Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 9.16, ed. Kühn, 1822, vol. 3, p. 746-750. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.16

15. Ἀλλ’ ἐπεὶ καὶ τὸν ὑπαλείφοντα τὰς ῥῖνας
16. ἔνδον χιτῶνα μετέχειν ἐλέγομεν τῆς ἐπὶ τὰς χώρας τῶν
17. ὀφθαλμῶν φερομένης μοίρας τῶν νεύρων, οὐ μὴν τήν γε
1. ὁδὸν αὐτῶν εἴπομεν, εὔλογον ἂν εἴη, καὶ ταύτην προσθεῖναι
2. νῦν, ἵνα μηδὲν ἐπιδεὲς ᾖ τῷ λόγῳ. κατὰ δὴ τὸν μέγαν
3. κανθὸν ἐν ἑκατέρῳ τῶν ὀφθαλμῶν ἐστιν ἰδεῖν διατετρημένον
4. εἰς τὰς τῶν ῥινῶν εὐρυχωρίας τὸ κοινὸν ἐκείνων τε
5. καὶ τῶν ὀφθαλμῶν ὀστοῦν, καὶ φερόμενον δι’ ἑκατέρου τῶν
6. τρημάτων νεῦρον οὐ σμικρὸν, ἀποσχιζόμενον ἐκ τῆς χώρας
7. τῶν ὀφθαλμῶν, ἐπειδὰν πρῶτον ἐν ταύτῃ γένηται τὰ κατὰ
8. τὴν τρίτην συζυγίαν νεῦρα. καὶ τοῦτο τὸ νεῦρον οὐκ εἰς
9. τὸν ἐν τῇ ῥινὶ μόνον ὑμένα φαίνεται διασπειρόμενον, ἀλλὰ
10. καὶ μέχρι τῆς ὑπερῴας προερχόμενον. κοινὸς γὰρ δὴ καὶ
11. εἷς ἐστιν ὁ χιτὼν οὗτος τῇ ῥινὶ καὶ τῷ στόματι, διὰ τῶν
12. εἰς τὸ αὐτὸ συντρήσεων, δι’ ὧνπερ καὶ ἀναπνέομεν, τὴν
13. κοινωνίαν τε καὶ συνέχειαν κτώμενος. καὶ γὰρ δὴ καὶ ἡ
14. γένεσις αὐτῷ παρὰ τῆς παχείας μήνιγγος, ἀποφυούσης εἰς
15. μὲν τὴν ῥῖνα διὰ τῶν ἐν τοῖς ἠθμοειδέσιν ὀστοῖς τρημάτων
16. ὑμενώδεις ἀποφύσεις, εἰς δὲ τὸ στόμα διὰ τῶν πλησίον
17. τοῦ κατὰ τὴν χοάνην ἀδένος τρημάτων, ὥστε καὶ κατὰ τὰ
18. μέρη δεσμοῖτ’ ἂν ἡ παχεῖα μήνιγξ πρὸς τὸ τῆς κεφαλῆς
1. ὀστοῦν, ὥσπερ καὶ τῶν κατὰ τὰς ῥαφὰς ἀναφερομένων ὑμένων,
2. τῶν τὸ περικράνιον γεννώντων, ὡς ἔμπροσθεν εἴρηται.
3. καὶ τάχ’ ἂν εἴη κατὰ καιρὸν ἤδη περὶ τῶν ὑπολοίπων αὐτῆς
4. δεσμῶν εἰπεῖν, καὶ διδάξαι, διὰ τί πολλαχόθεν μὲν
5. ἰσχυρῶς, ἐνιαχοῦ δὲ ἀσθενῶς, ἔν τισι δὲ μέρεσι μετρίως,
6. ἐν πολλοῖς δ’ οὐδ’ ὅλως συνῆπται τῷ κρανίῳ. τὸ μὲν
7. γὰρ δὴ μυριάκις ἐπιδεδειγμένον ἤδη, τοῦτο καὶ νῦν
8. δειχθήσεται, μηδὲν μήτε παραλείπεσθαι τῇ φύσει, μήτ’ ἐκ
9. περιττοῦ παραλαμβάνεσθαι. φαίνεται γὰρ καὶ τὴν παχεῖαν
10. μήνιγγα συνάπτουσα τοῖς ὀστοῖς ἰσχυρῶς μὲν πάνυ διά
11. τε τῆς λαμβδοειδοῦς καὶ εὐθείας κατὰ τὸ μῆκος ῥαφῆς,
12. ἰσχυρῶς δ’ οὐκέτι διὰ τῆς στεφανιαίας. ἤδη δὲ καὶ ἄλλους
13. πολλοὺς συνδέσμους λεπτοὺς οἷον ἶνας ἐμφύει τοῦ κρανίου
14. τοῖς τε ἄνω μέρεσι, κᾀκ τῶν πλαγίων, ὑφ’ ὧν ἁπάντων
15. καὶ προσέτι τῶν διεξερχομένων ἀγγείων ἀνατείνεται
16. καὶ πλησίον γίνεται ἀεὶ καὶ ψαύει τῶν ὀστῶν ἡ μήνιγξ ἡ
17. παχεῖα. κατὰ δὲ τὰ πρόσω καὶ ὀπίσω τοιοῦτος μὲν οὐδεὶς
1. αὐτῆς ὑμὴν, οἷος ὁ ἐκ τῶν ἄνω μερῶν ὁ περικράνιος, ἀποφύεται·
2. τὰ δ’ ἐπὶ ῥῖνα καὶ ὑπερῴαν ἀποβλαστήματα ταῦτα
3. κέκτηται, βραχεῖς τινας καὶ ἀσθενεῖς τούτους δεσμούς.
4. εὐλόγως οὖν τοὺς λεπτοὺς ἐκείνους καὶ πολλοὺς συνδέσμους
5. ἰσχυροτέρους ἐν τούτοις τοῖς μέρεσιν ἐκτήσατο, ἵν’ ἐξ αὐτῶν
6. ἐπανισῶται τὸ λεῖπον, κατὰ δ’ αὐτὴν τὴν βάσιν ὀλίγους τε
7. καὶ ἀσθενεῖς, ὡς πολλαχόθι δοκεῖν μηδ’ ὅλως ὑπάρχειν
8. αὐτούς. ἐνταυθοῖ μὲν γὰρ περιττὸν ἦν, ῥεπούσης ἀεὶ τῷ
9. βάρει τῆς μήνιγγος εἰς τὸ κάτω, δεσμοῖς ἰσχυροῖς συνάπτειν
10. αὐτὴν τοῖς ὀστοῖς· ἐν δὲ τοῖς ἄλλοις ἅπασι μέρεσιν, ἵν’
11. εὐρυχωρίαν ἄφθονον παρέχῃ διαστελλομένῳ καὶ συστελλομένῳ
12. τῷ ἐγκεφάλῳ, κατὰ λόγον ἐπὶ πλεῖστον ἀφίσταταί τε
13. αὐτοῦ καὶ ἀνατέταται πρὸς τὸ κρανίον. εὐλόγως δὲ καὶ
14. παχυτέρα κάτωθεν γέγονεν, ἵν’, ἐπειδὴ πάντως ἔμελλε στηριχθήσεσθαι
15. κατ’ αὐτῆς ὁ ἐγκέφαλος, ἄλυπος αὐτῷ καὶ τελείως
16. ἀναίσθητος ᾖ ἡ τῶν ὑποκειμένων ὀστῶν σκληρότης.
17. κατὰ μέντοι τὸ δικτυοειδὲς πλέγμα καὶ σκληροτέραν αὐτὴν,
1. οὐ μόνον παχυτέραν ἐδημιούργησεν, ἵν’ οἷον ὀστοῦν ὑποτεταγμένη
2. τῷ ἐγκεφάλῳ, πλείστῳ κατὰ ταῦθ’ ὑπάρχοντι, μηδαμῶς
3. βαρυνθεῖσα πρὸς τὸ κάτω στενοχωρήσῃ τε ταύτῃ
4. καὶ θλίψῃ τὰς ἀρτηρίας. καίτοι μικροῦ δεῖν ἐπιλανθανόμενοι
5. παρελείπομεν εἰπεῖν, ὡς ἀποφύσασά τινα μοῖραν ἑαυτῆς
6. ἡ σκληρὰ μήνιγξ ὑπεστόρεσε τῷ δικτυοειδεῖ πλέγματι,
7. χρῄζοντι μηδ’ αὐτῷ θλίβεσθαι πρὸς τῶν ὑποκειμένων ὀστῶν.
8. ἀλλὰ καὶ τοῦτο προσκείσθω νῦν οὐ μικρὸν δεῖγμα τῆς τοῦ
9. δημιουργοῦ προνοίας.

Cliquer un n° de page pour en afficher l’image