16. Καλῶς οὖν ἂν ἔχοι κᾀνταῦθα, βραχὺ τὸν
17. λόγον ἐπιστήσαντας, ἀναμνησθῆναι πασῶν τῶν κατὰ τὸ
1. σῶμα φλεβῶν καὶ ἀρτηριῶν, ὅπως εἰς ἅπαντα τὰ μόρια
2. τὰ δεόμενα τῶν ἀγγείων ἀμφοτέρων ἐμφύονται, ὡς ἐγγὺς
3. ἀλλήλων καὶ πλησίον οὕτω πολλάκις, ὥστε καὶ ψαύειν
4. τὰς εἰς κοιλίαν καὶ νῆστιν καὶ πᾶν τὸ λεπτὸν ἔντερον
5. καὶ τὸ κῶλον. ἀναμνησθῶμεν δ’ αὐτῶν πρῶτον, ἑξῆς δ’
6. αὐτῶν τῶν καθ’ ἧπαρ καὶ πνεύμονα καὶ νεφροὺς
7. καὶ κύστιν καὶ μήτραν καὶ σπλῆνα καὶ αὐτὴν τὴν καρδίαν,
8. ἔπειτα τῶν κατ’ ὠμοπλάτας καὶ θώρακα καὶ χεῖρας
9. καὶ σκέλη μνημονεύσομεν, ὡς ἐν ἅπασι τούτοις οὐκ ἐκ μὲν
10. τῶν κάτωθεν μερῶν ἡ φλὲψ, ἐκ δὲ τῶν ἄνωθεν ἡ ἀρτηρία,
11. οὐδ’ ἐκ μὲν τῶν δεξιῶν θάτερον ἀγγεῖον, ἐκ δὲ τῶν ἀριστερῶν
12. θάτερον ἔφυ, οὐδ’ αὖ τὸ μὲν ἔμπροσθεν, τὸ δ’
13. ὄπισθεν, οὐδ’ ἐκ μὲν τῶν αὐτῶν μερῶν πάμπολυ διέστηκεν,
14. ἀλλ’ ἐν ἅπασι τούτοις οὕτω πλησίον, ὥστε καὶ ψαύειν
15. ἀλλήλων καὶ ἀεὶ κατὰ τῆς ἀρτηρίας ἐπικεῖσθαι τὴν φλέβα.
16. κατὰ δέ γε τὸν ἐγκέφαλον ὅτι βέλτιον ἦν ἐκ διαφερόντων
17. χωρίων, μᾶλλον δ’ ἐναντίων πάντη τὴν εἰς αὐτὸν
1. ποιήσασθαι κατάφυσιν, οὐκ ἄρα θαυμάσομεν τὴν πρόνοιαν
2. τοῦ δημιουργοῦ, μέχρι μὲν αὐτῆς τῆς κεφαλῆς ἀπὸ τῆς καρδίας
3. διὰ τοῦ θώρακός τε καὶ παντὸς τοῦ τραχήλου τὰς φλέβας
4. ἅμα ταῖς ἀρτηρίαις ἀναγαγόντος, ἐντεῦθεν δὲ τὰς μὲν
5. ἀρτηρίας ἐπὶ τὸ δικτυοειδὲς πλέγμα, τὰς φλέβας δ’ ἐπ’
6. ἄκραν τὴν κορυφὴν τῆς κεφαλῆς ἀναγαγόντος, καὶ οὐδὲ
7. ταύτας ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς ἀσφαλείας, ὡς ἂν
8. εἰς μέγα διαφερούσας τῷ ζώῳ· κατὰ γὰρ τὸ τῶν τρεφομένων
9. μορίων ἀξίωμα καὶ ἡ τῶν τρεφουσῶν αὐτὰ φλεβῶν
10. ὑπεροχὴ κρίνεται. ταύτας οὖν τὰς φλέβας εἰ μὲν ἔξωθεν
11. τοῦ κρανίου μέχρι τῆς κορυφῆς ἤγαγεν ὑπὸ τοῦ δέρματος
12. μόνου καλυπτομένας, οὕτω μὲν οὐδ’ ἂν γνωρίζειν αὐτῶν
13. ἐδόκει τὴν ὑπεροχήν· εἰ δ’ ἔνδοθεν μὲν, ἀλλ’ εὐθέως τὴν
14. παχεῖαν μήνιγγα διεκπιπτούσας, ἀσφαλὴς μὲν ἂν οὕτω γε
15. ἡ ὁδὸς αὐταῖς ὅσον ἐπὶ τοῖς ἔξωθεν λυπήσουσιν ἐγένετο,
16. καθ’ ἕτερον δ’ αὖ τρόπον οὐκ ἀσφαλής. οὔτε γὰρ ἄνευ
17. συνδέσμου ὑπ’ αὐτοῦ μόνον ὀχουμένας τοῦ ἐγκεφάλου,
18. περιφεροῦς τὸ σχῆμα καὶ μαλακοῦ τὴν σύστασιν ὑπάρχοντος,
1. οἷόν τ’ ἦν ἀβλαβῶς αὐτὰς ἀνιέναι, οὔθ’ ἡ λεπτὴ μήνιγξ
2. ἱκανὸς ἦν δεσμὸς οὕτω μεγάλαις φλεψίν. ἀλλ’ οὐδὲ, τὸ λοιπὸν
3. ἔτι καὶ τρίτον, εἴσω μὲν ἐχρῆν τοῦ κρανίου παραγαγεῖν,
4. διὰ δὲ τῆς ἐν τῷ μέσῳ χώρας τοῦ τ’ ὀστοῦ καὶ τῆς παχείας
5. μήνιγγος ἐπὶ τὴν κορυφὴν ἀγαγεῖν αὐτάς· ἐπόνουν γὰρ ἂν
6. οὕτω γε κατὰ τὰς κινήσεις προσκόπτουσαι τὸ κρανίον, ἢ
7. ἐχρῆν κᾀνταῦθα προσπαρασκευάσαι τινὰ χιτῶνα σκληρὸν ἐν
8. τῷ μεταξὺ τῶν τε φλεβῶν καὶ τοῦ κρανίου, οἷός περ καὶ
9. φαίνεται κατὰ πάσας τῶν ὀστῶν τὰς διατρήσεις. καὶ πάντως,
10. εἴπερ μηδεμίαν ἄλλην εὐμηχανωτέραν αὐταῖς ἐξεύρισκεν
11. ἀσφάλειαν, ἐπὶ τοῦτ’ ἂν ἧκεν ἡ φύσις, ὡς ἐξ ὧν τεχνᾶται
12. καὶ κατὰ τὰς διὰ τῶν ὀστῶν ὁδοὺς ἐνδείκνυται. ἀλλὰ
13. γὰρ εὐμηχάνου δημιουργοῦ μέγιστον δεῖγμα, καθάπερ ἤδη
14. πολλάκις ἔμπροσθεν εἴρηται, τὸ συγχρῆσθαι τοῖς ἑτέρου
15. τινὸς ἕνεκα γεγονόσι καὶ πρὸς ἄλλας χρείας, καὶ μὴ ζητεῖν
16. καθ’ ἑκάστην αὐτῶν ἴδιον ἐργάσασθαι μόριον. οὔσης οὖν
17. αὐτόθι τῆς παχείας μήνιγγος, οὐκ ᾤετο χρῆναι κατασκευάζειν
1. ἕτερον χιτῶνα, δυναμένης γε ταύτης διπλωθῆναί τε
2. καὶ εἰς μέσην αὑτὴν ὑποδέξασθαι τὰς φλέβας. ἆρ’ οὖν τοῦτο
3. μόνον εὐμηχάνως; ἢ καὶ τούτου μᾶλλον ἔτι τὸ μηδ’ αὐτὴν
4. τὴν διπλόην εἰς ἓν τοῦτο μόνον εἶναι χρηστὴν, ἀλλ’ ἐπεὶ
5. τὸν ἐγκέφαλον ἐχρῆν διορίζεσθαι τῆς παρεγκεφαλίδος, ὡς ἐν
6. τῷ πρὸ τούτου δέδεικται λόγῳ, κατὰ ταύτην μάλιστα τεθῆναι
7. τὴν χώραν, ἅμα μὲν ὁδὸν τοῖς ἀγγείοις ἀσφαλῆ γενησομένην,
8. ἅμα δ’ ἑκατέρῳ τῷ μέρει, τῷ μὲν τὸν ἐγκέφαλον, τῷ
9. δὲ τὴν παρεγκεφαλίδα περιληψομένην; ἆρ’ οὖν ἔτι καὶ τῆς
10. τρίτης εὐμηχανίας ἡδέως ἂν ἐπακούσαις, ὁποίαν ὁ δημιουργὸς
11. ἡμῶν ἐπὶ τῇ διπλώσει ταύτῃ προσεξεῦρεν; ἐπειδὴ γὰρ
12. συνδεῖσθαι τὴν παχεῖαν ἐχρῆν μήνιγγα τῷ κρανίῳ, καθάπερ
13. καὶ τοῦτ’ ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, πολὺ βέλτιον
14. ἦν εἰς ἀσφάλειαν αὐτῇ τε τῇ μήνιγγι καὶ τοῖς
15. ὑποκειμένοις μορίοις, ἔνθα παχυτέρα γίνεται διπλουμένη,
16. τοὺς δεσμοὺς αὐτῆς ἐκφῦναι. ἀλλ’ ἐπεὶ διὰ τῶν
17. ῥαφῶν τούτους ἐχρῆν ἐκφύεσθαι, (δέδεικται γὰρ καὶ τοῦτο,)
1. κατὰ λόγον ἐπέθηκεν ἐνταυθοῖ τὴν λαμβδοειδῆ καλουμένην
2. ῥαφήν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 9.5, ed. Kühn, 1822, vol. 3, p. 703-708. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩