Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 9.11, ed. Kühn, 1822, vol. 3, p. 724-731. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.11

10. Νυνὶ δ’ ἤδη καιρὸς ἕτερον ἀποβλάστημα
11. τῶν ἐξ ἐγκεφάλου νεύρων ὁρμωμένων προχειρίζεσθαι τῷ
12. λόγῳ. ἕκτη δέ τίς ἐστιν ἐπὶ τούτοις συζυγία νεύρων ἀπὸ
13. βάσεως ἐγκεφάλου βεβλαστηκότων, οὐδέπω μὲν σκληρῶν
14. ἀκριβῶς οὐδ’ αὐτῶν, ἁπάντων μὴν τῶν προειρημένων τοσούτῳ
15. σκληροτέρων, ὅσῳ περ ἤδη πλησιαίτερόν ἐστι τοῦ
16. νωτιαίου μυελοῦ. σκληρῶν γὰρ δὴ οὗτός γε νεύρων ἐστὶν
17. ἀρχὴ, διότι καὶ αὐτὸς ἐγκεφάλου πολὺ σκληρότερος ἐγένετο.
18. καὶ ὁ τῆς αἰτίας λογισμὸς ῥᾷστος ἀναμνησθέντι τῶν
1. ἐν τῷ πρὸ τούτου γράμματι λελεγμένων, ὡς εἰς μὲν ἀκρίβειαν
2. αἰσθήσεως ἀποφύσεως ἐγκεφάλου δεῖ μαλακωτέρας,
3. εἰς δὲ κινήσεως ῥώμην σκληροτέρας, καὶ ὡς δι’ αὐτὸ τοῦτο
4. τῶν ἐγκεφάλου μερῶν τὰ μὲν σκληρότερα, τὰ δὲ μαλακώτερα
5. γέγονε, καὶ ὡς ἀπὸ τῶν ἔμπροσθεν τῶν μαλακῶν ἀρξάμενος
6. ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ γίνεται σκληρότερος. ἵνα δὴ
7. συνάπτει τῷ νωτιαίῳ, ταῦτ’ αὐτοῦ πάντων ἐστὶ μερῶν τὰ
8. σκληρότερα, ἵνα καὶ νωτιαῖος ὁ μυελὸς ἢ τῶν ὑπολοίπων
9. αὑτοῦ ἐστι μερῶν μαλακώτερος· κατὰ βραχὺ δὲ καὶ οὗτος,
10. εἰς ὅσον ἀποχωρεῖ κάτω, σκληρότερος γίνεται. καὶ γάρ τοι
11. καὶ ἡ γένεσις αὐτοῦ ταύτην παρέχει τῷ ζώῳ τὴν χρείαν,
12. εἶναι τὴν ἀρχὴν ἐν τῷ σώματι νεύρων σκληρῶν, ἐγκεφάλου
13. μὴ δυναμένου τοσαύτην δέξασθαι σκληρότητα δι’ ἣν ἔμπροσθεν
14. ἐλέγομεν αἰτίαν. ἔδειξε δὲ σαφῶς ἡ φύσις οὐχ
15. ἥκιστα κᾀν τῷδε τῶν νεύρων τῷ ζεύγει, περὶ οὗ νῦν πρόκειται
16. λέγειν, ὡς οὔτε διὰ τῶν σκληρῶν οἷόν τε γενέσθαι
17. τινὰ ἀκρίβειαν αἰσθήσεως, οὔτ’ ἀποφῦναι δυνατὸν ἐγκεφάλου
1. μὲν σκληρὰ, νωτιαίου δὲ μαλακά. κατέρχεται γὰρ
2. ταῦτα μέχρι καὶ τοῦ πλατέος ὀστοῦ, σχεδὸν εἰς ἅπαντα τά
3. τ’ ἔντερα καὶ τὰ σπλάγχνα διασπειρόμενα, καίτοι τὰ πλεῖστά
4. γε τούτων ἐπίκειται κατὰ τῆς ῥάχεως, ἧς πέρας ἐστὶ
5. τὸ πρός τινων μὲν ἱερὸν ὀστοῦν, πρὸς ἑτέρων δὲ πλατὺ
6. καλούμενον, οἷ τελευτᾷν ἐλέχθη τὰ νεῦρα. καὶ βέλτιον ἦν,
7. εἴπερ ἐνεχώρει, παρὰ τοῦ νωτιαίου διὰ βραχείας ὁδοῦ σὺν
8. ἀσφαλείᾳ πολλῇ διανέμεσθαι τοῖς ταύτῃ μορίοις αὐτὰ, ἀλλ’
9. οὐκ ἐγχωρεῖ δηλονότι μαλακῶν νεύρων ἀρχὴν γενέσθαι τὸν
10. νωτιαῖον, σκληρὸν αὐτὸν ὑπάρχοντα, ὥσπερ οὐδὲ τῶν
11. ἐν τοῖς κώλοις τὸν ἐγκέφαλον, ἐπὶ πλεῖστον σκληρότητος
12. προεληλυθότων, αὐτὸν ἐπὶ πλεῖστον ἥκοντα μαλακότητος.
13. τοῖς μὲν οὖν κώλοις ὅτι σκληροτάτων ἔδει νεύρων,
14. ἰσχυραῖς καὶ βιαίοις ἐνεργείαις ὑπηρετοῦσιν ἀλλήλοις, ἄντικρυς
15. δῆλον, οὐ μὴν οὐδ’ ὅτι τοῖς σπλάγχνοις τῶν μαλακωτέρων
16. ἀσφαλές· ἀλλ’, ὅπως μηδὲν ἐπιδεὲς γίνοιτο τῷ λόγῳ,
17. ῥητέον. πρῶτον μὲν οὖν, ὅτι κίνησιν οὐδεμίαν οὐδὲν αὐτῶν
18. ἔχει καθ’ ὁρμὴν τοῦ ζώου γενομένην, ἀλλ’ αἰσθήσεως ἕνεκα
1. μόνης ἐδεήθη νεύρων, ἄμεινον ἦν αὐτοῖς ἐπιπεμφθῆναι τὰ
2. αἰσθητικά· δεύτερον δ’, ὅτι καὶ ἡ τοῦ σώματος αὐτῶν οὐσία,
3. μαλακὴ τὴν σύστασιν ὑπάρχουσα, ῥᾷον ἔμελλεν ἑνωθήσεσθαί
4. τε καὶ παραδέξεσθαι πάντη διαπλεκόμενα τὰ
5. τοιαῦτα· καὶ τρίτον, ὅτι σιτίων τε καὶ ποτῶν ἐνδείας ἀκριβεστάτην
6. ἐχρῆν αἴσθησιν εἶναι τῇ γαστρί. ἀτὰρ οὖν καὶ
7. φαίνεται τούτων τῶν νεύρων ἡ πλείστη μοῖρα διασπειρομένη
8. μάλιστα μὲν εἰς τὰ πρῶτα αὐτῆς τὰ περὶ τὸ στόμα καλούμενον,
9. ἐφεξῆς δ’ ἤδη καὶ εἰς τὰ ἄλλα σύμπαντα τὰ μέχρι
10. τοῦ πυθμένος. ἐπεὶ δ’ ἅπαξ ἕνεκα τῆς γαστρὸς ἀπ’
11. ἐγκεφάλου κατήχθη νεῦρα, τόσῳ δὴ μᾶλλον ἔτι καὶ τοῖς
12. ἄλλοις αὐτὰ τοῖς τῇδε μορίοις ἅπασι διανεμηθῆναι βέλτιον
13. ἦν, εἰ καὶ μὴ μεγάλη τις αὐτοῖς ἔμελλεν ὠφέλεια γενήσεσθαι.
14. τῇ μὲν γὰρ γαστρὶ ἔδει πάντως δυνάμεως ὀρεκτικῆς
15. ἐδεσμάτων τε καὶ πομάτων, ἧς ἀναγκαῖον ἦν προηγεῖσθαί
16. τινα δύναμιν αἰσθητικὴν τῶν ἐλλειπόντων. τοῖς δ’ ἄλλοις
17. τοῖς κατὰ τὴν γαστέρα μετεῖναι μὲν καὶ τούτοις εἰς τοσοῦτον
1. ἀκριβοῦς αἰσθήσεως ἐνίοις τῶν ἰατρῶν ἔδοξεν,
2. ὥστε καὶ αὐτὰ τῆς γαστρὸς οὐδὲν ἧττον ὀρέγεσθαί φασιν.
3. ἐμοὶ δὲ βραχὺ μέν τι καὶ αὐτὰ συνεπαισθάνεσθαι δοκεῖ,
4. τὸ πλεῖστον δ’ εἶναι τῆς κοιλίας καὶ τοῦ στόματος αὐτοῦ,
5. εἰς ὃ καὶ τὰ νεῦρα ταῦτα φαίνεται μεγίστῳ μέρει σφῶν αὐτῶν
6. ἐμβάλλοντα. καὶ διὰ τοῦτο αἰσθητικώτατόν ἐστι τοῦτο
7. τῆς γαστρὸς τὸ μέρος, καὶ οἱ σφόδρα πεινῶντες αἰσθάνονται
8. τούτου μάλιστα συνελκομένου καὶ οἱονεὶ σπωμένου καὶ
9. ἀγανακτοῦντος. ἀλλ’ οὐκ ἂν ἦν τοῦτο, εἰ μὴ τῶν μαλακῶν
10. νεύρων μετεῖχεν, εὐαίσθητον εἰς τοσοῦτον. δῆλον οὖν ἐκ
11. τῶν εἰρημένων, ὡς καὶ τοῖς ἄλλοις μὲν ἅπασι τοῖς κατὰ τὴν
12. κοιλίαν, ἐξαιρέτως δ’ αὐτῇ τῇ γαστρὶ τῶν ἀπ’ ἐγκεφάλου
13. νεύρων ἔδει. καὶ πάρεστι σκοπεῖν ἐκ τῶν ἀνατομῶν, ὅσην
14. αὐτῶν τῆς ἀσφαλείας πρόνοιαν ἡ φύσις παρ’ ὅλην τὴν ἄνωθεν
15. ὁδὸν ἐποιήσατο, προορωμένη τὴν εὐπάθειαν, ἣν διὰ
16. τὸ μαλακά τ’ εἶναι καὶ διὰ μακροῦ καταφέρεσθαι πάντως
17. ἂν εἶχεν. ὑμέσιν οὖν ἰσχυροῖς αὐτὰ περιλαμβάνουσα
1. συνάπτει τοῖς παρακειμένοις σώμασιν, ἅττ’ ἂν ἑκάστοτε τύχῃ
2. κατιοῦσιν αὐτοῖς ἐντυγχάνοντα. πολλαχόθι δὲ καὶ αὐτοῖς
3. ἐκείνοις οὐ μικρὸν ἀγαθὸν ἡ σύζευξις γίνεται, καθάπερ καὶ
4. τοῖς κατὰ τὴν ἑβδόμην συζυγίαν διεκπίπτουσι νεύροις. ἐς
5. ταὐτὸν γὰρ αὐτὰ συναγαγοῦσα τοῖς κατὰ τὴν ἕκτην, εὐθὺς
6. ἅμα τῷ διεξελθεῖν τὸ τῆς κεφαλῆς ὀστοῦν ὑμέσιν ἰσχυροῖς
7. περιέβαλέ τε καὶ πανταχόθεν ἀκριβῶς ἐσκέπασε, κοινόν τι
8. τοῦτ’ ἀγαθὸν ἀμφοτέροις ἐξευροῦσα. καθάπερ γὰρ καὶ τὰ
9. σχοινία τὰ μὲν ἁπλᾶ καὶ λεπτὰ τελέως ἐστὶν εὐπαθῆ, τὰ
10. δ’ ἐκ πλειόνων τοιούτων συγκείμενα τοσοῦτον δυσπαθείας,
11. ὅσον καὶ πλήθους τῶν συντιθέντων αὐτὰ, προσλαμβάνει,
12. οὕτω καὶ τὰ συναγόμενα καὶ περιπλεκόμενα καὶ κοινοῖς
13. δεσμοῖς σφιγγόμενα νεῦρα πολὺ τῶν ἁπλῶν ἀποτελεῖται
14. δυσπαθέστερα. καὶ διὰ τοῦθ’, ὅταν εἰς πλείονα μόρια
15. τοῦ σώματος ἐγγὺς ἀλλήλων ὄντα φέρεσθαι δέῃ νεῦρα
16. πολλὰ, τὴν μεταξὺ πᾶσαν ἄχρι τῶν ληψομένων αὐτὰ μορίων
17. ὁδὸν ἡ φύσις ἐζευγμένα παράγει. καὶ ὅσοι γε ἀμελέστερον
1. ὁρῶσι τὰ τοιαῦτα, πάντ’ αὐτοῖς ἓν εἶναι δοκεῖ,
2. τὰ δ’ οὐκ ἔστι μὲν ἓν, ἀλλ’ εὐθὺς ἀπὸ τῆς ἀρχῆς τοσαῦτα,
3. ὅσα περ καὶ τὰ μόρια, οἷς ἐμφύεσθαι μέλλει, φαίνεται δ’
4. ἓν ἕνεκεν τοῦ πεπλέχθαι περὶ ἄλληλα κᾀκ τοῦ σφίγγεσθαι
5. κοινῇ πάνθ’ ὑπὸ τῶν περιλαμβανόντων ὑμένων αὐτά. καὶ
6. τοῦτ’ ἔστιν, ὃ μικρῷ πρόσθεν ἐπηγγειλάμεθα περὶ τῆς τῶν
7. νεύρων φύσεως ἐρεῖν. ἀλλὰ γὰρ τὸν μὲν τῆς συνθέσεως αὐτῶν
8. λόγον ὕστερον ἅπαντα πληρώσομεν, ἰδίᾳ διεξελθόντες,
9. οὐχ ὁδοῦ τι πάρεργον, ὥσπερ νῦν, ποιησάμενοι. περὶ δὲ
10. τῶν ἐπὶ τὸν στόμαχον ἰόντων νεύρων, ὑπὲρ ὧν τῆς ὁδοῦ
11. λέγειν ἠρξάμεθα, συμπερανώμεθα πρότερον. ἐπειδὴ γὰρ
12. ἀναγκαῖον ἦν τῇ φύσει, αὐτῶν βραχὺ προελθόντων, ἀποχωρισθῆναι
13. τὰ κατὰ τὴν ἑβδόμην συζυγίαν ἐπὶ γλῶτταν φερόμενα,
14. πάλιν αὐτὰ ταῖς καρωτίσιν ἀρτηρίαις πλησίον οὔσαις
15. συνήγαγε, καὶ μετ’ ἐκείνων τὸν τράχηλον ὅλον διεβίβασε,
16. κοινοῖς ὑμέσι πρὸς αὐτὰς συνάψασα. κατὰ δὲ τὸν
17. θώρακα, τῶν ἀρτηριῶν ἐπὶ τὴν ἀριστερὰν τῆς καρδίας
18. κοιλίαν τεταγμένων, ἀπέσχισεν αὖθις αὐτὰ καὶ συνῆψεν
1. ἐνταῦθα πάλιν ἑκατέρωθεν τῷ στομάχῳ. καὶ ἡνίκα δὲ
2. πρῶτον ἔμελλεν αὐτὰ σχίζειν εἰς τὴν γαστέρα, τὸ μὲν ἐκ
3. τῶν δεξιῶν εἰς ἀριστερὰ, τὸ δ’ ἐκ τῶν ἀριστερῶν εἰς τὰ
4. δεξιὰ περιήγαγε, λοξὰ χρῆναι πρότερον ἐργάσασθαι λογισαμένη,
5. κᾄπειθ’ οὕτω κατασχίζειν· ἦν γὰρ δὴ καὶ τοῦτο μακρῷ
6. δυσπαθέστερον, ἢ εἰ κατ’ εὐθὺ φερομένων ὁ χωρισμὸς
7. ἐγένετο. καὶ μὲν δὴ καὶ τὰς ἄλλας ἁπάσας τοῖς ἀπ’ αὐτῶν
8. συλλαμβάνουσα καὶ κατὰ τὰ παρακείμενα σώματα στηρίζουσα
9. προάγει πανταχοῦ, τὴν ἐκ τῆς μαλακότητος εὐπάθειαν
10. ταῖς ἔξωθεν ἐπικουρίαις ἰωμένη τε καὶ διασώζουσα.
11. ἀλλὰ περὶ μὲν τῆς διανομῆς αὐτῶν τὸ μέν πού τι
12. κᾀν τοῖς ἔμπροσθεν εἴρηται, τὸ δέ τι κᾀν τοῖς μετὰ ταῦτα
13. λεχθήσεται.

Cliquer un n° de page pour en afficher l’image