1. Ἔστι μὲν γὰρ αὐτοῦ καὶ ἡ παχεῖα μήνιγξ
2. σκέπασμα· μᾶλλον δ’ οὐχ ἁπλῶς σκέπασμα χρὴ καλεῖν αὐτὴν,
3. ἀλλ’ οἷον ἀμυντήριόν τι πρόβλημα ταῖς τοῦ κρανίου
4. προσβολαῖς ἐγκείμενον· ἀλλ’ ἥ γε λεπτὴ τὸ ξύμφυτόν ἐστιν
5. ὄντως αὐτοῦ σκέπασμα. καὶ γὰρ δὴ καὶ ἀφέστηκεν ἀπ’ αὐτοῦ
6. ἡ παχεῖα, τοῖς διεκπίπτουσιν ἀγγείοις μόνοις συνεχομένη,
7. καὶ εἴπερ μὴ μέσην ἡ φύσις ἐτετάχει τὴν λεπτὴν, οὐκ
8. ἂν ἄλυπος ἡ πρὸς τὴν παχεῖαν μήνιγγα ἐγκεφάλου γειτνίασις
9. ὑπῆρχεν. ὥσπερ οὖν ὁ Πλάτων γῆς καὶ πυρὸς, ἐπειδὴ
10. πόῤῥω τὴν φύσιν ἀλλήλων ἦσαν, ὕδωρ τε καὶ ἀέρα μεταξὺ
11. θεῖναί φησι τὸν θεὸν, οὕτω κᾀγὼ φαίην ἂν ἐγκεφάλου τε
12. καὶ κρανίου, πόῤῥω ταῖς οὐσίαις διεστηκότων, ἐν τῷ μεταξὺ
13. θεῖναι τὴν φύσιν ἀμφοτέρας τὰς μήνιγγας, οὐκ ἀρκεσθεῖσαν
14. ἑνὶ δεσμῷ φιλίας συναγωγῷ. χρὴ γὰρ οὐ τῇ θέσει μόνον
15. ἐν τῷ μέσῳ τετάχθαι τὸ μέσον ὄντως, ἀλλὰ καὶ τῇ
16. φύσει. τῇ φύσει δέ ἐστι μέσον, ὃ κατὰ τὴν αὐτὴν ἀναλογίαν
17. ἀφέστηκε τῶν ἄκρων. οὐδετέρα δ’ ἀπεῖχε τῶν μηνίγγων
1. ἀνάλογον ἐγκεφάλου τε καὶ κρανίου. ἀλλ’ ἡ μὲν λεπτὴ
2. πλεῖον τῆς ὀστοῦ σκληρότητος ἀπελείπετο, ἤπερ αὖ τῆς τοῦ
3. ἐγκεφάλου μαλακότητος ἐπλεονέκτει· ἔμπαλιν δὲ ἡ παχεῖα
4. πάμπολυ μὲν ἐγκεφάλου σκληροτέρα, βραχὺ δ’ ἦν ὀστοῦ
5. μαλακωτέρα. ὥστ’ εἰ μὲν τὴν λεπτὴν μόνην ἡ φύσις ἐδημιούργησεν,
6. οὐκ ἂν ἦν ἀζήμιος ἡ. πρὸς τὸ κρανίον αὐτῆς
7. ὁμιλία· εἰ δέ γε τὴν σκληρὰν, αὐτὸς ἂν οὕτως ὁ ἐγκέφαλος
8. ἐπόνει. ἵν’ οὖν μήτ’ ἐκεῖνός τι πάσχῃ, μήτε τὸ σκέπασμα,
9. προτέρα μὲν ἡ λεπτὴ μήνιγξ, ἐπ’ αὐτῇ δ’ ἡ παχεῖα γέγονεν,
10. ὅσον ὀστοῦ μαλακωτέρα, τοσοῦτον τῆς λεπτῆς οὖσα σκληροτέρα.
11. ὅσον δὲ ταύτης ἐστὶν ἡ λεπτὴ μαλακωτέρα, τοσοῦτον
12. ἐκείνης ὁ ἐγκέφαλος. διτταῖς οὖν ἡ φύσις μεσότησι χρησαμένη,
13. καίτοι ποῤῥωτάτω ταῖς ποιότησιν ὑπαρχούσαις, τὸ
14. κρανίον καὶ τὸν ἐγκέφαλον ἐγγὺς ἀλλήλων ἀλύπως κατέθετο.
15. ἡ μὲν οὖν χοριοειδὴς μήνιγξ σύμφυτόν ἐστιν ἐγκεφάλου
16. σκέπασμα, καθάπερ τι δέρμα ζώου· ταύτης δ’ ἡ παχεῖα
17. σύμφυτον μὲν οὐκέτι, πολλαχόθεν μέντοι συμφυές. αὐτῇ
18. δ’ αὖ πάλιν τῇ παχείᾳ τὸ περικείμενον ἔξωθεν ὀστοῦν, ὃ
1. δὴ καὶ κρανίον ὀνομάζουσι, καθάπερ τι κράνος ἐπίκειται.
2. οὐδὲ γὰρ οὐδὲ τούτων ὠλιγώρηταί τι τῇ φύσει, ἀλλ’ ὥσπερ
3. οἱ ἀγαθοὶ δημιουργοὶ, σύμφυτον μὲν οὐ δυνάμενοι τὸ κράνος
4. ἀπεργάσασθαι, δεόμενοι δ’ ὅτι μάλιστα σφίγγεσθαι
5. πανταχόθεν ὑπ’ αὐτοῦ τὴν κεφαλὴν ἀσφαλῶς, δεσμοὺς
6. ἐπιτηδείους προπαρασκευάζουσιν ἐν ταῖς εὐκαίροις περιβολαῖς,
7. καὶ οὕτως αὐτὰς συναρμόζουσιν ἀκριβῶς, ὡς μηδὲν
8. ἀπολείπεσθαι δοκεῖν τῶν συμφύτων, οὕτω καὶ ἡ φύσις,
9. ἐπειδὴ διὰ τὴν τῆς οὐσίας ἀνομοιότητα σύμφυτον οὐκ ἠδύνατο
10. πάντη τὴν μήνιγγα τῷ κρανίῳ ποιῆσαι, καίτοι δεομένη,
11. τὸ μόνον ἔτι καὶ λοιπὸν εἰς ἀσφάλειαν ἐτεχνήσατο,
12. δεσμοὺς ἐξευροῦσα πλέονας ἢ κατὰ τοὺς τῷ Ἡφαίστῳ τεχνηθέντας.
13. οἱ μὲν γὰρ συνδεῖν μόνον ἠδύναντο, τοῖς δὲ πρὸς
14. τούτῳ καὶ ἄλλα μείζω χρηστὰ πρόσεστι. τίνες οὖν οἱ δεσμοὶ,
15. καὶ πῶς ἑλίττονται περὶ τὸ κρανίον, καὶ πῶς αὐτὸ
16. ξυνδοῦσι τῇ σκληρᾷ μήνιγγι, καὶ τίνες ἄλλαι παρ’ αὐτῶν
17. ὠφέλειαι τοῖς ζώοις; οἱ μὲν δεσμοὶ τῆς μήνιγγος αὐτῆς
1. ἀποφύονται, λεπτοί τινες ὑμένες, ὁδοὶ δὲ αὐτοῖς, ὥστε μὲν
2. διεκπίπτειν ἐκτὸς, αἱ ῥαφαὶ τῆς κεφαλῆς εἰσι. περιτεινόμενοι
3. γὰρ οὗτοι περὶ τὸ καθ’ ἑαυτὸν ἕκαστος μέρος, ὅθεν
4. ἀνέσχον, ἐντεῦθέν τε προϊόντες ἀπαντῶσιν ἀλλήλοις, καὶ
5. ξυνάπτονται, καὶ συμφύονται, καὶ τελέως ἑνοῦνται, καὶ
6. κοινὸν ἐξ ἁπάντων ἑαυτῶν ἕνα γεννῶσιν ὑμένα, τὸν περικράνιον
7. ὀνομαζόμενον, ὃς ὅτι μὲν συνδεῖ τὴν σκληρὰν
8. μήνιγγα τῷ κρανίῳ, καὶ πρὸ τοῦ θεάσασθαι διὰ τῆς ἀνατομῆς,
9. ἤδη τῷ λόγῳ φαίνεται· τίνας δὲ ἄλλας χρείας παρέχεται
10. τοῖς ζώοις, καιρὸς νῦν οὐκ ἂν εἴη τοῦ λέγειν. ἤδη
11. γὰρ καὶ ταῦτα περαιτέρω τοῦ δέοντος ὥσπερ ἵππος τις
12. ἔκφορος ὁ λόγος ἐπιλαθόμενος τῆς καμπῆς διεξῆλθεν.
13. ἀναμιμνησκόμενος μὲν οὖν αὖθις αὐτῶν, ἐπανάγω δέ γε
14. πάλιν ἐπὶ τὸν ἐγκέφαλον, ὅθεν ἀπὸ τῆς ἀκολουθίας τῶν
15. πραγμάτων ἐξηνέχθην, τῇ μὲν τῆς λεπτῆς μήνιγγος ἐξηγήσει
16. τὴν τῆς παχείας συνάψας, ταύτῃ δ’ αὖθις τὴν τοῦ
17. κρανίου τε καὶ περικρανίου.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 8.9, ed. Kühn, 1822, vol. 3, p. 659-662. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩