17. Ἀλλὰ τὰ προκείμενα τῶν μηνίγγων
18. ὀστᾶ ταῦτα τὰ πολύτρητα καὶ σηραγγώδη, τὰ καλούμενα
1. πρὸς τῶν ἀνατομικῶν ἠθμοειδῆ, τῆς τοιαύτης βλάβης ἀλεξήματα
2. γέγονε. βέλτιον δ’ ἦν οὐκ ἠθμοειδῆ καλεῖν αὐτὰ
3. μᾶλλόν περ ἢ σπογγοειδῆ, καθάπερ Ἱπποκράτης εἴκαζε.
4. ποικίλα γοῦν ἐστι ταῖς κατατρήσεσιν, ὥσπερ αἱ σπογγιαὶ,
5. καὶ οὐκ εὐθύτρητα, καθάπερ οἱ ἠθμοί. αὐτὴ μὲν γὰρ ἡ
6. σκληρὰ μήνιγξ, ἡ σκέπουσα τὸν ἐγκέφαλον, διατέτρηται δίκην
7. ἠθμοῦ, τὰ προκείμενα δὲ αὐτῆς ὀστᾶ πολυειδέστερον
8. ἔτι καὶ ὥσπερ αἱ σπογγιαὶ, μήτ’ ἐξ εὐθείας ἀλλήλοις τῶν
9. πόρων κειμένων, μήθ’ ὅλως εὐθέων ἁπάντων ὑπαρχόντων,
10. ἀλλ’ ἔστιν ὧν καὶ τοιούτων, τῶν πλείστων μέντοι σκολιῶν
11. τε ἅμα καὶ περιφερῶν, ὥστ’ ἄλην τέ τινα μακρὰν καὶ περίοδον
12. συχνὴν ἐκπεριελθεῖν δεῖ πρότερον, εἴ τι μέλλει δι’
13. αὐτῶν ὁδοιπορῆσαν ἐπὶ τὸν ἐγκέφαλον ἰέναι. καὶ μοι δοκεῖ
14. τινα δείξειν ἑτέραν ἐνταῦθα σοφίαν οὐ σμικρὰν τοῦ τῶν
15. ζώων δημιουργοῦ. ἔμπροσθεν μὲν γὰρ ἐπῃνοῦμεν αὐτὸν,
16. ὅτι πολλάκις ἓν ὄργανον ἐπιτήδειον ἔργοις πολλοῖς παρασκευάζει·
17. νυνὶ δὲ πλέον ἔτι δεικνύειν ἔχομεν, ὡς ἀλλήλων
1. ἐστὶ τοῖς ἔργοις τούτοις οὐ σμικρὰ χρεία. ἐπειδὴ γὰρ ἅπαξ
2. ἐγένετο ταῦτα δὴ τὰ τοῖς σπόγγοις ἐοικότα προβλήματα
3. τῆς κατὰ τὸν ἐγκέφαλον ἀσφαλείας ἕνεκα, πηρὸν ἐξ αὐτῶν
4. ἐκινδύνευεν ἀποδειχθῆναι τὸ τῆς ὀσφρήσεως ὄργανον, εἰ μῆ
5. καὶ τὴν ἀναπνοὴν προσεκτήσατο. διὰ γὰρ τῶν σπογγοειδῶν
6. σωμάτων διεξέρχεσθαι ῥᾳδίως οὐδὲν δύναται μόναις ταῖς
7. σωματικαῖς ποδηγούμενον ῥοπαῖς, ἀλλ’ ὕδατός γε πολλάκις
8. ἐν αὐτοῖς περιεχομένου, φύσιν ἔχοντος ἀεὶ κάτω ῥέπειν καὶ
9. ταύτην φέρεσθαι τὴν ὁδὸν, ὅμως οὐδὲν ἐκρεῖ, καίτοι γε
10. τῶν ἠθμοειδῶν ὀργάνων διεκπίπτει διὰ ταχέων. καὶ τοὐναντίον,
11. εἰ ἀτμοὶ ὑποτίθενται, κωλύει διέρχεσθαι ἄνω τὰ
12. σπογγοειδῆ, συγχωρεῖ δ’ ἀνιέναι τὰ ἠθμοειδῆ· ταυτὶ γὰρ
13. μόνην αὐτῶν σχίζει τὴν συνέχειαν, ὅσα δὲ σπογγοειδῆ, καὶ
14. τῆς οἰκείας ἐπέχει φορᾶς. ὥστ’, εἰ μέλλει τι ταχέως ἐκπεσεῖσθαι
15. τοιούτου σώματος, ἤτοι θλίβεσθαι πανταχόθεν
16. αὐτὸ χρὴ, καθάπερ ὑπὸ τῆς χειρὸς ἡ σπογγιὰ, ἢ ἕλκεσθαι
17. βιαίως, ὥσπερ εἰ προσθεὶς τὰ χείλη ἐκμυζήσειας, ἢ ὑπό
1. του προωθεῖσθαι κατόπιν ἐπείγοντος, ὥσπερ ὅταν ἐμφυσῶντες
2. τοῖς τοιούτοις ὀργάνοις ἐκφράττωμεν αὐτά. τοῖς
3. τοίνυν σπογγοειδέσιν ὀστοῖς ἐκείνοις ἡ μὲν τῆς εἰσπνοῆς τε
4. καὶ τῆς ἐκπνοῆς ἐνέργεια καλῶς ἂν ἐπεραίνετο. ἡ μὲν γὰρ
5. ἕλκοντος ἔσω τὸν ἀέρα τοῦ ἐγκεφάλου, ἡ δὲ ὠθοῦντος ἔξω
6. γίνεται. οὔτε γὰρ ἐκκαθαίρεσθαι ταυτὶ τὰ περιττώματα δυνατὸν
7. ἦν, ὅτι μὴ χρόνῳ πολλῷ κατὰ βραχὺ διηθούμενα,
8. καὶ ἡ τῶν ἀτμῶν ἄνοδος οὐδ’ ὅλως ἂν ἐγίνετο, φθανόντων
9. διὰ τὸ βραδὺ τῆς διεξόδου συνίστασθαί τε πρὸς ἀλλήλους
10. καὶ περιπλέκεσθαι καὶ ἀθροίζεσθαι, καὶ αὖθις εἰς τὴν
11. ἀρχαίαν ἐπανέρχεσθαι φύσιν, ἐξ ἧς λεπτυνθείσης ἐγεγόνεισαν.
12. ἀλλὰ νῦν γε μιχθεισῶν τῶν ἐνεργειῶν παρεμπόρευμα τῆς
13. μὲν εἰσπνοῆς ἡ τῶν ὀδμῶν γίνεται διάγνωσις, τῆς δ’ ἐκπνοῆς
14. ἡ τῶν περιττωμάτων ἔκκρισις, ἡ δὲ ῥύμη τῆς ἐν ταύταις
15. ταῖς ἐνεργείαις φορᾶς τοῦ πνεύματος συνεπισύρεται πολλὰ τῶν
16. κατὰ μόνας ἀδυνατούντων διελθεῖν. αὕτη δ’ αὖ πάλιν ἡ
17. τῶν ὀσμῶν διάγνωσις οὐ σμικρὰ προσωφελεῖ τὴν ὅλην ἀναπνοὴν,
18. οὐκ ἐῶσα διαλανθάνοντας τοὺς μοχθηροὺς ἀτμοὺς
1. συνεισέρχεσθαι τῷ καθαρῷ πνεύματι· λυπουμένη γὰρ
2. ὑπ’ αὐτῶν ἡ αἴσθησις ἀναγκάζει δυοῖν θάτερον, ἢ φεύγειν
3. ὅτι τάχιστα ἀπ’ αὐτῶν, ἢ προσφέρειν τι ταῖς ῥισὶ
4. τοιοῦτον, οἷον κωλύειν μὲν τοὺς ἀτμοὺς, διαπέμπειν δὲ τὸν
5. ἀέρα. καὶ μὲν δὴ καὶ τὸ καθαίρεσθαι τοὺς ὀσφρητικοὺς
6. πόρους, ὑπὸ γλίσχρων ἢ παχέων ἐνίοτε φραχθέντας περιττωμάτων,
7. οὐχ οἷόν τ’ ἦν ἑτέρως ἄμεινον, ἢ ὡς νῦν ἔχει,
8. κατασκευασθῆναι. οὐ γὰρ ὀσφρητικοὶ μόνον, ἀλλὰ καὶ
9. ἀναπνευστικοὶ γεννηθέντες, ἑκατεράκις ἐκκαθαίρονται, ποτὲ
10. μὲν ἔσω, ποτὲ δ’ ἔξω τοῦ πνεύματος ἰόντος. εἰ δὲ καὶ μειζόνως
11. ποτὲ φραχθεῖεν, ἢ ὡς ταῖς μετρίαις τε καὶ συνήθεσι φοραῖς
12. αὐτοὺς ἐκκαθαίρεσθαι, τὴν καλουμένην ἐκφύσησιν, ἀθρόαν
13. οὖσαν ἐκπνοὴν, ἐργασάμενοι τῷ σφοδρῷ τῆς κινήσεως ἐκμοχλεύσομεν
14. ἅπαν, ὅσον ἰσχυρῶς ἐνεσφήνωτο. ὥστ’ οὐ μικρὰν ταύτην
15. ἀμοιβὴν οὐδὲ τυχόντα τινὰ ἔρανον ἀντεισφέρουσιν ἀλλήλαις
16. αἱ κατὰ τὰ πέρατα τῶν προσθίων κοιλιῶν ἐνέργειαί τε καὶ
17. χρεῖαι πλείονες ἅμα γενηθεῖσαι. ἀλλ’ εἴς τε τὸ ζῇν τὸ ζῶον
1. καὶ εἰς τὸ κάλλιον ζῇν ἐξεῦρεν αὐτῶν ἡ φύσις τὴν κοινωνίαν,
2. κέρδους οὐ σμικροῦ προσιόντος καὶ τοῦ μὴ δεῖσθαι
3. τοσούτων ὀργάνων κατασκευῆς, ὅσων καὶ χρειῶν, ἀλλ’ ἀρκεῖ
4. πολλάκις ἓν ὄργανον ἐνεργείαις τε καὶ χρείαις πολλαῖς.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 8.7, ed. Kühn, 1822, vol. 3, p. 651-656. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩