Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 9.18, ed. Kühn, 1822, vol. 3, p. 755-758. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.18

9. Συνθέσεις δ’ ὀστῶν οὐχ αὗται μόναι,
10. ἀλλὰ καὶ ἄλλαι τινές εἰσιν, ἃς οὔθ’ Ἱπποκράτης, οὐτ’ ἄλλος
11. τις τῶν ἀκριβῶς ἐπεσκεμμένων φύσιν σώματος ὀνομάζειν
12. ἠξίωσαν ῥαφάς. ἀλλ’ αἱ μὲν παράλληλοι τῆ μέση κατὰ
13. τὸ μῆκος τῆς κεφαλῆς φερόμεναι, καθ’ ἑκάτερον τῶν ὤτων
14. τεταγμέναι, καλῶν μοι δοκοῦσι λεπιδοειδῆ προσκολλήματα
15. κεκλῆσθαι, ἑκατέρου μὲν τῶν συνταττομένων ὀστῶν κατὰ
16. βραχύ πως ἀπολεπτυνθέντος εἰς στενήν τινα καὶ ἀβαθῆ
17. λεπίδα, κᾄπειτα τοῦ μὲν ἄνωθεν κατιόντος ἔνδοθεν ὑποβεβλημένου,
1. τοῦ κάτωθεν δ’ ἀνιόντος ἔξωθεν ἐπικειμένου,
2. τὴν μέντοι κατὰ τὰς ῥαφὰς ἀντέμβασιν εἰς ἄλληλα μηκέτ’
3. ἐχόντων τῶν ἐνταῦθα ὀστῶν. αἱ δέ γε κατὰ τὸν κρόταφον
4. συντάξεις τῶν ὀστῶν ἔτι μέν εἰσι καὶ αὐταὶ ῥαφαὶ, μέρος
5. δ’ αὐτὰς, ἐμοὶ δοκεῖν, νομίζων Ἱπποκράτης εἶναι τῆς στεφανιαίας
6. οὐκ ἐμνημόνευσεν ἰδίᾳ λοιπαὶ δὴ κατὰ τὴν ἄνω
7. γένυν συνθέσεις, εἰ μὴ τελέως ἐοίκασι ταῖς κατὰ τὴν κεφαλὴν,
8. ἀλλά τοι καὶ αὐταὶ ῥαφαί τινές εἰσι, καὶ οὕτως
9. ἔθος ἐστὶ τοῖς ἀνατομικοῖς ὀνομάζειν αὐτάς. περὶ μὲν δὴ
10. τούτων ἐν τοῖς κατὰ τὴν ἄνω γένυν εἰρήσεται· περὶ δὲ
11. τῶν λεπιδοειδῶν ἐν τῷδε τῷ λόγῳ διέξιμεν. ἐπεὶ τοίνυν
12. ἀραιὸν μὲν ἐχρῆν γενέσθαι καὶ σηραγγῶδες, ὅσον ἄνωθέν
13. τε κᾀκ τῶν πλαγίων τῇ παχείᾳ μήνιγγι περιβέβληται τοῦ
14. κρανίου μέρος, σκληρὸν δὲ καὶ πυκνὸν οὕτως εἶναι τὸ λοιπὸν
15. ἅπαν, καὶ μάλιστα τὰ καλούμενα κροτάφων ὀστᾶ, διὰ
16. τοῦτο τὰ λεπιδοειδῆ ταῦτα πέρατα τοῖς ὀστοῖς ἐγένετο, τοῦ
1. μὲν ἄνωθεν ἀπὸ τῆς κεφαλῆς κατιόντος ἔνδοθεν ταθέντος,
2. ἵν’ ὁμιλῇ μέχρι πολλοῦ τῇ παχείᾳ μήνιγγι, δι’ ἣν ἐρῶ
3. χρείαν αὐτίκα δὴ μάλα, τοῦ δ’ ἄλλου, τοῦ κάτωθεν
4. ἀνιόντος, τοῦ σκληροῦ, καθάπερ τινὸς αὐτῷ προβλήματος
5. γεγενημένου. πάντες γὰρ οἱ δεσμοὶ τῆς παχείας μήνιγγος
6. οἱ πρὸς τὸ κρανίον εἰς τὰς ἔσω σήραγγας αὐτοῦ περαίνουσιν,
7. ὥστ’, εἴπερ ὅλον ὁμοίως ἦν τῷ κάτωθεν ὀστῷ
8. σκληρὸν καὶ πυκνὸν, οὐκ ἂν οἷοί τ’ ἦσαν ἐμφύεσθαι,
9. καθάπερ οὐδ’, εἰς τὸ κάτω μέρος. ἀλλ’ ἐκεῖ μὲν οὐκ ἦν
10. χρεία τῶν τοιούτων δεσμῶν, ὡς ὀλίγον ἔμπροσθεν ἐλέγομεν.
11. ὅπου δὲ χρεία, κατά τε τὰ ἄνω καὶ τὰ πλάγια,
12. δεόντως ἐνταῦθα χαῦνόν τε καὶ σηραγγῶδες ἐγένετο, καὶ
13. μέν γε καὶ ἑνωθῆναι τὸ τοιοῦτον ὀστοῦν τῷ σκληρῷ τε
14. καὶ πυκνῷ παντάπασιν ἀδύνατον ἦν. εἰρήσεται δ’ ἐπὶ
15. πλέον ἐν τοῖς ἑξῆς περὶ τῆς τοιαύτης τῶν ὀστῶν συντάξεως.
16. αὕτη μὲν καὶ ἡ τῶν λεπιδοειδῶν ὀστῶν αἰτία
17. τῆς γενέσεως. αἱ δ’ ἄλλαι ῥαφαὶ, καθ’ ἃς ἡ κεφαλὴ
18. συνάπτει πρὸς τὴν ἄνω γένυν, καὶ ὅσαι ταύτης εἰσὶν
1. ἴδιαι τῆς γένυος, ἐν τῷ μετὰ ταῦτα εἰρήσεται λόγῳ. νυνὶ
2. δ’ ἐνταῦθά που καταπαύσω τὸν παρόντα λόγον, αὔταρκες
3. ἤδη μέτρον ἔχοντα.

Cliquer un n° de page pour en afficher l’image