Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 8.8, ed. Kühn, 1822, vol. 3, p. 656-658. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.8

5. Ὥσπερ οὖν καὶ ἡ μήνιγξ ἡ λεπτὴ ἅμα μὲν
6. στηρίζει τὸν ἐγκέφαλον, ἅμα δὲ σκέπει, καὶ πρὸς τούτοις
7. ἔτι σύνδεσμος γίνεται τῶν κατ’ αὐτὸν ἀγγείων ἁπάντων.
8. ἔοικε μὲν γὰρ ἐμβρύου χορίῳ καὶ μεσαραίῳ ζώου. καὶ γὰρ
9. ἐκείνων ἑκάτερον ἐκ πολλῶν ἀρτηριῶν καὶ φλεβῶν ἐγγὺς
10. ἀλλήλων κειμένων, ὑμένι λεπτῷ τὰ μεταξὺ διαστήματα συνυφασμένῳ
11. ἐγένετο. καὶ ἡ μήνιγξ ὡσαύτως ἁπάσας συνδεῖ
12. τὰς κατὰ τὸν ἐγκέφαλον ἀρτηρίας τε καὶ φλέβας, ὅπως μὴ
13. παραλλάττοιέν τε καὶ περιπλέκοιντο, καὶ τῆς θέσεως ἐξίσταιντο
14. κατὰ τὰς κινήσεις, ἀστήρικτον ἔχουσαι τὴν βάσιν,
15. ὡς ἂν ἐφ’ οὕτως ὑγροῦ καὶ μαλακοῦ καὶ ὀλίγου δεῖν ῥυτοῦ
16. σώματος ὀχουμένας. διὰ τοῦτο γὰρ οὐδὲ περιέχει μόνον
17. τὸν ἐγκέφαλον, ἀλλὰ καὶ διὰ τοῦ βάθους αὐτοῦ διαδύεται,
1. καὶ πάντη διεξέρχεται, καὶ ὅλον αὐτὸν διαπλέκει, πανταχόσε
2. τοῖς ἀγγείοις παρεκτεινομένη μέχρι τῆς ἔνδον εὐρύτητος
3. τῶν κοιλιῶν. ἀλλ’ ἐνταῦθα μὲν οὐκ οἶδ’ ὅπως οὐκ
4. ἀποθέμενοι τὸν ὕπνον οἱ πολλοὶ τῶν ἀνατομικῶν χοριοειδῆ
5. πλέγματά τε καὶ συστρέμματα καλοῦσι τὸ μόριον τῆς λεπτῆς
6. μήνιγγος, ὅσον ὑπέζωκε τὰς κοιλίας ἔνδοθεν, ἐπὶ δὲ τῶν
7. ἄλλων μερῶν οὐκ ἐθέλουσιν οὔτε εἰκάζειν οὔτε ὀνομάζειν
8. ὡσαύτως. ἀλλ’ ἡμεῖς γε καὶ τὴν φύσιν αὐτοῦ καὶ τὴν
9. χρείαν τὴν αὐτὴν χορίῳ τε καὶ μεσεντερίῳ γνωρίζομέν
10. τε καὶ ἀποφαινόμεθα, καὶ συνδεῖν φαμὲν ἐν ἐκείνοις
11. καὶ ἀρτηρίας καὶ φλέβας, ἐνταυθοῖ δὲ καὶ ταύτας μὲν,
12. ἀλλὰ καὶ τὸν ἐγκέφαλον αὐτόν. ἱκανὴ δὲ πίστις τοῦ συνέχεσθαί
13. τε καὶ σφίγγεσθαι πρὸς τῆς λεπτῆς μήνιγγος τὸν
14. ἐγκέφαλον ἡ νῦν μέλλουσα λεχθήσεσθαι. λαβὼν γὰρ οὗ
15. βούλει ζώου (κάλλιον δὲ ἦν τῶν μειζόνων τούτων) γεγυμνωμένον
16. μὲν πανταχόθεν ἤδη καὶ τὸν ἐγκέφαλον, ἐπικείμενον
17. δ’ ἔτι καὶ συνεχόμενον τοῖς κατὰ τὴν βάσιν, ἀποδέρειν
18. αὐτοῦ πειρῶ τὴν λεπτὴν μήνιγγα, θεώμενος εὐθέως,
1. ὡς καθ’ ἕκαστον τῶν γυμνουμένων μορίων ἀποχεῖταί τε καὶ
2. πλατύνεται πρὸς τοὐκτὸς, ἡνίκα δὲ ἤδη γυμνὸς ᾖ, πανταχόθεν
3. ἀντὶ στρογγύλου τε καὶ περιφεροῦς πλατὺς γίνεται,
4. καταπιπτόντων τε αὐτῷ καὶ περιῤῥεόντων τῶν ὑψηλῶν
5. μερῶν εἰς τὰ πλάγια, καίτοι ταῦτα σοῦ δρῶντος ἐπὶ
6. τεθνεῶτος δηλονότι τοῦ ζώου, πολὺ μὲν ἤδη πνεῦμα,
7. πάμπολυς δ’ ἀτμὸς ἐκκεκένωται, πᾶσα δ’ ἡ σύμφυτος
8. θερμασία αὐτὸν ἀπολέλοιπεν, ὅσον θ’ αἵματος ἢ φλέγματος
9. ἤ τινος ἄλλης ὑγρότητος ἐν αὐτῷ περιείχετο, πέπηγεν
10. ἅπαντα ὑπὸ τῆς ψύξεως, ὥστ’ ἐξ ἁπάντων τούτων
11. σκληρὸς καὶ ψυχρὸς γέγονεν. ἀλλ’ ὅμως καὶ νῦν ἔτι σαφῶς
12. ἐνδείκνυται σφίγγεσθαί τε καὶ συνέχεσθαι δεόμενον
13. ὑπὸ τῆς χοριοειδοῦς μήνιγγος. πῶς οὖν οὐχὶ πολὺ μᾶλλον
14. περιόντος τοῦ ζώου τῆς αὐτῆς ἐδεῖτο; καὶ γὰρ οὖν καὶ σκέπασμα
15. σύμφυτον ἔχων αὐτὴν πολὺ μᾶλλον, ὅθ’ ὑγρὸς ἦν
16. ἔτι καὶ μαλακὸς, ἐδεῖτο, ἢ ὡς νῦν ἐπὶ τεθνεῶτος ἤδη τοῦ
17. ζώου φαίνεται διακείμενος.

Cliquer un n° de page pour en afficher l’image