17. Αἱ μὲν περὶ τοὺς ὀδόντας σάρκες, ἃς ὀνομάζουσιν
1. οὖλα, καὶ αὐτοὶ πάντες οἱ ὀδόντες, καὶ τὸ δέρμα
2. πᾶν τὸ περὶ τὸ πρόσωπον, καὶ ὁ ἐν τῇ ῥινὶ χιτὼν, ὁ ἔνδοθεν
3. ὑπαλείφων αὐτὴν, ἀπὸ τῆς τρίτης συζυγίας τῶν νεύρων
4. ἀποσχίσεις λαμβάνουσι. κατὰ μὲν τὴν διὰ τῆς γένυος
5. ὁδὸν, ἣν ἐδηλώσαμεν ὀλίγῳ πρόσθεν, αἵ τε μύλαι σαφεῖς
6. καὶ μεγάλας, καὶ τῶν οὔλων τὰ μὲν ἧττον, τὰ δὲ μᾶλλον,
7. ἅπαντα δ’ οὖν λεπτάς τε καὶ δυσθεωρήτους, ὥσπερ καὶ οἱ
8. προμήκεις τῶν ὀδόντων, κατὰ δὲ τὴν αὐτὴν ὁδὸν τὴν τὰ
9. νεῦρα εἰς τὸ μῆλον ἡγεομένην ἅπαντα σχεδὸν τὰ τῇ ἄνω
10. γένυϊ προσήκοντα, καὶ αἱ μύλαι αὐταὶ καλούμεναι, καὶ τὰ
11. ἄνω οὖλα. καὶ μύλαι μὲν τὰς μεγάλας καὶ εὐθεωρήτους
12. ἀποφύσεις λαμβάνουσι, σμικρὰς δὲ καὶ δυσθεωρήτους τά
13. τ’ οὖλα καὶ οἱ λοιποὶ τῶν ὀδόντων. ἀπὸ δὲ τῶν ὡς ἐπὶ
14. τοὺς κροταφίτας μῦς ἐκ τῆς χώρας τῶν ὀφθαλμῶν ἀνιόντων
15. τά τε βλέφαρα, καὶ τὰ περὶ τὰς ὀφρῦς ἅπαντα, καὶ
16. σύμπαν νενεύρωται τὸ μέτωπον. ἀπὸ δὲ τοῦ διεκπεσόντος
17. τῶν τυφλῶν τρημάτων νεύρου, τοῦ τοῖς κροταφίταις ἀμυδρὰν
18. ἀπονέμησιν πέμποντος, εἴς τε τοὺς ἀδένας, καὶ τὰ ἄλλα
1. τὰ περὶ τὰ ὦτα, καὶ εἰς τὰ λεπτὰ τῶν γνάθων φέρονταί
2. τινες ἀποσχίδες. ἡ πλείστη δὲ αὐτοῦ μοῖρα τὴν εἰς τὰ
3. πλάγια κίνησιν ἐργάζεται τῶν γνάθων διὰ τοῦ πλατέος
4. μυὸς, ὑπὲρ οὗ μετὰ ταῦτα λεχθήσεται. αὐτὸ
5. δὲ τὸ τετριχωμένον δέρμα μόνης αἰσθήσεως ἕνεκα, ὥσπερ
6. καὶ τὸ ἄλλο τὸ καθ’ ὅλον τὸ ζῶον, ἀποσχίδας ὀλίγας, καὶ
7. λεπτὰς, καὶ ἀραιὰς, καὶ δυσθεωρήτους, οἷον ἀράχνης τινὸς
8. ἶνας, ἐκ τῶν ὑποκειμένων ἁπάντων λαμβάνει. τὸ μέντοι
9. κατὰ τὸ μέτωπον δέρμα, κινήσεως τῆς καθ’ ὁρμὴν μεταλαβὸν,
10. εὐλόγως αἰσθητὰς καὶ σαφεῖς ἐκτήσατο τὰς τῶν
11. νεύρων ἶνας. ὑποτέτακται γὰρ αὐτῷ μυώδης τις φύσις
12. λεπτὴ, πολλὰς νεύρων ἶνας εἰς ἑαυτὴν δεχομένη. οὐδ’ ἐστὶν
13. αὐτῆς ἀποδεῖραι τὸ δέρμα, καθάπερ τὸ τοῦ λοιποῦ σώματος,
14. ἀλλ’ ἥνωται πάντη, καὶ κίνησις ἀμφοῖν ἐστι μία τὰς
15. ὀφρῦς ἀνατείνειν δυναμένη. θαυμασιώτερον δ’ ἔτι τούτου
16. μέμικται τὸ δέρμα τοῖς κατὰ τὸ χεῖλος μυσίν. οὐ γὰρ ἂν
17. ἔχοις εἰπεῖν ἐνταῦθα, τοὺς μὲν ὑποτετάσθαι, τὸ δὲ ἐπιπεφυκέναι,
18. καθάπερ ἐπὶ μετώπου καὶ πολλαχόθεν τῶν γενύων
1. ἑκατέρων ἐστὶ, κᾀν τοῖς ἐντὸς τῶν χειρῶν τε καὶ τῶν ποδῶν.
2. ἐπὶ μὲν γὰρ τούτων ἐγχωρεῖ διελεῖν τε καὶ χωρίσαι
3. σαφέσιν ὅροις, ἵνα τελευτᾷ μὲν ὁ μῦς, ἄρχεται δὲ τὸ
4. δέρμα. κατὰ δὲ τὰ χείλη δι’ ὅλων τις αὐτῶν κρᾶσις γέγονε,
5. συνεφθαρμένων τε καὶ ἀναμεμιγμένων ἀλλήλοις, ὥστ’
6. οὐδὲ μῦν ἔχειν εἰπεῖν, οὔτε δέρμα τὸ κοινὸν ἐξ ἀμφοῖν,
7. οὔθ’ ὅλον, οὔτε κατὰ τὰ μόρια διελομένοις, ἀλλ’ ἤτοι μῦς
8. δερματώδεις καλέσειας ἂν ἐν δίκῃ τὰ χείλη τῶν ζώων, ἢ
9. δέρματα μυώδη. καὶ τὸ παράδοξόν τε καὶ ξένον τοῦτο τῆς
10. συνθέσεως ἐν τῷ τῆς ἐνεργείας ἰδίῳ κατὰ λόγον ἐγένετο.
11. συνάγεσθαί τε γὰρ ἀκριβῶς, καὶ διΐστασθαι, καὶ πάντη
12. περιάγεσθαι χρηστὸν ἦν τοῖς χείλεσιν, ὧν οὐδὲν ἂν ἰσχυρῶς
13. τε ἅμα καὶ καλῶς ἐγένετο, καὶ ὡς νῦν γίνεται, μὴ τοιαύτης
14. αὐτῶν ἀποτελεσθείσης τῆς οὐσίας.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 9.15, ed. Kühn, 1822, vol. 3, p. 743-746. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩