Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 9.4, ed. Kühn, 1822, vol. 3, p. 696-703. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.4

15. Τὸ δὲ καλούμενον ὑπὸ τῶν ἀνατομικῶν
16. δικτυοειδὲς πλέγμα μέγιστον θαῦμα τῶν ἐνταυθοῖ τέτακται,
17. περιλαμβάνον μὲν ἐν κύκλῳ καὶ αὐτὸν τὸν ἀδένα,
18. παρῆκον δὲ καὶ εἰς τοὐπίσω μέχρι πλείστου. πᾶσα γὰρ
1. ὀλίγου δεῖν ἡ τοῦ ἐγκεφάλου βάσις ὑποτεταγμένον ἔχει
2. τοῦτο τὸ πλέγμα. ἔστι δ’ οὐχ ἁπλοῦν τὸ δίκτυον, ἀλλ’
3. ὡς εἰ καὶ ταῦτα τὰ δίκτυα τῶν ἁλιέων πλείω λαβὼν ἐπ’
4. ἀλλήλοις ἐκτείναις. πρόσεστι δὲ τῷ τῆς φύσεως ἐκείνῳ δικτύῳ
5. τὸ τὰς ἐπιβολὰς ἀεὶ θατέρου συνῆφθαι θατέρῳ, καὶ
6. μὴ δύνασθαι μόνον ἓν ὁτιοῦν λαβεῖν ἐξ αὐτῶν· ἕπεται
7. γὰρ καὶ τὰ ἄλλα τῷ ληφθέντι κατὰ στοῖχον, ἁπάντων ἑξῆς
8. ἀλλήλοις συνημμένων. οὐ μὴν οὐδὲ τῇ λεπτότητι τῶν συντεθέντων
9. οὐδὲ τῇ πυκνότητι τῆς συνθέσεως ἔχοις ἂν αὐτῶν
10. παραβαλεῖν οὐδὲν τῶν ἀνθρωπείων τούτων δικτύων.
11. οὐ μὴν οὐδ’ ἐξ ὕλης τῆς ἐπιτυχούσης γέγονεν, ἀλλὰ τῶν
12. ἀπὸ τῆς καρδίας ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων ἀρτηριῶν
13. τὴν μὲν μεγίστην μοῖραν ἡ φύσις ὑπεβάλετο τῷ θαυμαστῷ
14. τούτῳ πλοκάμῳ. βραχεῖαι γάρ τινες αὐτῶν ἀποβλαστήσεις
15. εἴς τε τὸν τράχηλον καὶ τὸ πρόσωπον καὶ τἀκτὸς τῆς κεφαλῆς
16. ἀπεχώρησε μόρια. τὸ δ’ ἄλλο πᾶν, ὃ ὄρθιον ἐξ ἀρχῆς
17. ἐγένετο, διά τε τοῦ θώρακος καὶ τοῦ τραχήλου πρὸς τὴν
18. κεφαλὴν ἀναφερόμενον, ὑπεδέξατο μὲν εὐμενῶς ἡ ταύτῃ
1. μοῖρα τοῦ κρανίου, καὶ διατρηθεῖσα παρέπεμψεν ἀλύπως
2. εἴσω τῆς κεφαλῆς· ὑπεδέδεκτο δὲ κᾂν ἡ μήνιγξ ἡ παχεῖα,
3. καὶ κατ’ εὐθὺ τῆς ἐκείνων ὁρμῆς ἤδη διετέτρητο· καὶ δόκησις
4. ἦν ἐκ τούτων ἁπάντων, ἐπείγεσθαι πρὸς τὸν ἐγκέφαλον
5. αὐτάς. ἀλλ’ οὐκ ἄρα τοῦθ’ οὕτως εἶχεν. ὑπερβᾶσαι
6. γὰρ τὸ κρανίον, ἐν τῇ μεταξὺ χώρᾳ τούτου τε καὶ τῆς παχείας
7. μήνιγγος πρῶτα μὲν ἐσχίσθησαν εἰς πολλὰς πάνυ
8. σμικρὰς καὶ λεπτὰς ἀρτηρίας. ἑξῆς δὲ τὸ μέν τι πρόσω
9. τῆς κεφαλῆς, τὸ δ’ ὀπίσω, τὸ δ’ εἰς ἀριστερὰ, τὸ δ’ εἰς
10. δεξιὰ δι’ ἀλλήλων φερόμεναί τε καὶ περιπλεκόμεναι πάλιν
11. ἑτέραν δόκησιν ἐναντίαν παρέσχον, ὡς ἐπελάθοντο τῆς ἐπὶ
12. τὸν ἐγκέφαλον ὁδοῦ. ἀλλ’ οὐκ ἄρ’ οὐδὲ τοῦτ’ ἀληθὲς ἦν.
13. αὖθις γὰρ ἐκ τῶν πολλῶν ἐκείνων ἀρτηριῶν ὥσπερ
14. ἐκ ῥιζῶν εἰς πρέμνα τῆς συναγωγῆς γενηθείσης, ἐξέφυ ζεῦγος
15. ἀρτηριῶν ἕτερον, ἴσον τῷ κατ’ ἀρχὸς ἀνιόντι, καὶ οὕτως
16. ἤδη διὰ τῶν τῆς παχείας μήνιγγος τρημάτων εἰς τὸν ἐγκέφαλον
17. ἔδυ. τί δὴ τοῦτ’ ἔστι τὸ θαῦμα, καὶ τίνος ἕνεκεν
1. πρὸς τῆς μηδὲν εἰκῆ δημιουργούσης ἐγένετο φύσεως; εἰ τῶν,
2. ὁπότε ἐξηγούμεθα τά θ’ Ἱπποκράτους καὶ Πλάτωνος δόγματα,
3. λελεγμένων τε καὶ ἀποδεδειγμένων ἀναμνησθείης,
4. ἐκείνοις τ’ ἂν κᾀνθένδε πίστιν οὐ σμικρὰν πορίσαιο, καὶ
5. τὴν χρείαν ῥᾳδίως ἐξευρήσεις τούτου τοῦ πλέγματος. ἔνθα
6. γὰρ ἀκριβῶς κατεργάσασθαι τὴν ὕλην ἡ φύσις βούλεται,
7. πολυχρόνιον αὐτῆς διατριβὴν ἐν τοῖς τῆς πέψεως ὀργάνοις
8. παρασκευάζει. δέδεικται μὲν οὖν καὶ τοῦτο αὐτὸ ἐν ἑτέροις
9. ἤδη πλείοσιν· εἰς δὲ τὰ παρόντα τῆς κιρσοειδοῦς ἕλικος,
10. ἐν ᾗ τὸ πρὸς τὴν τοῦ σπέρματος γένεσιν ἐπιτήδειον αἷμα
11. καὶ πνεῦμα παρασκευάζεται, μνημονεύσασιν ἡμῖν ἀποχρήσει
12. παράδειγμα ποιῆσαί τι πρὸς τὰ παρόντα. φλέβες γὰρ ἐν
13. ἐκείνῃ καὶ ἀρτηρίαι πολυειδῶς ἑλίττονται, κατὰ μὲν τὰ
14. πρῶτα μέρη τῶν ἑλίκων εἰλικρινὲς αἷμα περιέχουσαι· κατὰ
15. δ’ αὖ τὰ τελευταῖα τὰ πρὸς αὐτοῖς τοῖς ὄρχεσιν οὐκέτ’
16. ἐρυθρὸς ἀκριβῶς, ἀλλ’ ἤδη λευκότερός πώς ἐστιν ὁ ἐν αὐτοῖς
17. περιεχόμενος χυμὸς, ὀλίγον ἔτι δεόμενος εἰς συμπλήρωσιν
18. οὐσίας σπέρματος, ὃ παρὰ τῶν ὄρχεων αὐτῶν προσλαμβάνει.
1. ἀλλ’ ὅσῳ τὸ κατὰ τὸν ἐγκέφαλον πνεῦμα ψυχικὸν
2. ἀκριβεστέρας ἐδεῖτο κατεργασίας τῆς τοῦ σπέρματος,
3. τοσούτῳ καὶ τὸ δικτυοειδὲς πλέγμα τοῦ κιρσοειδοῦς πολυπλοκώτερον
4. ἐγένετο. καλῶς οὖν ἐν ἐκείνοις ἀπεδείκνυτο τοῖς
5. ὑπομνήμασιν ἡ γένεσις τοῦ κατὰ τὸν ἐγκέφαλον πνεύματος
6. ψυχικοῦ τὸ διὰ τῶν ἀρτηριῶν ἀναφερόμενον, τὸ ζωτικὸν,
7. ὕλην οἰκείαν ἔχειν. ὅπερ δὲ καὶ κατὰ τὴν ἀρχὴν ἐλέχθη
8. τῆς ὅλης πραγματείας, εἰρήσεται καὶ νῦν, ὡς οὐκ ἐνδέχεται
9. καλῶς οὐδεμίαν εὑρεῖν χρείαν οὐδενὸς μορίου, μὴ πολὺ
10. πρότερον ἀκριβῶς εἰδότα τὴν τοῦ παντὸς ἐνέργειαν ὀργάνου.
11. τὰς μὲν οὖν ἀποδείξεις τοῦ τὴν λογιστικὴν ψυχὴν οἰκεῖν ἐν
12. ἐγκεφάλῳ, καὶ κατὰ τοῦθ’ ἡμᾶς τὸ μόριον λογίζεσθαι, καὶ
13. πνεῦμα ψυχικὸν ἐν αὐτῷ περιέχεσθαι πάμπολυ, τὴν ἰδιότητα
14. τῆς ποιότητος ἐκ τῆς ἐν ἑαυτῷ κατεργασίας κτώμενον,
15. ἐν ἐκείνοις τοῖς ὑπομνήμασιν εἰρήκαμεν. ἐνταυθοῖ δὲ
16. τά τε ἄλλα τῆς κατασκευῆς αὐτοῦ καὶ τὸ δικτυοειδὲς πλέγμα
17. θαυμαστῶς ὁμολογεῖν φαίνεται τοῖς ὀρθῶς ἀποδεδειγμένοις.
18. ὅ τε γὰρ ὅλος ἐγκέφαλος ὑπὸ τούτων τῶν ἀρτηριῶν διαπλέκεται,
1. πολυειδῶς σχισθεισῶν, καὶ πολλαὶ τῶν ἀποσχίδων
2. εἰς τὰς κοιλίας αὐτοῦ τελευτῶσιν, ὥσπερ οὖν καὶ τῶν ἐκ
3. τῆς κορυφῆς κατιουσῶν φλεβῶν. ἐξ ἐναντίων μὲν γὰρ τόπων
4. ἐμβάλλουσι ταῖς ἀρτηρίαις, εἰς ἅπαντα δ’ ὡσαύτως αὐτοῦ τὰ
5. μόρια διανέμονται, τά τε ἄλλα καὶ κατ’ αὐτὰς τὰς κοιλίας.
6. ἀλλ’ ὥσπερ εἰς τὴν γαστέρα καὶ τὰ ἔντερα καθήκουσιν
7. ἀρτηρίαι τε καὶ φλέβες πάμπολλαι, χολὴν μὲν καὶ φλέγμα
8. καί τινας ἑτέρας τοιαύτας ὑγρότητας εἰς τὴν ἐκτὸς εὐρυχωρίαν
9. ἀποχέουσαι, στέγουσαι δ’ ἐντὸς αὑτῶν τό θ’ αἷμα
10. καὶ τὸ πνεῦμα τὸ ζωτικὸν, οὕτως εἰς τὰς κατὰ τὸν ἐγκέφαλον
11. κοιλίας αἱ μὲν φλέβες ὡσαύτως ἐκκρίνουσι μὲν τὰ
12. περιττώματα, τὸ δ’ αἷμα κατέχουσιν, αἱ δ’ ἀρτηρίαι τὸ
13. πνεῦμα καὶ μάλιστα πάντων ἀναπνέουσιν. αὗται μὲν γὰρ
14. ἐκ τῶν κάτωθεν ἀναφέρονται μερῶν, αἱ φλέβες δ’ ἐκ τῆς
15. κορυφῆς εἰς αὐτὸν καθήκουσι, προνοησαμένης καὶ τοῦτο
16. θαυμαστῶς τῆς φύσεως, ἵν’ αἱ διεκπίπτουσαι τῶν κατ’ αὐτὰς
17. στομάτων οὐσίαι διεξέρχωνται τὸν ὅλον ἐγκέφαλον.
18. ἔστ’ ἂν μὲν γὰρ ἐν αὐτοῖς τοῖς ἀγγείοις ὦσι περιεχόμεναι,
1. πάντη τοῦ σώματος ἅμ’ ἐκείνοις ἴασιν· ἐπειδὰν δ’ ἅπαξ
2. αὐτῶν ἐκπέσωσι, κατὰ τὴν οἰκείαν ἑκατέρα φέρεται ῥοπὴν,
3. ἄνω μὲν ἡ κούφη τε καὶ λεπτὴ, κάτω δὲ ἡ παχεῖά
4. τε καὶ βαρεῖα. τῶν μὲν οὖν εἰς τὰ κατὰ τὴν
5. κοιλίαν μόρια περαινουσῶν ἀρτηριῶν κατάντη τὴν θέσιν
6. ἐχουσῶν, οὐδὲν εἰς τὴν ὑποδεχομένην εὐρυχωρίαν ἐμπίπτει
7. πνεῦμα, πλὴν ὅσον ἂν ὑπ’ αὐτῶν τῶν ἀγγείων τῆς ἐνεργείας
8. προωθῆταί ποτε. τῶν δ’ εἰς τὸν ἐγκέφαλον ἀνάντης
9. μὲν ἡ θέσις, ἐκρεῖ δ’ ἀεὶ τὸ καλῶς κατειργασμένον ἐν
10. τῷ δικτυοειδεῖ πλέγματι, τοσοῦτον ἑκάστοτε ἐπιφερόμενον,
11. ὅσον ἂν αἱ κατ’ αὐτὸ προπέμπωσιν ἀρτηρίαι. οὐ γὰρ δὴ καὶ
12. ταύτας γε δύναται ταχέως διεξελθεῖν, ἀλλ’ ἴσχεται κατά τε
13. τὰς ἄνωθεν κάτω καὶ τὰς εἰς τὸ πλάγιον ἐπιστροφάς τε
14. καὶ καμπὰς, πολλάς τε καὶ πολυειδεῖς οὔσας, παντοίως ἀλώμενον.
15. ὥστε ἐν ταύταις μὲν χρόνῳ παμπόλλῳ μένον κατεργάζεται,
16. κατεργασθὲν δ’ εὐθέως ἐμπίπτει ταῖς κοιλίαις τοῦ
17. ἐγκεφάλου. οὔτε γὰρ τοῦτ’ ἔτι μένειν ἐχρῆν, οὔτε τὸ ἀκατέργαστον
18. ἤδη φθάνειν. καὶ οὐχὶ κατὰ τὰς κοιλίας μὲν
1. αὐτὰς μόνον, οὐχὶ δέ γε καὶ καθ’ ὅλον οὕτως συνέφερεν
2. ἔχειν τὸν ἐγκέφαλον, ἀλλὰ καὶ κατὰ τοῦτον οὐδὲν ἧττον.
3. ὅσα μὲν γὰρ αὐτοῦ μέρη τῆς διαζωννυούσης μήνιγγος ψαύει,
4. ταῦτ’ ἐξ αὐτῶν τῶν κατ’ ἐκείνην ἀγγείων ἀρύεται τὴν οἰκείαν
5. τροφήν· ὅσα δ’ ἂν ἀποτέρω κείμενα τυγχάνῃ, ταῖς τῶν
6. ὑλῶν βοηθεῖται ῥοπαῖς. ἔχει μὲν γὰρ καὶ δύναμιν ἅπαντα
7. τὰ ἐν τῷ σώματι μόρια τῆς οἰκείας ὕλης ἑλκτικὴν, ἀλλ’
8. οὐ πόῤῥωθεν οὐδὲ διὰ μακροῦ δύναται τοῦτο δρᾷν, εἰ μή
9. τις αὐτοῖς ἑτέρα προσγίνοιτο παρὰ τῶν ἔξωθεν ἐπικουρία.
10. ταύτης οὖν ἐν ἐγκεφάλῳ μάλιστα τῆς βοηθείας ἡ φύσις
11. προὐνοήσατο, πρῶτον μὲν, ὅτι κυριώτατος ἦν ἁπάντων,
12. ἔπειτα δὲ, ὅτι μεγάλα τὰ μεταξὺ τῶν ἀγγείων ἔσχε διαστήματα,
13. καὶ τρίτον, ὅτι διὰ μαλακότητα καὶ μετριότητα
14. θερμασίας ἧττον ἕλκειν ἠδύνατο· καὶ γὰρ συντονίας πλείονος
15. δεῖ τοῖς ἕλξουσι καὶ θερμασίας.

Cliquer un n° de page pour en afficher l’image