Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 9.13, ed. Kühn, 1822, vol. 3, p. 732-740. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.13

14. Μύες δὲ κατὰ πρόσωπον οἵ τε
15. τοὺς ὀφθαλμοὺς κινοῦντές εἰσι, καὶ οἱ τὴν κάτω γένυν,
16. ἔτι τε πρὸς τούτοις οἱ τὰ τῆς ῥινὸς πτερύγια
17. καὶ τὰ χείλη καὶ τὰς γνάθους. εἰς μὲν δὴ τοὺς τῶν
18. ὀφθαλμῶν μῦς, καίτοι σμικροὺς παντάπασιν ὄντας, μεγάλα
1. τοῖς τοῦ σώματος ὄγκοις ἐμφυόμενα φαίνεται τὰ
2. νεῦρα δι’ αὐτὸ τοῦθ’, ὅτι μαλακώτερα τὴν σύστασίν
3. ἐστιν, ἢ ὡς ἔπρεπε τοῖς κινητικοῖς. ὅσον οὖν ἀπολείπεται
4. τοῦ δέοντος διὰ μαλακότητα, τοῦτ’ ἐκ τοῦ μεγέθους
5. αὐτοῖς ἡ φύσις ἀνεπλήρωσεν. ὡσαύτως δ’ ἔχει κᾀπὶ τῶν
6. κροταφιτῶν μυῶν, ἑκατέρῳ γὰρ αὐτῶν ἐμφύεται τρία νεῦρα,
7. δύο μὲν ἀπὸ τῆς τρίτης συζυγίας, ὑπὲρ ὧν ᾔδη προειρήκαμεν,
8. ἄλλο δὲ τρίτον σκληρότερον, ὑπὲρ οὗ μετ’ ὀλίγον
9. εἰρήσεται, ὥστ’ ἐνταῦθα πάλιν ἐκ τοῦ πλήθους τῶν νεύρων
10. τὴν πρὸς τὰς ἐνεργείας ἰσχὺν ἀπαρχὴν εἶναι τοῖς μυσίν. οἱ
11. δ’ αὖ κατὰ τὰς γνάθους τε καὶ τὴν ῥῖνα καὶ τὰ χείλη
12. μύες, ὥσπερ συμμέτρους τοῖς ὄγκοις ἀποφύσεις νεύρων λαμβάνουσιν,
13. οὕτω καὶ τῇ σκληρότητι. φερομένοις γὰρ αὐτοῖς
14. ἐπὶ πλέον διὰ τῶν ὀστῶν ἡ σκληρότης ἐκ τοῦ μήκους τῆς
15. ὁδοῦ προσγίνεται. ἐγγὺς μὲν γὰρ τῆς ἀρχῆς μαλακῆς ὑπαρχούσης
16. οὐχ οἷόν τ’ ἦν τῇ φύσει σκληρὸν ἐκφῦναι νεῦρον,
17. κατὰ βραχὺ μέντοι προσάγουσά τε καὶ ἀπάγουσα, καὶ μάλισθ’
18. ὅταν δι’ ὀστῶν τὴν ἀγωγὴν ποιῆται, τῷ τε τοῦ χρόνου
19. μήκει καὶ τῷ τῆς ἀποστάσεως σκληρὸν ἀπεργάζεται.
1. οὕτω γὰρ καὶ τὸν νωτιαῖον καὶ αὐτόν γε τὸν ἐγκέφαλον
2. οὐκ ἀθρόως, ἀλλὰ κατ’ ὀλίγον ἑαυτοῦ σκληρότερον ἀπέδειξε.
3. καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, πρόδηλον ἤδη παντὶ
4. τὸ μήθ’ ἑτέρωθεν ἐγκαιρότερον ἂν ἐκφῦναι τὰ κινητικὰ
5. τῆς γλώττης νεῦρα, μήθ’ ὁδοιπορίᾳ βελτίονι χρήσασθαι
6. τῆς νῦν ὑπαρχούσης αὐτοῖς. ἐκ μὲν γὰρ τῶν ἔμπροσθεν
7. οὐκ ἦν οὐκέτ’ οὐδεμία χώρα σχολάζουσα, καὶ δι’ αὐτό γε
8. τοῦτο τὴν τρίτην τε καὶ τετάρτην συζυγίαν ἐκ τῶν ὄπισθεν
9. ἀπέφυσεν· ἐξ αὐτῶν δ’ αὖ πάλιν τούτων τῶν χωρίων ἅμα
10. μὲν οὐδ’ ἠδύνατο μεγάλων ἄλλων ἔκφυσιν νεύρων ποιήσασθαι,
11. ἅμα δ’, εἰ καὶ δυνατὸν ἦν, ἠπόρει τῆς ὁδοῦ. διὰ
12. μὲν γὰρ τῆς σκληρᾶς μήνιγγος εἴπερ αὐτὰ διεκόμισεν, ἀναμίξασα
13. αὐτοῖς καὶ τὴν τρίτην τε καὶ τετάρτην, ὁμοίως ἂν
14. ἐκείνοις ἔμεινε μαλακά. διὰ δ’ αὖ τῶν ὀστῶν τῆς κεφαλῆς
15. ἀγαγεῖν μὲν ἠδύνατο, καὶ σκληρά γε διὰ τῆς τοιαύτης ὁδοῦ
16. ποιήσασθαι συμμέτρως, ἀλλ’ ἅμα μὲν ἦν περιττὸν, ἑτέρωθεν
17. ἑτοιμότερον ἀπαχθῆναι δυναμένων, ἅμα δ’ οὐδὲ χώρα
18. τις ἦν ἔτι τῷ κρανίῳ κατὰ τὴν ῥίζαν τῆς γλώττης, πολλῶν
1. τρημάτων ἐνταυθοῖ φθανόντων. δεόντως οὖν κατὰ τὴν ἀρχὴν
2. τῆς ἐκφύσεως τοῦ νωτιαίου, καθ’ ὃ μάλιστα σκληρότερός
3. ἐστιν ὁ ἐγκέφαλος, ἐκφύσασα τὸ ζεῦγος τοῦτο τῶν νεύρων,
4. καὶ κατὰ τὴν ὁδὸν ἅπασαν ἔτι καὶ μᾶλλον ἀπεργασαμένη
5. σκληρὸν, εἰς ἅπασαν οὕτω διέσπειρε τὴν γλῶτταν. ἀλλὰ
6. καὶ αὐτὸ τοῦτο μὴ παρέργως ἀκούσῃς, τὸ παντὶ μορίῳ τῆς
7. γλώττης αὐτὰ διανενεμῆσθαι, τεκμήριον μὲν ἱκανὸν ἐσόμενον
8. τῆς τῶν εἰρημένων ἀληθείας, μεγίστην δὲ τέχνην ἐνδειξόμενον
9. τοῦ δημιουργοῦ. τὰ μὲν γὰρ αἰσθητικὰ νεῦρα
10. κατὰ τὴν ἔκφυσιν εὐθέως πλατυνθέντα τὸν ἔξωθεν αὐτῆς
11. διέπλεξε χιτῶνα, μηδὲ προσαψάμενα τῶν ὑποτεταγμένων
12. μυῶν. ταύτῃ δὲ τὰ κινητικὰ, τὰ κατὰ τὴν ἑβδόμην συζυγίαν
13. εἰς πολλὰς ἶνας λυθέντα, πάντας αὐτῆς διϋφαίνει τοὺς
14. μῦς εὐλόγως· οὔτε γὰρ τῶν αἰσθητικῶν ἦν τις χρεία
15. τῷ βάθει τῆς γλώττης, μελλούσης γε διὰ τῶν ἐκτὸς αὐτῆς
16. μερῶν ὁμιλήσειν τοῖς χυμοῖς, οὔτε τῶν κινητικῶν τοῖς ἐκτὸς,
17. ἀδυνάτοις οὖσι διὰ σκληρότητα τὰς τῶν χυμῶν διαγινώσκειν
1. ἰδιότητας. οὔτ’ οὖν τούτων οὐδὲν ἀργῶς ἡ φύσις ἐποίησεν,
2. οὔτ’ ἀλόγως. ἰσχνότερα μὲν εἰργάσατο τὰ κινητικὰ τῆς
3. γλώττης νεῦρα, παχύτερα δὲ τὰ τῶν ὀφθαλμῶν, καίτοι μικροτέρους
4. μῦς κινοῦντα. τοῖς μὲν γὰρ ἡ σκληρότης ἱκανὴ
5. πρὸς τὴν ἰσχύν· τὰ δ’, εἰ μὴ πρὸς τοῦ μεγέθους ὠφελεῖτο,
6. ἦν ἂν τελέως ἀδύνατα κινεῖν διὰ μαλακότητα. τοὺς δὲ δὴ
7. κροταφίτας μῦς ἔτι καὶ μᾶλλον ἀδύνατα κινεῖν ἦν τὰ
8. παρὰ τῆς τρίτης συζυγίας εἰς αὐτοὺς ἀφικνούμενα νεῦρα·
9. αὐτοί τε γὰρ μεγάλοι, καὶ μέγιστον μέρος ἔχουσιν ὅλης τῆς
10. κάτω γένυος, καὶ μεγίστοις τένουσιν εἰς αὐτὴν καταφύονται.
11. τρίτον οὖν καὶ τούτων ἑκατέρωθεν σκληρὸν νεῦρον ἔπεμψεν
12. ἀπὸ τῆς πέμπτης συζυγίας. ὥσθ’, ὅπερ τοῖς τῶν ὀφθαλμῶν
13. μυσὶν ἐκ τοῦ μεγέθους τῶν νεύρων, τοῦτο τοῖς κροταφίταις
14. ἐκ τοῦ πλήθους ὑπάρχει. ἐναργέστερον δὲ φαίνεται τὸ
15. προειρημένον νεῦρον, ἐφ’ ὧν ζώων ὁ κροταφίτης μῦς μέγας
16. ἐστί. πόθεν οὖν τοῦτο τὸ σκληρὸν νεῦρον ἐπ’ αὐτοὺς παραγίνεται,
17. καιρὸς ἂν εἴη λέγειν, ἐπειδή γε καὶ τὰς ἀρχὰς τῶν
1. κατὰ τὸν ἐγκέφαλον ἐκφύσεων ἁπάσας ἤδη συνεπερανάμεθα.
2. πέμπτην δέ τινα συζυγίαν νεύρων, ἐκ τῶν πλαγίων
3. μερῶν τῆς κεφαλῆς βεβλαστηκυῖαν, ἐμπίπτειν τοῖς λιθώδεσιν
4. ὀστοῖς ἐλέγομεν, ἐκδέχεσθαι δ’ αὐτὴν δίκρουν γενομένην
5. διττὰς διατρήσεις ἀνίσους, καὶ φέρεσθαι διὰ μὲν τῆς
6. ἑτέρας τῆς εὐρυτέρας εὐθὺ τῶν ἀκοῶν τὴν μείζω μοῖραν,
7. εἰς δὲ τὴν ἑτέραν τὴν στενοτέραν, ἣν δὴ καὶ τυφλὸν τρῆμα
8. καλεῖσθαι, τὸ λοιπὸν μέρος ἐμπεσὸν διεξέρχεσθαι διά
9. τινος ὀπῆς πλησίον τῶν ὤτων τεταγμένης, τήν τε μεταξὺ
10. τῆς ἔσωθεν ἀρχῆς τοῦ νεύρου καὶ τῆς ἔξωθεν τελευτῆς
11. ὁδὸν ἅπασαν ἐνειλίχθαι ποικίλως, οἷον λαβύρινθόν τινα.
12. τοῦτον οὖν τὸν λαβύρινθον ἡ φύσις οὐ μάτην ἐδημιούργησεν,
13. ἀλλὰ τοῖς τε κροταφίταις μυσὶ προνοουμένη τούτων
14. σκληρὸν ἔπεμψε τὸ νεῦρον, οὐχ ἧττον δὲ τούτων ταῖς γνάθοις.
15. ἀργὸν δὲ ἐνταῦθα καὶ ἀκατάτρητον ὀστοῦν ἔχουσα
16. καὶ σκληρὸν, ἐν τοῖς μάλιστα τούτῳ κατεχρήσατο πρὸς τὴν
17. τοῦ σκληροῦ νεύρου γένεσιν. εἰ γὰρ, ὅσον ἀφίσταται τῆς
18. ἀρχῆς ἕκαστον τῶν νεύρων, εἰς τοσοῦτον ἐγχωρεῖ σκληρότατον
1. αὐτὸ ποιεῖν, εὐμηχανώτατα φαίνεται τὴν κατὰ τὸ λιθοειδὲς
2. ὀστοῦν ὁδὸν αὐτῷ παρασκευάσασα. τό τε γὰρ μῆκος αὐτῆς
3. καὶ ἡ ξηρότης τοῦ χωρίου ῥᾳδίως ἔμελλε σκληρὸν
4. καὶ ξηρὸν ἀποφαίνειν αὐτό· ἔνθα μὲν γὰρ ὑγρότησιν ἐπιτέγγεται
5. πλείοσιν, οὐδὲν αὐτῷ τοῦ μήκους τῆς ὁδοιπορίας
6. ὄφελος, ἔνθα δὲ ξηρὸν καὶ ἄνικμον διεξέρχεται χωρίον,
7. ἐνταῦθα ξηραινόμενον ῥᾷστα καὶ σκληρύνεται. προσέρχεται
8. δ’ ἐκ τῆς ἐπικαίρου θέσεως τοῦ λιθοειδοῦς ὀστοῦ τοῦδε
9. καὶ ἡ τῆς ἀσφαλείας χρεία. καὶ πάντ’ ἔοικεν ἅμα συλλαβεῖν
10. ἡ φύσις, ὧν ἔδει τῷ νεύρῳ, διὰ τῆς μιᾶς ταύτης ἕλικος,
11. ἀσφάλειαν, μῆκος ὁδοῦ, χωρίου ξηρότητα. τοῦτο οὖν
12. τὸ νεῦρον τῷ πλείστῳ μὲν ἑαυτοῦ μέρει τὸν πλατὺν τῶν
13. γνάθων διοίγει μῦν· ὀλίγον δ’ αὐτοῦ τι βοηθεῖ τοῖς ἀπὸ
14. τῆς τρίτης συζυγίας ἥκουσιν εἰς τοὺς κροταφίτας, ὅσον ἐκείνοις
15. ἧττον ἢ προσήκει σκληροῖς οὖσιν εἰς ῥώμην κινήσεως
16. ἐνδεῖ, τοσοῦτον αὐτοῖς παρ’ ἑαυτοῦ προστιθέναι, καὶ μάλιστ’
17. ἐν οἷς ζώοις ὑπάρχουσιν οἱ κροταφῖται μεγάλοι. τί δή ποτ’
1. οὖν οὐκ ἐξ ἑνὸς μεγάλου νεύρου τὴν ῥώμην αὐτοῖς, ἀλλ’ ἐκ
2. τριῶν μικρῶν κατεσκευάσατο; καὶ τί δή ποτε τοῖς
3. κατὰ τοὺς ὀφθαλμοὺς ἐξ ἑνὸς μεγάλου νεύρου; ὅτι κατὰ
4. μὲν τὰς χώρας τῶν ὀφθαλμῶν ἀλογώτατον ἦν πολλὰς ποιεῖσθαι
5. διατρήσεις ἀντὶ μιᾶς· ἀποδέδεικται γὰρ πρόσθεν,
6. ὅτι καὶ τοῖς ἐπὶ τὴν ἄνω γένυν ἀφικνουμένοις νεύροις οὐκ
7. ἦν εὔλογον ἕτερον τρῆμα παρασκευάζειν, ἀλλὰ τῷ τῶν
8. μυῶν συγχρήσασθαι· κατὰ δὲ τὰ τῶν κροτάφων ὀστᾶ, πολλῷ
9. μὲν μείζονα τῶν κατὰ τοὺς ὀφθαλμοὺς ὑπάρχοντα,
10. διατρήσεις δὲ μὴ ὅτι πολλὰς καὶ πυκνὰς, ὥσπερ αἱ χῶραι
11. τῶν ὀφθαλμῶν, ἀλλὰ μηδ’ ὀλίγας μηδ’ ἀραιὰς ἔχοντα,
12. βέλτιον ἦν ὀπὰς στενὰς ἀπεργασαμένην ἀπὸ τῆς τρίτης
13. συζυγίας ἀποπέμψαι νεῦρα, τῆς γε δὴ κατὰ τὸ λιθοειδὲς
14. ὀστοῦν ἐκτρήσεως οὐ δυναμένης εὐρείας γενέσθαι· δῆλον
15. γὰρ, ὡς ἀπώλετ’ ἂν αὐτῆς τὸ πολυέλικτον τοῦτο, ταῖς τῶν
16. τρημάτων εὐρύτησι καταδαπανηθῆναι φθάσαντος τοῦ ὀστοῦ.
17. εἰ τοίνυν οὔτε τὸ σκληρὸν νεῦρον οἷόν τ’ ἦν παχὺ γενέσθαι,
18. καὶ τῶν ἁπλῶν οὐχ οἷόν τ’ ἦν ἀποφύειν πλέον, εἰς πολλά
1. γε δὴ καὶ αὐτῶν ἕτερα μόρια μελλόντων διανέμεσθαι, δῆλον
2. ὡς εὐλόγως οὐκ ἠρκέσθη μόνῳ θατέρῳ γένει τῶν νεύρων
3. ἡ φύσις. ἀλλὰ καὶ τὸ πλείους αὐτὰς ἀρχὰς σχεῖν κινήσεως
4. οὕτως ἔμελλε μόνως ἀποτελεσθήσεσθαι καλῶς, ἵν’, εἰ
5. καί ποτε μία τις ἐξ αὐτῶν πάθοι, τὰς γοῦν λοιπὰς ὑπηρετούσας
6. ἔχοι.

Cliquer un n° de page pour en afficher l’image