Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 9.3, ed. Kühn, 1822, vol. 3, p. 693-696. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.3

5. Πάλιν οὖν ὁ λόγος ἐπὶ τὸ λοιπὸν γένος
6. τῶν ἐκκαθαιρόντων τὸν ἐγκέφαλον πόρων ἐπανελθὼν ἐξηγείσθω
7. τὴν ἐν τούτοις τέχνην τῆς φύσεως. ἀλλὰ περὶ μὲν
8. τῶν δύο τῶν εἰς τὰς ῥῖνας ἡκόντων ἐν τῷ πρὸ τούτου
9. δεδήλωται γράμματι. τῶν δ’ ἄλλων δυοῖν τῶν εἰς τὴν
10. ὑπερῴαν καθηκόντων ὁ μὲν ἐκ τοῦ πυθμένος τῆς μέσης
11. κατὰ τὸν ἐγκέφαλον κοιλίας ὁρμηθεὶς εἰς τὸ κάταντες φέρεται,
12. ὁ δ’ ὑπόλοιπος ἄρχεται μὲν ἀπὸ τοῦ συνάπτοντος
13. πόρου τὸν ἐγκέφαλον τῇ παρεγκεφαλίδι, φέρεται δ’ ἐπὶ τὸν
14. ἕτερον εἰς τὸ κάτω λοξός. ἡνίκα δὲ πρῶτον εἰς ταὐτὸν
15. ἀλλήλοις ἀφίκωνται, δέχεταί τις ἀμφοτέρους χώρα κοινὴ,
16. κοίλη καὶ κατάντης. κύκλος μὲν ἀκριβής ἐστιν αὐτῆς τὸ ἄνω
17. χεῖλος· ἐντεῦθεν δ’ ἀεὶ καὶ μᾶλλον στενουμένη καταφύεται
18. εἰς ὑποκείμενον ἀδένα, πεπλατυσμένῃ σφαίρᾳ παραπλήσιον,
1. αἰσθητὴν ἔχοντα καὶ αὐτὸν κοιλίαν. ἐκδέχεται δὲ
2. τοῦτον ἠθμῷ τινι προσεοικὸς ὀστοῦν, εἰς τὴν ὑπερῴαν
3. περαῖνον. αὕτη μὲν ἡ τῶν παχέων περιττωμάτων ὁδός.
4. ἡ χρεία δ’ ἑκάστου τῶν κατ’ αὐτὴν ὀργάνων δήλη μὲν ἤδη,
5. κᾂν ἐγὼ μὴ λέγω, ἀλλ’ ὣς μηδὲν ἐπιδεὲς ἔστω τοῦ λόγου.
6. ἡ μὲν οὖν ὑποδεχομένη τοὺς πόρους κοιλότης, ἣν οἱ μὲν
7. ἀπὸ τοῦ σχήματος πύελον, οἱ δὲ ἀπὸ τῆς χρείας χοάνην
8. ὀνομάζουσιν, ἐκ μὲν τῶν ἄνω μερῶν οἷον δεξαμενῆς τινος
9. ἐπέχει χρείαν, ἐκ δὲ τῶν κάτω, καθάπερ αὐτὸ τὸ ὄνομα
10. ἐνδείκνυται, χοάνην μιμεῖται· διατέτρηται γὰρ εἰς τὸ κάταντες
11. μέχρι τῆς κατὰ τὸν ἀδένα κοιλίας. ἐπεὶ δ’ ἄνωθεν
12. μὲν ἐχρῆν αὐτὴν αὐτῷ τῷ ἐγκεφάλῳ συνῆφθαι, κάτωθεν δ’
13. εἰς τὸν ἀδένα καταφύεσθαι, δεόντως ὑμενώδης ἐγένετο.
14. περιέχοντος δὲ καὶ αὐτὸν τὸν ἐγκέφαλον ὑμένος λεπτοῦ, τῆς
15. χοριοειδοῦς μήνιγγος, οὐκ ἦν εὔλογον ἄλλον τινὰ σύνδεσμον
16. αὐτῇ ζητεῖν πρὸς τὸν ἐγκέφαλον. δεόντως οὖν μοῖρά τις
17. ἀπὸ τῆς μήνιγγος ταύτης ἀποταθεῖσα τὸ σῶμα τῆς πυέλου
1. συνεστήσατο. περὶ δὲ τῆς κατὰ τὸν ἐκδεχόμενον αὐτὴν ἀδένα
2. χρείας, ὅτι μὲν διηθεῖ τὰ περιττώματα, πρόδηλον καὶ
3. οὐδὲν τοῦτο μέγα τοῖς ἀνατομικοῖς ἔγνωσται. διὰ τί δ’ οὐκ
4. εὐθὺς ἐκ τῆς χοάνης ἐκπίπτει τοῖς κατὰ τὴν ὑπερῴαν τρήμασιν,
5. ἄξιον ὂν ζητεῖσθαι παραλείπουσιν, ὥσπερ οὖν καὶ
6. περὶ τῶν κατὰ τὰς ῥῖνας ἠθμοειδῶν ὀστῶν. οὐ γὰρ οὖν
7. οὐδ’ ἐκεῖνα τίνος ἕνεκα γέγονεν, εἴρηται πρὸς αὐτῶν, ἀλλ’
8. αὐτὸ δὴ τοῦτο μόνον, ὡς ἠθεῖ τὰ περιττώματα, λέγοντες
9. ἱκανὸν εἶναι νομίζουσιν· ὅτι δ’ ἄμεινον ἦν αὐτοῖς ἠθεῖσθαι,
10. καὶ οὐκ εὐθὺς ἐκπίπτειν, παντελῶς παραλελοίπασιν.
11. ἀλλ’ ἡμεῖς αὐτό γε τοῦτο προσθέντες ἐδείξαμεν, ὡς οὐκ
12. ἠθμοειδῆ βέλτιον, ἀλλὰ σπογγοειδῆ καλεῖν αὐτὰ, καὶ ὡς
13. Ἱπποκράτης οὕτως εἴκαζε. κατὰ μὲν οὖν τὰς ῥῖνας ἑτοιμοτέρας
14. οὔσης τῆς βλάβης, μεγάλα τε γέγονε τὰ προβλήματα
15. ταῦτα καὶ ὄστινα καὶ μέχρι πλείστου παρήκοντα·
16. κατὰ δὲ τὴν ὑπερῴαν, ὡς ἂν εἰς στόμα περαινόντων τῶν
17. τρημάτων καὶ προσέτι καλυφθησομένων ἔνδοθεν ὑμένι παχεῖ,
1. μεγάλων οὐκ ἔδει τῶν στεγασμάτων, ἀλλ’ ἤρκει τὰ τρία
2. ταῦτα, ὅ τ’ ἀδὴν καὶ τὸ ὀστοῦν καὶ ὁ ὑμήν. ὅτι δ’
3. ἐκτὸς ἤδη τῆς παχείας μήνιγγός ἐστιν ὁ ἀδὴν οὗτος, οἶμαι
4. δῆλον εἷναι, κᾂν ἐγὼ μὴ λέγω, καὶ ὡς τοσοῦτόν γε τὸ
5. διάστημά ἐστι τοῦ κατὰ τὴν ὑπερῴαν ὀστοῦ πρὸς τὴν
6. μήνιγγα, ὅσον περ καὶ τὸ τοῦ ἀδένος βάθος. καίτοι γ’ οὖν
7. εὔλογον ἂν εἴη λέγειν ἤδη, τίνα ποθ’ ἡ φύσις ἐν ταύτῃ τῇ
8. χώρᾳ κατέθετο σώματα. ὅτι μὲν γὰρ πασῶν ἐστιν ἀσφαλεστάτη
9. τῶν καθ’ ὅλον τοῦ ζώου σῶμα, πρόδηλον, ἄνωθεν
10. μὲν ὑπερκειμένου τοῦ τ’ ἐγκεφάλου παντὸς καὶ τοῦ κρανίου,
11. κάτωθεν δὲ τοῦ τε κατὰ τὴν ὑπερῴαν ὀστοῦ καὶ τοῦ στόματος,
12. ὥστε φθάσειεν ἂν ἀποθανεῖν πολλάκις τὸ ζῶον, εἰ
13. οἷόν τε, πρὶν ἀφικέσθαί τινα βλάβην ἀπὸ τῶν ἔξωθεν
14. προσπιπτόντων εἰς ταῦτα τὰ μέρη.

Cliquer un n° de page pour en afficher l’image