Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 8.5, ed. Kühn, 1822, vol. 3, p. 630-636. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.5

15. Τί δ’ οὖν ἐστιν, οὗ χάριν ἐν τοῖς πλείστοις
16. ζώοις ἡ φύσις ἐποίησε κεφαλὴν, οὐκ ἄν μοι δοκοῦμεν εὑρεῖν
1. ἄλλως γε, ἢ ὡς δὴ νῦν γε ζητεῖν ἀπηρξάμεθα. τίνος
2. γὰρ ἀπολείπεται μορίου τῶν ἐν τῇ κεφαλῇ τεταγμένων τὰ
3. στέρνα τῶν οὐκ ἐχόντων ζώων κεφαλὴν, εἴπερ εὕρομεν, οὐκ
4. ἂν ἀπὸ τρόπου φαίημεν ἐκείνου χάριν αὐτὴν γεγονέναι.
5. μέθοδος μὲν αὕτη τῆς εὑρέσεως· εἴη δὲ καὶ εὑρεθῆναι τὸ
6. ζητούμενον· εὑρεθείη δ’ ἂν ᾧδέ πως. ὀφθαλμοὶ καὶ καρκίνοις
7. καὶ φαλαίναις καὶ καράβοις καὶ πᾶσι τοῖς ἀκεφάλοις
8. ζώοις ἐπ’ αὐχέσι προμήκεσιν ἔφυσαν. οὐ γὰρ ἐνεχώρει
9. ταπεινοὺς εἶναι καὶ τούτους, ὥσπερ στόμα τε καὶ ῥῖνας
10. καὶ ὦτα· τὸ γὰρ ἔργον αὐτῶν ὑψηλοῦ δεῖται χωρίου.
11. ταῦτ’ ἄρα καὶ ὅσοι πολεμίων ἔφοδον ἢ λῃστῶν προσκοποῦνται,
12. τείχεσί τε καὶ πύργοις ὑψηλοῖς ἢ καὶ τισιν ὄρεσιν
13. ἐπαναβαίνουσιν. ἀλλὰ καὶ ὅσοι ταῖς κεραίαις τῶν πλοίων
14. ἐπανίασι, πρότεροι τὴν γῆν καθορῶσι τῶν ἐν τῇ νηῒ πλωτήρων.
15. ὁ γὰρ ἐπὶ μετεώρου βεβηκὼς πλείονα χωρία θεᾶται
16. τῶν ἐκ ταπεινοτέρου. τοῖς οὖν εἰρημένοις ζώοις, ὀστρακῶδές
17. τε καὶ σκληρὸν ἔχουσι τὸ δέρμα, δυνατὸν ἦν ὑψηλοῖς
1. αὐχέσιν ἀσφαλῶς ἐπιθεῖναι τοὺς ὀφθαλμοὺς, αὐτούς τε
2. σκληροὺς ἔσεσθαι μέλλοντας καὶ τὸν ἔξωθεν αὐτοῖς περικείμενον
3. χιτῶνα τὸν ἀπὸ τοῦ δέρματος πεφυκότα σκληρότατον
4. ὁμοίως τῷ δέρματι δυναμένους ἔχειν. ἀνθρώποις δὲ
5. καὶ τοῖς ἄλλοις ζώοις, ὅσα τούτοις παραπλήσια, μαλακοὺς
6. ἐξ ἀνάγκης τοὺς τε ὅλους ὀφθαλμοὺς ἕξειν μέλλουσι διὰ
7. τὴν τοῦ σώματος οὐσίαν καὶ προσέτι τὸν ἔξωθεν αὐτοῖς
8. ἐπιφυόμενον μαλακὸν ὁμοίως ὅλῳ τῷ δέρματι, προμήκεσιν
9. αὐχέσι προπετεῖς ὀφθαλμοὺς ἐπιθεῖναι σφαλερώτερον ἦν,
10. ὅπου καὶ αὐτοῖς τοῖς ὀστρακοδέρμοις οὐκ ἀεὶ προπετεῖς εἰσιν,
11. ἀλλ’ εἰς τὸ κοῖλον ἰόντα, καὶ ἢν ἐπιφερόμενόν τινα
12. κατ’ αὐτῶν δείσαντα τύχῃ, καὶ ἢν ἄλλως ἐνεργεῖν μὴ δέηται,
13. κλίναντα κατὰ τοῦ στέρνου τοὺς ὀφθαλμοὺς ἀσφαλῶς
14. ἀναπαύει, χώραν κᾀνταῦθα τῆς ἀποθέσεως αὐτοῖς προπαρεσκευακυίας
15. τῆς φύσεως. ἐπεὶ τοίνυν τὸ μὲν ἐν ταπεινῷ
16. τεθῆναι τοὺς ὀφθαλμοὺς ἡμῶν οὐ κατὰ τὴν χρείαν
17. ἦν αὐτῶν, τὸ δ’ αὐχέσιν ἐπιτεθῆναι γυμνοῖς οὐκ ἦν
18. ἀσφαλές, ἐβούλετο δὲ ἡ φύσις μήτε τῆς χρείας κωλῦσαί
1. τι, μήτε τὴν ἀσφάλειαν διαφθεῖραι, ἐξεῦρεν ἐργάσασθαι
2. μόριον αὐτοῖς ὑψηλόν τε ἅμα καὶ φρουρεῖν ἱκανὸν, ἄνωθεν
3. μὲν ὀφρῦς ὑπερθεῖσα, κάτωθεν δὲ τὸ καλούμενον μῆλον
4. ὑψώσασα, τοῖς δ’ ἐντὸς μέρεσι τὴν ῥῖνα παραθεῖσα,
5. τοῖς δ’ ἐκτὸς τὴν τοῦ καλουμένου ζυγώματος ἔκφυσιν.
6. ἀλλ’ οὔπω τὸ τούτων ἄθροισμα κεφαλὴ, ἄνευ δὲ κεφαλῆς
7. εἶναι ταῦτα δύναται. τίς οὖν ἀνάγκη, καὶ τἄλλα ταύτῃ
8. θεῖναι μόρια, ὧν ἡ σύνταξις ὀνομάζεται κεφαλή; τῶν αἰσθητηρίων
9. ἓν ἕκαστον νεύρου δεῖται μαλακοῦ· νεύρου μὲν,
10. ὅτι τοῦτ’ ἔστιν αἰσθήσεων ὄργανον, μαλακοῦ δὲ, ὅτι διατεθῆναί
11. πως δεῖ καὶ παθεῖν τι τὸ αἰσθητήριον ὑπὸ τοῦ
12. προσπεσόντος ἔξωθεν, ἵν’ αἴσθησις γένηται. ἔστι δὲ πρὸς
13. μὲν τὸ παθεῖν ἐπιτηδειότερον τὸ μαλακὸν, πρὸς δὲ τὸ δρᾶσαι
14. τὸ σκληρόν. ταῦτ’ ἄρα τοῖς μὲν αἰσθητηρίοις μαλακῶν,
15. τοῖς δὲ ἄλλοις πᾶσι μορίοις τῶν σκληρῶν νεύρων ἐδέησε.
16. καὶ αὐτοῖς δὲ τοῖς αἰσθητηρίοις, ὅσα κινεῖται κατὰ προαίρεσιν,
17. οἷον ὀφθαλμοῖς καὶ γλώττῃ, διττὸν γένος νεύρων 
1. ἐστὶν, οὐχ ὥσπερ ὠσὶ καὶ ῥισὶν ἓν μόνον τὸ μαλακόν.
2. καὶ τοίνυν καὶ παθόν ποτε τὸ ἕτερον αὐτῶν εἰς τὴν ἀφ’
3. ἑαυτοῦ χρείαν μόνην ἔβλαψε τὸ μόριον. ἑωρᾶτο γοῦν οὐκ
4. ὀλιγάκις ποτὲ μὲν εἰς τὴν κίνησιν ἡ γλῶττα, ποτὲ δὲ εἰς
5. τὴν τῶν χυμῶν διάγνωσιν καὶ ἀντίληψιν ἐμποδιζομένη. καὶ
6. μὲν δὴ καὶ τὰς ἐκφύσεις τε τὰς ἄνωθεν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου
7. καὶ τὰς ἄχρι τῶν αἰσθητηρίων ὁδοὺς οὐ τὰς αὐτὰς
8. ἔχει τά τε μαλακὰ νεῦρα καὶ τὰ σκληρά. τὰ μὲν γὰρ
9. τῶν μαλακῶν αὐτοῦ, τὰ δὲ τῶν σκληρῶν ἐκφύντα μορίων
10. ἔρχεται, τὰ μὲν εὐθὺ τῶν αἰσθητηρίων, τὰ δὲ ἐν κύκλῳ
11. πη περιϊόντα. τῶν γοῦν εἰς τὴν γλῶτταν καθηκόντων νεύρων
12. τὰ μὲν ἐκ τῶν κάτω τε καὶ πρόσω, τὰ δὲ ἐκ τῶν
13. ὀπίσω τε καὶ πλαγίων ἐκφύντα, τὰ μὲν εἰς αὐτὴν εὐθέως
14. ἐμφύεται, τὰ δ’ ἕτερα τὰ σκληρότερα περὶ τὸν τράχηλον
15. ἑλίττεται πρότερον, ἀλλὰ καὶ διασπείρεται, τὰ μὲν εἰς τὴν
16. ἐκτὸς αὐτῆς ἐπιφάνειαν, τὰ μαλακὰ, τὰ δὲ εἰς τοὺς μῦς,
17. τὰ σκληρά. διὰ μὲν γὰρ τῶν ἐκτὸς ἑαυτῆς μερῶν ὁμιλεῖ
1. τοῖς χυμοῖς, ὑπὸ δὲ τῶν μυῶν κινεῖται. δεόντως οὖν τὰ
2. μὲν αἰσθήσεσθαι μέλλοντα τοῖς ἐπιτηδειοτέροις εἰς τὴν διάγνωσιν
3. ἐνέφυ μορίοις, θάτερα δὲ, τὰ σκληρὰ, τοῖς τῆς κινήσεως
4. ὀργάνοις, τοῖς μυσίν. οὕτω δὲ καὶ τῶν ἐν ὀφθαλμοῖς
5. νεύρων τὰ μὲν εἰς τοὺς μῦς αὐτῶν ἐμφύεται, τὰ
6. σκληρὰ, τὰ δ’ εἰς τὸ πρῶτόν τε καὶ κυριώτατον ὄργανον
7. τῆς ὄψεως, τὸ κρυσταλλοειδὲς ὑγρόν. ἀλλ’ οὔτε τούτων
8. αὐτῶν τῶν ἐπὶ τοὺς ὀφθαλμοὺς ἰόντων νεύρων τῶν μαλακῶν,
9. οὔτε τῶν ἐπὶ τὴν γλῶτταν, ἀλλ’ οὐδὲ τῶν ἐπ’ ὦτα
10. καὶ ῥῖνας ἔστιν ἰδεῖν τι μετὰ τὸ διεκπεσεῖν τοῦ κρανίου
11. προσωτέρω χωροῦν, ὥσπερ τῶν ἄλλων ἕκαστον τῶν σκληρῶν·
12. ἀπεῤῥάγη τε γὰρ ἂν εὐθέως, ἐθλάσθη τε ἂν ῥᾳδίως,
13. οὐχ ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων μόνον, ἀλλὰ καὶ
14. πολὺ πρότερον ὑπ’ αὐτῶν τῶν ἐν τῷ σώματι μορίων, τῶν
15. ὁπωσοῦν ὁμιλούντων αὐτοῖς. διὰ ταύτην οὖν τὴν αἰτίαν
16. πλησίον εἶναι χρὴ τῶν αἰσθητηρίων ἕκαστον αὐτῷ τῷ ἐγκεφάλῳ.
17. εἰ δὲ τοῦτο, τὸ ἐξ ἀρχῆς ζητούμενον ἤδη πέρας
18. ἔχει. φαίνεται γὰρ ὁ μὲν ἐγκέφαλος ἐν τῇ κεφαλῇ τετάχθαι
1. διὰ τοὺς ὀφθαλμοὺς, ἕκαστον· δὲ τῶν ἄλλων αἰσθητηρίων
2. διὰ τὸν ἐγκέφαλον. ἀλλὰ καὶ περὶ τοῦ στόματος ἤδη
3. πρόδηλον, ὡς ἐχρῆν καὶ τοῦτο προσκεῖσθαι τῇ κεφαλῇ,
4. μέλλον γε περιέξειν τὴν γλῶτταν· οὔτε γὰρ γυμνὴν καὶ
5. τελέως ἀσκέπαστον ἄμεινον ἦν ὑπάρχειν αὐτὴν, οὔτ’ ἄλλῳ
6. τινὶ μᾶλλον ἢ τῷ στόματι σκέπεσθαι. καὶ γὰρ καὶ τοὺς
7. χυμοὺς ἐνταῦθα ταχθεῖσα κάλλιον ἔμελλε διαγνώσεσθαι, καὶ
8. διαλεκτικὸν ὄργανον ἔσεσθαι, καὶ μασήσει τε καὶ καταπόσει
9. συνεργήσειν οὐ σμικρά.

Cliquer un n° de page pour en afficher l’image