7. Ὀλίγον δ’ ἐνταῦθα τὸ συνεχὲς τοῦ λόγου
8. διαναπαύσαντες, εἴπωμέν τι περὶ τῶν ὀνομάτων, οἷς ἤδη
9. τε ἐχρησάμεθα κᾀν τῷ μέλλοντι λόγῳ πάντως χρησόμεθα.
10. δύο δή μοι νοήσας νεῦρα, τὸ μὲν σκληρότατον ἁπάντων
11. τῶν ἐν τῷ σώματι, τὸ δὲ μαλακώτατον, αὖθίς μοι νόει
12. τρίτον ἐν τῷ μεταξὺ τούτοιν μέσον, ἀκριβῶς ἑκατέρων ἴσην
13. ἀναλογίας διάστασιν ἀπέχον τῶν ἄκρων. τὰ μὲν οὖν ἐν
14. τῷ μεταξὺ τοῦ τε μέσου καὶ τοῦ σκληροτάτου σκληρὰ σύμπαντα
15. καλεῖν, θάτερα δὲ τὰ λοιπὰ, τὰ μέχρι τοῦ μαλακωτάτου,
16. μαλακὰ, καὶ τὰ μὲν σκληρὰ πρὸς μὲν τὰς κινήσεις
17. ἄριστα παρεσκευάσθαι νομίζειν, εἰς δὲ τὰς αἰσθήσεις ἀφυέστατα,
1. τοὐναντίον δ’ ὑπάρχειν τοῖς μαλακοῖς εὐφυΐαν μὲν
2. εἰς ἀκρίβειαν αἰσθήσεως, ἀῤῥωστίαν δὲ εἰς ἰσχὺν κινήσεως,
3. ἀλλ’ ὅσα μὲν ἀκριβῶς μαλακὰ, μηδ’ ὅλως εἶναι κινητικὰ,
4. τὰ δὲ τούτων ἧττον μαλακὰ καὶ τοῖς μέσοις ἤδη προσϊόντα
5. κινητικὰ μὲν εἶναι καὶ ταῦτα, πολὺ δ’ ἀπολείπεσθαι τῆς
6. τῶν σκληρῶν ἐνεργείας. τὴν μὲν οὖν τῶν σκληρῶν νεύρων
7. ἀρχὴν ἁπάντων νόει μοι τὸν νωτιαῖον, καὶ τό γε κάτω
8. πέρας αὐτοῦ τῶν ἐσχάτως σκληρῶν· τὴν δὲ τῶν μαλακῶν
9. ἁπάντων τὸν ἐγκέφαλον, καὶ τὰ μέσα γε τῶν ἔμπροσθεν
10. αὐτοῦ μερῶν ἀνακεῖσθαι τοῖς μαλακωτάτοις, τῆς δὲ τῶν
11. μέσων νεύρων οὐσίας, καθὰ συνάπτουσιν ἐγκέφαλός τε καὶ
12. νωτιαῖος, ὑπάρχειν τὴν ἀρχήν. ὅταν οὖν τι νεῦρον ἐξ ἐγκεφάλου
13. βλαστήσῃ μαλακὸν, εὐθὺς μὲν οὐχ οἷόν τε τοῦτο
14. κινητικὸν ὑπάρχειν, ἀποτεινόμενον μέντοι καὶ προϊὸν, εἰ
15. ξηραίνοιτό τε καὶ σκληρότερον ἑαυτοῦ γίνοιτο, πάντως ἔσται
16. ποτὲ κινητικόν. ἀλλ’ ἐπεὶ καὶ κατὰ τὴν ἀρχὴν αὐτὴν τὰ
17. μὲν μᾶλλόν ἐστι, τὰ δ’ ἧττον αὐτῶν μαλακὰ, κᾀν τῷ
1. προϊέναι τὰ μὲν θᾶττον ξηραίνεται, τὰ δὲ βραδύτερον,
2. ἀνάγκη καὶ κινητικὰ γενέσθαι τὰ μὲν ὀλίγον ἀποχωρήσαντα
3. τῆς ἀρχῆς, τὰ δὲ πλέον. ἔνια μέντοι νεῦρα
4. διασώζειν φαίνεται μέχρι πλείστου τὴν ἀπὸ τῆς ἀρχῆς φύσιν,
5. ὥσπερ καὶ τὰ ἐπὶ τὴν γαστέρα φερόμενα, σχεδὸν, οἷάπερ
6. ἐξέφυ, τοιαῦτα παρ’ ὅλην τὴν ὁδὸν φυλαττόμενα· μένειν
7. γὰρ ἐχρῆν αὐτὰ διὰ παντὸς αἰσθητικά. τῶν τοίνυν ἀπὸ
8. τῆς τρίτης συζυγίας νεύρων εἰς τὸ στόμα παραγινομένων·
9. ὅσον μὲν εἰς γλῶτταν εὐθὺς ἐνέφυ, μαλακὸν οὕτως ἦν, ὡς
10. μηδέπω κινητικὸν ὑπάρχειν· ὅσον δ’ εἰς τὰ τῆς κάτω γένυος
11. ὀστᾶ, παρερχόμενον τοὺς ὀδόντας τοὺς μεγάλους ἐξηράνθη
12. τε κατὰ τὴν ὁδὸν αὐτὴν καὶ σκληρότερον ἐγένετο.
13. τοῦτο παρὰ τοὺς κυνόδοντας καλουμένους ἔξω διεκπεσὸν
14. εἰς τοὺς τῶν χειλῶν μῦς διεσπάρη. κατὰ δὲ τὸν αὐτὸν
15. τρόπον καὶ τὸ διὰ τῶν κατὰ τοὺς ὀφθαλμοὺς χωρίων
16. ἐπὶ τὰ τῶν μήλων ὀστᾶ παραγινόμενον οὕτω σκληρότερον
17. ἐν τῇ διόδῳ ταύτῃ γέγονεν, ὥστε, καίτοι σμικρὸν
18. ὂν, τούς τε μῦς τοὺς κατὰ τὴν ἄνω γνάθον κινεῖν
1. καὶ τῶν ῥινῶν τὰ πτερύγια. ταῦτ’ οὖν ἅπαντα καὶ τῷ
2. προειρημένῳ λόγῳ καὶ ἀλλήλοις ὁμολογεῖ, καὶ τήν τε τῶν
3. σκληρῶν νεύρων ἰσχὺν ἐνδείκνυται καὶ τὴν τῶν ἁπαλῶν
4. ἀσθένειαν, καὶ ὡς τοῖς μὲν ἐν τῷ δρᾷν, τοῖς δ’ ἐν τῷ
5. πάσχειν ἡ χρεία, καὶ ὡς εὐλόγως ἐκ τῶν εἰρημένων κατὰ
6. τὸν ἐγκέφαλον μερῶν ἕκαστον ἀποπέφυκε, καὶ ὡς οὐδὲν
7. οὐδαμοῦ μάτην ἐκπέφυκεν, ἀλλ’ ἕνεκά τινος ὀργάνου, καὶ
8. ὡς τηλικοῦτόν τε καὶ τοιοῦτον, ἡλίκον τε καὶ οἷον εἶναι
9. πρέπει τῇ φύσει τοῦ μέλλοντος αὐτὸ δέξασθαι μορίου.
10. συναποδέδεικται δ’ ἐν τῷ λόγῳ καὶ μικροῦ δεῖν ἤδη καὶ
11. ὡς οὐδὲν τῶν ἐν τῇ κεφαλῇ καὶ τῷ προσώπῳ μορίων ἄμοιρον
12. νεύρων ἐστί. περί τε γὰρ ὀφθαλμῶν εἴρηται, καὶ ὤτων,
13. καὶ γλώττης, καὶ τοῦ τὸ στόμα πᾶν ὑπεζωκότος ὑμένος, καὶ
14. τῶν περὶ τὰ χείλη τε καὶ τὴν ἄνω γένυν ἁπάντων μορίων.
15. εἰ δὲ δή τι σμικρὸν παραλέλειπται σαφεστέρας διηγήσεως
16. δεόμενον, ἐν τῷδε τῷ λόγῳ δηλωθήσεται.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 9.14, ed. Kühn, 1822, vol. 3, p. 740-743. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩