10. Ὡσαύτως δὲ καὶ τὰ περὶ τῶν ῥαφῶν,
11. ὅσον ἔτι λείπει τῷ πρόσθεν λόγῳ, πάλιν ἐπαναλαβόντες
12. ἐπιθῶμεν ἤδη καὶ τούτῳ τῷ γράμματι τὴν προσήκουσαν τελευτήν.
13. ὅτι μὲν οὖν εἴς τε τὴν διαπνοὴν τῶν λιγνυωδῶν
14. περιττωμάτων, καὶ εἰς τὸ δεθῆναι δι’ αὐτῶν τὴν παχεῖαν
15. μήνιγγα πρὸς τὸ τῆς κεφαλῆς ὀστοῦν, καὶ εἰς τὸ διεκπίπτειν
16. ἀγγεῖα, τὰ μὲν ἔσω, τὰ δὲ ἔξω, καὶ πρὸς τὴν περικρανίου
17. γένεσιν αἱ ῥαφαὶ χρησίμως κατεσκευάσθησαν, ἔμπροσθεν
18. εἴρηται. νυνὶ δ’ ὅπερ ἔτι λείπει περὶ τῆς χρείας
1. αὐτῶν προσθέντες, ἑξῆς περί τε τῆς θέσεως καὶ τοῦ πλήθους
2. ἐροῦμεν. ἔστιν οὖν καὶ διὰ τοῦτο χρηστὸν, ἐκ πολλῶν
3. ὀστῶν συντεθῆναι τὸ κρανίον, ἵν’, εἴπου πληγαῖς ῥαγείη,
4. (πολλὰ δὲ τοιαῦτα συμπίπτει,) μὴ μέχρι παντὸς αἱ ῥήξεις
5. αὐτοῦ προβαίνοιεν, ἀλλ’ ἴσχοιντό τε καὶ παύοιντο κατ’
6. ἐκεῖνα τὰ μέρη, καθ’ ὃ καὶ αὐτὸ τὸ πληγὲν ὀστοῦν παύεται.
7. τοσαῦται μὲν οὖν αἱ χρεῖαι τῶν ῥαφῶν. ὅτι δ’ εὐλόγως
8. μία μὲν διὰ μέσης τῆς κεφαλῆς εὐθεῖα, δύο δ’ ἐγκάρσιοι
9. γεγόνασιν, εἰ τῶν ἔμπροσθεν ἀναμνησθείημεν, οὐ μακρῶν
10. ἡμῖν δεήσει λόγων. οὔσης γὰρ οἷον σφαίρας προμήκους τῆς
11. κεφαλῆς, εὐλόγως μία μὲν εὐθεῖα διὰ μέσης αὐτῆς
12. ἐκ τῶν ὄπισθεν εἰς τὸ ἔμπροσθεν ἐκτέταται, δύο δ’ ἐγκάρσιοι
13. ταύτην ἐκδέχονται, καὶ γίνεται τὸ τῶν τριῶν ῥαφῶν
14. σχῆμα παραπλήσιον τῷ Η γράμματι. μακροτέρας γὰρ οὔσης
15. κατὰ τοῦτο τῆς ὅλης κεφαλῆς, καὶ οἷον τεθλιμμένης κατ’
16. ἄμφω τὰ ὦτα, δίκαιον ἄνισον εἶναι τὸν ἀριθμὸν τῶν
17. ῥαφῶν εἰς μῆκός τε καὶ πλάτος, ἢ μάτην ἂν ἡ
18. φύοις ἐλέγετο πρὸς Ἱπποκράτους δικαία, τοῖς ἀνίσοις ἴσα
1. νέμουσα. ἀλλὰ γὰρ οὐχ οὕτως ἔχει, δικαιοτάτη δὲ οὖσα,
2. τὴν μὲν κατὰ τὸ μῆκος τῆς κεφαλῆς ἐκτεταμένην ῥαφὴν εὐθεῖαν
3. μίαν ἀπειργάσατο, συμμέτρως οὕτω τῷ πλάτει τῶν
4. ἑκατέρωθεν αὐτῆς μερῶν, τῶν ἐν τοῖς δεξιοῖς καὶ τῶν ἐν
5. τοῖς ἀριστεροῖς, ἐσομένων. τὰς δ’ ἐγκαρσίας διπλασίας τὸν
6. ἀριθμὸν ἐδημιούργησεν, ἑτέραν μὲν τὴν ὄπισθεν, ὡς καὶ
7. πρόσθεν εἴρηται, τὴν λαμβδοειδῆ καλουμένην, ἑτέραν δὲ
8. τὴν ἔμπροσθεν, τὴν στεφανιαίαν, ὥστ’ ἴσον εἶναι τὸ μεταξὺ
9. τῶν δύο τούτων ῥαφῶν ὀστοῦν τῆς κεφαλῆς τοῖς τῆς
10. μέσης ἐφ’ ἑκάτερον. μεγίστη δ’ ἀπόδειξις τῆς ἐν τῇ φύσει
11. δικαιοσύνης αἱ τῶν φοξῶν κεφαλῶν ῥαφαί. τρία μὲν γὰρ
12. αὐτῶν ἐστι τὰ πάντα σχήματα, τό τε τῷ κατὰ φύσιν ἔχοντι
13. τῷ νῦν ἤδη λελεγμένῳ τελέως ἀντικείμενον, ὅταν ἀμφοτέρας
14. μὲν ἀπολέσῃ τὰς ἐξοχὰς ἡ κεφαλὴ, τήν τε κατ’ ἰνίον καὶ
15. τὴν κατὰ τὸ μέτωπον, ἴση δὲ πανταχόθεν ᾖ καὶ οἷον ἀκριβὴς
16. σφαῖρα· δύο δὲ ἄλλα, τὸ μὲν τὴν κατὰ τὸ μέτωπον μόνην,
1. τὸ δ’ αὖ τὴν κατ’ ἰνίον οὐκ ἔχον ἐξοχήν. αἱ ῥαφαὶ δὲ τῆς
2. μὲν σφαιροειδοῦς ὅμοιαι τῷ Χ γράμματι, δυοῖν μόνων δίχα
3. τεμνουσῶν ἀλλήλας, τῆς μὲν ἀπὸ θατέρου τῶν ὤτων ἐπὶ
4. θάτερον ἐγκαρσίας, τῆς δὲ λοιπῆς διὰ μέσης τῆς κορυφῆς
5. ἐπὶ μέσον τὸ μέτωπον εὐθείας ἐκτεινομένης. ὡς γὰρ,
6. ὅτ’ ἐπλεονέκτει θάτερον μέρος τῆς κεφαλῆς, προμηκέστερον
7. ὂν θατέρου, δίκαιον ἦν πλείους ἔχειν τὸ προμηκέστερον
8. ῥαφὰς, οὕτως, ὅτ’ ἴσον ἑκάτερον ἐγένετο, καὶ τὸν ἀριθμὸν
9. ἴσον αὐτοῖς ἡ φύσις ἔνειμε. τῆς δ’ οὐκ ἐχούσης τὸν κατ’
10. ἰνίον ὄγκον κεφαλῆς ἡ μὲν εὐθεῖα καὶ ἡ στεφανιαία ῥαφαὶ
11. μένουσιν, ἀπόλλυται δ’ ἡ λαμβδοειδής· αὕτη γὰρ ἦν
12. πλησίον τῆς ἀπολλυμένης ὑπεροχῆς. ὥστε γίνεται τὸ τῶν
13. δυοῖν σχημάτων τῷ Τ γράμματι παραπλήσιον, ὥσπερ γε
14. καὶ, ὅταν ἡ κατὰ μέτωπον ἐξοχὴ τῆς κεφαλῆς ἀπόληται,
15. συναπόλλυται μὲν αὐτῇ καὶ ἡ στεφανιαία, λοιπὴ δ’ ἡ κατὰ
16. μῆκος ἐπιβαίνουσα μόνη τῇ λαμβδοειδεῖ πάλιν αὖ καὶ
17. αὐτὸ τὸ σχῆμα τῆς συνθέσεως ὅμοιον ἀπεργάζεται τῷ Τ
18. γράμματι. τέταρτον δ’ εἶδος φοξῆς κεφαλῆς ἐπινοεῖσθαι
1. μὲν δύναται, γενέσθαι δ’ οὐ δύναται, κατ’ ἄμφω τὰ ὦτα
2. προπετεστέρας ἀποτελεσθείσης, ἢ κατὰ μέτωπόν τε καὶ ἰνίον.
3. καὶ εἴπερ οἷόν τ’ ἦν συστῆναι τοῦτο τὸ εἶδος, οὐκ ἂν τὸ
4. σφαιροειδὲς ἐναντίον ἐλέγετο τῷ κατὰ φύσιν, ἀλλὰ τοῦτο,
5. μεταπεπτωκότος γε δὴ τοῦ μήκους παντὸς εἰς τὸ πλάτος.
6. νυνὶ δ’ οὐχ οἷόν τ’ ἦν τηλικαύτην ἐκτροπὴν γενέσθαι τοῦ
7. κατὰ φύσιν. οὐ γὰρ ἔτι φοξὸν τὸ τοιοῦτον, ἀλλ’ ἤδη τέρας
8. ἂν εἴη, μηδὲ ζῆσαι δυνάμενον· καὶ ἡ αἰτία δήλη
9. τοῖς γε τῶν ἔμπροσθεν λόγων μὴ παντάπασιν ἀμελῶς ἀκηκοόσι.
10. προστεθείσης γὰρ ὀπίσω μὲν τῆς ἐπεγκρανίδος, ἔμπροσθεν
11. δὲ τῶν εἰς τοὺς ὀφθαλμοὺς καὶ ῥῖνας ἀποφύσεων,
12. εὐλόγως προμήκει σφαίρᾳ παραπλήσιος ἡ κατὰ
13. φύσιν ἔχουσα γεγένηται κεφαλὴ, καὶ δυνατὸν ἀπολέσθαι
14. ποτὲ ἢ τὴν ἔμπροσθεν, ἢ τὴν ὄπισθεν, ἢ ἀμφοτέρας
15. ὁμοῦ τὰς ἐξοχὰς, οὐ μὴν ἐπὶ τοσοῦτό γε προκόψαι τὴν
16. ἀπώλειαν, ὡς καὶ αὐτοῦ τι συναπολέσθαι τοῦ ἐγκεφάλου.
17. καὶ μὴν οὐχ οἷόν τε πλεονεκτῆσαι τὴν κατ’ ὦτα διάστασιν
1. τῆς κατὰ τὸ μῆκος, εἰ μὴ τοῦτο συμβαίνει. ἀλλὰ τοῦτό
2. γε ἀδύνατον, ὥστε καὶ τὸ τοιοῦτον σχῆμα τῆς κεφαλῆς
3. ἀδύνατον, καὶ διὰ τοῦθ’ Ἱπποκράτης τέτταρα τὰ πάντα
4. σχήματα καὶ τὰς ῥαφὰς ἑκάστου, καθ’ ὃν ἡμεῖς ἄρτι τρόπον
5. ἔφαμεν ἔχειν, ἀπεφῄνατο, μηδαμόθι τῶν συγγραμμάτων
6. πέμπτου κεφαλῆς μνημονεύσας σχήματος. ἀλλ’ αἱ ῥαφαὶ μὲν
7. αὗται μόναι τῆς κεφαλῆς εἰσι, καὶ τῇ θέσει καὶ τῷ πλήθει
8. δικαίως ὑπὸ τῆς φύσεως ἑκάστῳ σχήματι νεμηθεῖσαι.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 9.17, ed. Kühn, 1822, vol. 3, p. 750-755. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩