Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 9.1, ed. Kühn, 1822, vol. 3, p. 684-691. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ

ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ

ΛΟΓΟΣ Ι.

1. Ἐπεὶ δὲ τά τε κατὰ τὸν ἐγκέφαλον ἐξηγησάμεθα
2. μόρια σύμπαντα, καὶ πολλαχόθεν τῶν πέριξ ἠναγκάσθημεν
3. ἐφάψασθαι τῷ λόγῳ, φυσικῆς ἀκολουθίας ἐν
4. αὐτοῖς εὑρισκομένης, ὀρθῶς ἂν ἔχοι τῶν ὑπολοίπων κατὰ
5. τὴν κεφαλὴν μερῶν ἐν τῷδε τῷ γράμματι τὴν χρείαν εἰπεῖν,
6. ἀρξαμένους αὖθις ἐκεῖθεν, ἵνα περ ἐτελεύτησεν ὁ
7. πρὸ τούτου λόγος. ἓν δέ τι τῆς φύσεως καὶ τοῦτ’ ἔργον
8. ἦν ἐν τοῖς μάλιστα διεσπουδασμένοις, ἐκκαθαίρειν τὰ περιττώματα
1. τῆς τροφῆς ἐξ ἁπάντων τῶν τοῦ σώματος μορίων,
2. καὶ μᾶλλον εἰ κύρια, καθάπερ ὁ ἐγκέφαλος, ὑπάρχει. τοῦ
3. γὰρ ἐπιῤῥέοντος αὐτοῖς χυμοῦ τὸ μὲν οὕτως ἐστὶ χρηστὸν,
4. ὡς ὁμοιοῦσθαι τῷ τρεφομένῳ σώματι, καὶ τοῦτο μὲν ἡ
5. ὄντως ἐστὶ τροφή· τὸ δ’ ἄλλο πᾶν, ὅσον μὲν ἄχρι
6. τοῦ μέλους ἀφίκετο σὺν τῷ χρηστῷ, προστιθεμένου δ’ ἐκείνου
7. διεκρίθη, πόρους ἐπιτηδείους εἰς ἔκκρισιν ἐπιζητεῖ,
8. καὶ εἰ μὴ τυγχάνοι τούτων, ἀθροιζόμενον αὐτόθι τὰ μὲν
9. πρῶτα βαρύνει δίκην φορτίου, μετὰ ταῦτα δὲ καὶ τοῖς αὖθις
10. ἐπιῤῥέουσι χυμοῖς ἐμποδὼν ἵσταται, προκατειληφὸς αὐτῶν
11. τὰς ὁδοὺς, ὥστε οὐδὲ τρέφεσθαι τὸ μέλος ἐπιτρέπει.
12. καὶ ταῦτα μέν ἐστι σμικρά· τὰ δὲ τούτων μείζω, καὶ
13. ἤδη νόσων ὄργανα δύο ταῦτ’ ἐστὶν, εἰς ἃ τελευτᾷν ἀνάγκη
14. τοῖς ἀκαθάρτοις σώμασι. τὸ μὲν πολὺ παραπλησίως τοῖς
15. λιμώττουσι ζώοις ἕκαστον τῶν ἀπορούντων οἰκείας τροφῆς
16. μορίων, ὥσπερ ἐκεῖνα βόρβορον ἤ τι τοιοῦτον ἕτερον,
17. οὕτω καὶ ταῦθ’ ὑπ’ ἀνάγκης διὰ τὴν σύμφυτον ὄρεξιν ἐπισπᾶταί
18. τι κᾀξ αὐτῶν τῶν μοχθηρῶν χυμῶν· τὸ δέ που καὶ
1. σήπεται τῷ χρόνῳ ταυτὶ τὰ συνεστῶτα περιττώματα, καὶ
2. οὕτω δριμύτερά τε καὶ θερμότερα γινόμενα φλεγμονὰς καὶ
3. ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας καὶ πυρετοὺς
4. καὶ μυρίων ἄλλων ὄχλον ἀποτίκτει νοσημάτων. ἵν’ οὖν μηδὲν
5. τοιοῦτον γίνηται, καὶ μάλιστα ἐν τοῖς κυρίοις μορίοις,
6. ἱκανὴν ἡ φύσις ἐποιήσατο πρόνοιαν τῆς τῶν περιττωμάτων
7. ἐκκρίσεως. ἀλλ’ ἐπεὶ διττὰ τῷ γένει ταῦτ’ ἐστὶν, τὰ
8. μὲν οἷον ἀτμώδη τε καὶ καπνώδη, σύμφυτον ἔχοντα φορὰν
9. τὴν ἄνω, τὰ δ’ οἷον ὑδατώδη τε καὶ ἰλυώδη, κάτω καὶ
10. ταῦτ’ ἐξ ἑαυτῶν ῥέποντα, διττοὺς καὶ τοὺς τῆς ἐκκρίσεως
11. αὐτοῖς ἐτέμετο πόρους, τοὺς μὲν τὰ κοῦφα κενώσοντας ἐπὶ
12. τὸ ὑψηλότατον ἄγουσα, τοὺς δὲ. τὰ βαρέα τε καὶ κάτω ῥέποντα
13. κατάντεις ἐργασαμένη. ἀλλὰ τούτους μὲν πρὸς τῷ
14. κατάντεις εὐρεῖς ἱκανῶς ἐδημιούργησε, μέλλοντάς γε δὴ
15. πολλῶν καὶ παχέων ὑγρῶν οἷον ὀχετούς τινας ἔσεσθαι·
16. τοὺς δ’ ἑτέρους αὖ πάλιν οἷον ὀπάς τινας λεπτὰς διετετρήνατο
1. τῇ λεπτότητι τῶν περιττωμάτων ἀναλόγως. ἀλλ’
2. οἱ μὲν κατάντεις ἐγκεφάλου πόροι διά τε τῆς ὑπερῴας εἰς
3. τὸ στόμα καὶ διὰ τοῦ τῶν ῥινῶν σώματος ἐξερεύγονται
4. στόμασιν αἰσθητοῖς καὶ μεγάλοις αἰσθητὰ καὶ παχέα περιττώματα.
5. τὰς δὲ τῆς ἀτμώδους περιττώσεως ἐκκρίσεις
6. οὐκ ἀεὶ σαφῶς ἔστιν ἰδεῖν, οὔτε καθ’ ὅλον τὸ σῶμα γινομένας,
7. οὔτε διὰ τῆς κεφαλῆς, ὡς ἂν ὑπὸ λεπτότητος ἐνίοτε
8. λανθανούσας. ἀλλ’ ἐν μὲν τοῖς ὑγροῖς τε καὶ μαλακοῖς τοῦ
9. σώματος μέρεσιν οὐδ’ ἀποτέτακταί τις ἐξαίρετος ὀδὸς οὐδεμιᾷ
10. τῇ τοιαύτῃ κενώσει, πεφυκότος γε δὴ παντὸς ὑγροῦ
11. καὶ μαλακοῦ σώματος εἴκειν μὲν ἑτοίμως καὶ διΐστασθαι
12. τοῖς μεθ’ ὁρμῆς ὠκυτέρας δι’ αὐτοῦ φερομένοις, ἀπελθόντων
13. δ’ αὖθις ἐκείνων συνέρχεσθαί τε καὶ συμφύεσθαι παραχρῆμα
14. τὴν ἀρχαίαν ἀπολαμβάνον ἕνωσιν· ἐν δὲ τοῖς
15. σκληροῖς σώμασιν, εἰ μὴ πρότερον ὁδός τις παρασκευασθείη,
16. διεξελθεῖν οὐδὲν δύναται. ταῦτ’ ἄρα κατὰ μὲν
17. αὐτὸν τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας καὶ τὸ περὶ τὴν
18. κεφαλὴν δέρμα πόρους ἀφωρισμένους εἰς ἀτμῶν κένωσιν
1. οὔτ’ ἀναγκαῖον ὑπάρχειν, οὔτ’, εἴπερ ἦσάν τινες, οἷόν τ’
2. ἦν αὐτοὺς αἰσθήσει διαγνῶναι, φθάνοντάς γε δὴ συνιζάνειν
3. εὐθὺς ἅμα τῷ κενωθῆναι· κατὰ μέντοι τὸ κράνιον
4. (οὕτω γὰρ ὀνομάζεται τὸ περὶ τὸν ἐγκέφαλον ὀστοῦν) αἰσθητὰς
5. ὁδοὺς ἡ φύσις ἐτέμετο τοῖς ἀτμώδεσι τούτοις καὶ
6. λιγνυώδεσι περιττώμασιν, οὐ μόνον διὰ τὴν εἰρημένην αἰτίαν
7. τὴν κοινὴν ἁπάντων τῶν μορίων, ἀλλὰ καὶ διὰ τὴν
8. ἀπὸ τῆς θέσεως ἰδίαν αὐτῷ προσερχομένην. ὑπέρκειται γὰρ
9. ἁπάντων τῶν μερῶν ἐν τῷ σώματι ἡ κεφαλὴ, καθάπερ τις
10. ὄροφος οἴκου θερμοῦ. πάντ’ οὖν ὅσα λιγνυώδη τε καὶ
11. ἀτμώδη περιττώματα τῶν ὑποκειμένων ἀναθέει, δεχομένη
12. ταῦτα δαψιλεστέρας χρῄζει τῆς κενώσεως. ἀλλ’ ἐπεὶ τὸν
13. ἐγκέφαλον ἀναγκαῖον ἦν ἀσφαλεῖ φρουρεῖσθαι περιβόλῳ,
14. καὶ διὰ τοῦθ’ ἡ φύσις οὐ δέρματι μόνῳ, καθάπερ ἐν τοῖς
15. κατὰ τὴν γαστέρα, τὴν φυλακὴν ἐπίστευσεν, ἀλλ’ οἷον
16. κράνος τι πρότερον αὐτῷ περιέβαλε τὸ πρὸ τοῦ δέρματος
17. ὀστοῦν, οὐ μόνον τῆς δαψιλεστέρας παρὰ τὰ λοιπὰ μόρια
18. κενώσεως, ἀλλ’ οὐδὲ τῆς μετρίας εὐπορήσειν
1. ἔμελλεν, εἰ μὴ πολλὰς ἀναπνοὰς αὐτῷ παρεσκεύασεν, ἅμα
2. μὲν σηραγγοειδὲς ἐργασαμένη τὸ τῆς κεφαλῆς ὀστοῦν, ἅμα
3. δὲ καὶ συνηρθρωμένον ποικίλως ταῖς ὀνομαζομέναις ῥαφαῖς·
4. ἃς εἰ μέν τις οἶδεν, ὁποῖαί τινές εἰσιν, ἤδη γινώσκει τὸ
5. πᾶν, εἰ δ’ οὐκ οἶδεν, ἑπέσθω τῷ λόγῳ. τῶν συναπτομένων
6. ὀστῶν εἰς γένεσιν ῥαφῆς ἑκάτερον ἐναλλὰξ ἔχει κειμένην
7. ἐξοχὴν κοιλότητος· καὶ ἔστιν ἡ μὲν ἐξοχὴ παραπλησία μάλιστα
8. τὸ σχῆμα τοῖς ἐπὶ τῶν δακτύλων ὄνυξιν, ἡ δ’ αὖ
9. κοιλότης ἀκριβής ἐστιν ἕδρα τοῦ τοιούτου σχήματος. ἑκάτερον
10. οὖν τῶν ὀστῶν ὑποδεχόμενον ταῖς κοιλότησι τὰς ἐξοχὰς
11. θατέρου τὸ σύμπαν σχῆμα τῆς διαρθρώσεως ὁμοιότατον
12. ἀπεργάζεται δυοῖν πριόνων ἀντιβαινόντων ἀλλήλοις
13. κατὰ τοὺς ὀδόντας ἀκριβεῖ συνθέσει. καὶ δῆλον ὡς ὑπὲρ
14. ἀσφαλείας τοῦ μή ποτε κινηθὲν σφοδρῶς διαστῆναι τοῦτον
15. ἐκτήσατο τῆς συνθέσεως τὸν τρόπον. οὕτω γοῦν καὶ οἱ
16. τέκτονες συχνοῖς γόμφοις πολλάκις συμπηγνύντες ὄργανα
17. τινα δύσλυτον αὐτῶν ἀπεργάζονται τὴν ἁρμονίαν· καὶ
1. τοῦτο δεύτερον ἂν εἴη παράδειγμα τῆς συντάξεως αὐτῶν ἐπὶ
2. προτέρῳ τῷ ἀντιβαινόντων ἀλλήλοις πριόνων. καὶ μὴν
3. καὶ τοῖς ἐκ πλειόνων ῥακῶν συνεῤῥαμμένοις ἱματίοις εἰκάζων
4. τὴν σύνθεσιν οὐκ ἂν ἁμαρτάνοις. ὅθεν, οἶμαι, καὶ ῥαφὰς
5. αὐτὰς ὠνόμαζον οἱ παλαιοὶ, καὶ νῦν ἔτι μένει τοὔνομα. τί
6. δὴ οὖν οὐχ, ὥσπερ τὸ κατὰ τὴν ὑπερῴαν ὀστοῦν, οὕτω καὶ
7. τὸ τῆς κεφαλῆς λεπτοῖς τρήμασιν οἷον ὀπαῖς τισι διέτρησεν
8. ἡ φύσις; ἢ διὰ τί ταῖς σήραγξιν αὐτοῦ μόναις οὐκ ἠρκέσθη;
9. ὅτι ταύτας μὲν ἀναγκαῖον ἦν ἑκατέρωθεν εἰς λείαν
10. καὶ πυκνὴν ὀστοῦ τελευτῆσαι λεπίδα, μελλούσας γε γειτνιάσειν
11. ἔνδοθεν μὲν ταῖς μήνιγξιν, ἔξωθεν δ’ ὑμένι τῷ περικρανίῳ
12. καλουμένῳ, διαιρεθῆναι δ’ εἰς πλείω τὸ τῆς κεφαλῆς
13. ὀστοῦν ἑτέρου τινὸς ἕνεκεν, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται
14. γράμματι. εἴπερ οὖν αἱ μὲν σήραγγες ἀκάλυπτοι μείνασαι
15. κατέξυόν τ’ ἂν καὶ διετίτρωσκον ταῖς τραχύτησι τὰ γειτνιῶντα,
16. τὸ δὲ τὴν ἔξωθεν αὐτῶν λεπίδα κατατιτράναι περιττὸν ἦν,
17. μέλλουσάν γε διαιρήσειν εἰς πολλὰ τὸ τῆς κεφαλῆς ὀστοῦν,
1. εὐλόγως ταῖς ῥαφαῖς εἰς διαπνοὴν συνεχρήσατο. βέλτιον
2. γάρ ἐστιν, ὡς πολλάκις ἐπιδέδεικται, δι’ ἐλαττόνων ὀργάνων
3. ἐνεργείας τε καὶ χρείας πλείους ἐπιτελεῖσθαι τοῦ διὰ πλειόνων
4. ἐλάττους. ὁ μὲν οὖν πρὸ τούτου λόγος ἐπέδειξε συνῆφθαι
5. δεῖν τὸν μὲν περικράνιον ὑμένα τῇ παχείᾳ μήνιγγι,
6. καὶ διὰ τοῦτο χρῆναι γενέσθαι τὰς ῥαφάς· ὁ δὲ δὴ νῦν
7. ἑστὼς οὑτοσὶ δευτέραν αὐτῶν ἐξηγεῖται χρείαν. εἴη δ’ ἂν
8. καὶ τρίτη τις, ἡ τῶν διεκπιπτόντων ἀγγείων τῶν λεπτῶν, οἷς
9. καὶ αὐτοῖς ἂν ἀνάλογον ἐπεποιήκει τρήματα, καθάπερ καὶ
10. τοῖς παχέσιν, εἰ μὴ τὴν τῶν ῥαφῶν γένεσιν ἀναγκαίαν
11. ἰδοῦσα συνεχρήσατο αὐτῇ καὶ πρὸς τοῦτο. τὰ μὲν οὖν
12. παχύτερα τῶν αἰθαλωδῶν περιττωμάτων διὰ τούτων κενοῦται
13. μόνων, τοῖς λεπτοτέροις δὲ καὶ αὐτὸ τὸ κρανίον ἐστὶ
14. βάσιμον· ἦν δὲ ἂν καὶ τοῖς παχυτέροις, ὅσον ἐπὶ ταῖς σήραγξιν,
15. εἰ μὴ λείαν ἐχρῆν αὐτοῦ, καθάπερ εἴρηται, τὴν
16. ἑκατέρωθεν ἐπιφάνειαν γενέσθαι.

Cliquer un n° de page pour en afficher l’image