐπὶ
1. τῶν τοιούτων ποιεῖν Ἀριστοτέλης, ἐξαπατώμενος ἐστιν ὅτε
2. τοῖς ὀνόμασιν, οὐκ ἀπὸ τῆς οὐσίας αὐτοῦ τοῦ πράγματος,
3. ἀλλ’ ἀπό τινων συμβεβηκότων κινούμενος, ὥσπερ οὖν ἔχει
4. κᾀπὶ τῆς κατὰ τὸν ἐγκέφαλον προσηγορίας. τοῦτο μὲν γὰρ
5. τοὔνομα παρὰ τῆς θέσεως ἐκτήσατο. τὴν δ’ οὐσίαν αὐτοῦ
6. βουλόμενος ὁ Πλάτων δηλῶσαι, ἥνπερ οἴεται κατ’ ἀλήθειαν
7. εἶναι, μυελὸν ὀνομάζει. ἀλλ’ εἰ καὶ μυελός ἐστιν,
8. ἔτι προσδεῖ τινος ἐν τῇ κατηγορίᾳ. καὶ γὰρ νωτιαῖός τίς
9. ἐστι μυελὸς, καὶ καθ’ ἕκαστον τῶν ὀστῶν ἄλλος, καὶ οὐκ
10. εἰσὶν οὗτοι πάσης αἰσθήσεώς τε καὶ κινήσεως ἀρχαὶ, καὶ
11. διὰ τοῦτο πολλοὶ μυελὸν ἐγκεφαλίτην ὁμοίως τῷ ῥαχίτῃ ὀνομάζουσιν
12. αὐτὸν, ἕτεροι δ’ οὐκ ἐγκεφαλίτην, ἀλλ’ αὐτὸ δὴ
13. τοῦτο μυελὸν ἐγκεφάλου ὀνομάζειν ἀξιοῦσιν. ἀλλά τοι καὶ
14. κατὰ τούτους λόγῳ δηλοῦται τὸ μόριον, οὐκ ὀνόματι, καὶ
15. μένει τὸ κατ’ ἀρχὰς ῥηθὲν ἔτι, τὸ μηδὲν ὄνομα τῆς οὐσίας
16. ἴδιον ὑπάρχειν αὐτῷ, καθάπερ ὀφθαλμοῖς καὶ ὠσὶ καὶ γλώττῃ
17. καὶ καρδίᾳ καὶ πνεύμονι καὶ τοῖς ἄλλοις ὀλίγου δεῖν ἅπασιν.
18. ἔστι γὰρ εἰπεῖν ἐπ’ αὐτῶν, ὡς τὸ μὲν ὀπτικὸν ὄργανον
1. ὀφθαλμὸς ὀνομάζεται, τὸ δ’ ἀκουστικὸν οὖς, καὶ τῶν ἄλλων
2. ὁμοίως ἔχομεν εἰπεῖν, ὅ τι χρὴ καλεῖν. οὔτε γὰρ μυελὸν
3. ἁπλῶς, ὅτι μὴ πᾶς μυελὸς τοῦτο δύναται, οὔτ’ ἐγκέφαλον
4. ἁπλῶς· οἷς γὰρ οὐκ ἔστι ζώοις κεφαλὴ, δηλονότι
5. οὐδ’ ἐγκέφαλός ἐστιν, οὐ μὴν τούτου γ’ ἕνεκεν τὸ ἀνάλογον
6. ἐγκεφάλῳ χρὴ καλεῖν αὐτὸν, τὴν προσηγορίαν εὐλαβηθέντας.
7. οὐδὲ γὰρ οὐδὲ τοὺς ὀφθαλμοὺς, καίτοι γ’ ἑτέρωθι τεταγμένους
8. ἐν καρκίνοις, οὐδὲ τὰ ὦτα ἀνάλογον τοῖς ὀφθαλμοῖς
9. καὶ ὠσὶν εἶναί φαμεν. οὐ γὰρ ἐκ τῆς θέσεως ἕκαστον
10. τῶν ὀργάνων τόδε τι τὴν οὐσίαν ἐστὶ, κᾂν ἀπὸ τῆς θέσεως
11. ὀνομάζηται. καὶ τοίνυν καὶ τὸν ἐγκέφαλον, εἰ καὶ ὅτι
12. μάλιστα τὴν προσηγορίαν ἐκ τῆς θέσεως ἐκτήσατο. τὸ γὰρ
13. ἐν τῇ κεφαλῇ κεῖσθαι διὰ τοῦτ’ ὠνόμασται, ἐπειδὰν ἐν
14. τοῖς κατὰ τὸν θώρακα μέρεσιν εὑρίσκωμεν ἐν τοῖς οὐκ
15. ἔχουσι ζώοις κεφαλὴν, οὐκ ἄλλο τι καὶ ἀνάλογον αὐτῷ φήσομεν
16. ὑπάρχειν, ἀλλ’ αὐτὸ μὲν ἐκεῖνο, μὴ πρέπειν δ’ αὐτῷ
1. τὴν ἀρχαίαν προσηγορίαν. ἵνα δ’, ὃ λέγω, σαφέστερόν τε καὶ
2. ἐναργέστερον μάθῃς, τὸ τῶν Ῥωμαίων ὄνομα καλέσας αὐτὸ,
3. οὐκ ἀπὸ τῆς θέσεως οὐδ’ ἀπ’ ἄλλου τινὸς τῶν συμβεβηκότων
4. γεγονὸς, ἀλλ’ αὐτῆς τῆς οὐσίας δηλωτικὸν ὑπάρχον,
5. εἴσῃ σαφῶς, ὅτι μηδὲν κωλύει σε λέγειν, ἀνθρώποις μὲν ἐν
6. τῇ κεφαλῇ τὸ κέρεβρον εἶναι (τοῦτο γὰρ αὐτὸ ὀνομάζουσι),
7. καρκίνοις δ’ ἐν τῷ στέρνῳ. ἄγε δὴ μὴ κέρεβρος, ἀλλὰ
8. σκινδαψὸς καλείσθω· καὶ ὥσπερ, ὅ τι ἂν ὀπτικὸν ὄργανον
9. ᾖ, τοῦτο ὀφθαλμὸν ὀνομάζομεν, οὐκ ἐὰν ἐν τῇ κεφαλῇ
10. μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν στέρνων ᾖ τεταγμένον, οὕτως,
11. ὅ τι ἂν ἐν ζώῳ μόριον αἰσθήσεως καὶ κινήσεως τῆς
12. κατὰ προαίρεσιν ἡγῆται τοῖς ἄλλοις, σκινδαψὸς καλεῖται.
13. εἰ γὰρ ὁ μὲν ἐγκέφαλος ἀρχὴ αἰσθήσεως καὶ κινήσεως,
14. αἴσθησιν δὲ καὶ κίνησιν ἔχει τινὰ μὴ ἔχοντα
15. κεφαλὴν, ἀλλ’ ἐγκέφαλον, ἢ τὸ ἀνάλογον ἐγκεφάλῳ,
16. δῆλον ὅτι οὐ διὰ τὸν ἐγκέφαλον γέγονεν. ἆρ’ ἔτι δυνησόμεθα
17. λέγειν τὸ ἀνάλογον τῷ σκινδαψῷ τοὺς καρκίνους
18. ἔχειν, ἢ οὐδαμῶς δηλονότι ; τῷ γὰρ αὐτῷ ὀνόματι καλεῖν
1. ἅπαντα τὰ τῆς ἐνεργείας ὄργανα προσήκει. τὰ μὲν
2. ὁρῶντα πάντα (κᾂν ταῖς κατὰ μέρος ἰδέαις ἐξαλλάττηταί
3. τε καὶ ποικίλληται) δίκαιον ὀφθαλμοὺς ὀνομάζειν,
4. τὰ δ’ ἀκούοντα κατὰ τὸν αὐτὸν λόγον ὦτα, τὰ δ’ ὀσμώμενα
5. ῥῖνας. οὕτως οὖν καὶ τὸ κατάρχον αἰσθήσεώς τε καὶ
6. κινήσεως ἓν καὶ ταὐτὸν ἐν ἅπασι τοῖς ζώοις ἐστὶ, κᾂν ἐν
7. διαφέρουσιν εὑρίσκηται τόποις. ὥσπερ οὖν καὶ τοῖς εἰρημένοις
8. ζώοις ἐν τοῖς στέρνοις τέτακται, καὶ οὐκέτ’ ἀναγκαία
9. φαίνεται τῆς κεφαλῆς ἡ γένεσις διὰ τοῦτο τὸ μόριον, οὐ
10. μὴν οὐδὲ διὰ τὸ στόμα· καὶ γὰρ αὖ τοῦτο τοῖς αὐτοῖς
11. ζώοις ἐν τοῖς στέρνοις ἐστίν· οὐκοῦν οὐδὲ διὰ τὰ ὦτα·
12. καὶ γὰρ καὶ ταῦτα τὴν αὐτὴν θέσιν ἔχει· οὕτω δὲ καὶ ῥῖνες
13. καὶ τῶν ἄλλων ἕκαστον ὀργάνων τοῖς οὐκ ἔχουσι κεφαλὴν
14. ζώοις ἀμφὶ τῷ στέρνῳ τέτακται.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 8.4, ed. Kühn, 1822, vol. 3, p. 625-630. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩