Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 9.7, ed. Kühn, 1822, vol. 3, p. 709-712. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.7

14. Μετὰ δὲ ταῦτα, ὡς ἤδη πλησίον τῆς μέσης
15. κοιλίας προϊὼν ἐγεγένητο, καὶ μεγάλας φλέβας ἐχρῆν ἀποφύειν
16. αὐτοῦ, τὰς εἰς τὰ χοριοειδῆ πλέγματα νεμηθησομένας,
17. οὐδέπω μὲν ἐπίστευσε τῇ λεπτῇ μήνιγγι μόνῃ ξυνδεῖν τηλικαύτας
18. φλέβας, ἀδένα δέ τινα αὐτῇ βοηθὸν ἐδημιουργήσατο,
1. καὶ μέσον στηρίσασα ταῖς κατιούσαις φλεψὶν αὐτὸν, οὕτω
2. τήν τε λεπτὴν μήνιγγα περιέφυσε καὶ τὰς φλέβας ἐν κύκλῳ
3. περιέστησε συνεχομένας τῇ μήνιγγι, ὅπως, μέχρις ἂν
4. αὗται μετέωροι φέρωνται, καὶ ὁ ἀδὴν αὐταῖς συμπαρεκτείνηται,
5. ὅταν δ’ εἰς τὸν ἐγκέφαλον ἤδη καταφύωνται, τηνικαῦτα
6. καὶ ὁ ἀδὴν τὴν ἑαυτοῦ βάσιν τὴν κυκλοτερῆ κατὰ
7. τοῦ νώτου στηρίζῃ τοῦ ἐγκεφάλου. αἱ μὲν δὴ φλέβες οὕτως
8. αἱ περὶ τὸν ἀδένα σχισθεῖσαι διὰ τῆς μέσης κοιλίας
9. ἐπὶ τὰς ἔμπροσθεν ἔρχονται, συμπλεκόμεναί τε κατὰ ταύτας
10. ταῖς κάτωθεν ἀνιούσαις ἀρτηρίαις καὶ τὰ χοριοειδῆ
11. συνιστᾶσαι πλέγματα. τὸ δ’ ὑπόλοιπον μέρος τῆς παχείας
12. μήνιγγος, ἣν οἷον ἀγωγόν τινα αἵματος εἶναι ἐλέχθη, τὸ
13. μὲν ὀρθὸν κατὰ μῆκος, ὡς ἐξ ἀρχῆς ὥρμητο, φέρεται πρόσω
14. μέχρι πλείστου πολλὰς ἀποφῦον φλέβας εἰς ὅλον διασπειρομένας
15. τὸν ἐγκέφαλον. καὶ τοιαύτη μὲν ἡ περὶ τὴν ὁδὸν
16. τῶν φλεβῶν τέχνη τῆς φύσεως. ἡ δὲ μήνιγξ ἡ παχεῖα,
17. ἡ τὸν προειρημένον ἀγωγὸν τοῦ αἵματος ἐργασαμένη,
1. οὐκ ἄρ’ ἔμελλεν οὐδ’ αὐτὴ δι’ ἓν τοῦτο μόνον ἐπὶ τοσοῦτον
2. ἐκταθήσεσθαι, ἀλλὰ γὰρ ἑτέραν καὶ ταύτῃ ῥαφὴν ἐπέθηκεν
3. ἡ φύσις, ἀπὸ τῆς κορυφῆς εὐθὺ τοῦ μετώπου
4. διὰ μέσης τῆς κεφαλῆς φερομένην. καὶ μέν γε καὶ δέον ἦν
5. διφυῆ γενέσθαι τὸν ἐγκέφαλον· καὶ πρὸς τοῦτο αὐτῇ κέχρηται,
6. ὡς πρόσθεν εἴρηται, ἐκτείνασά τινα μοῖραν αὐτῆς ἕως
7. τοῦ μετώπου διορίζουσαν τὸν ἐγκέφαλον. ἀλλὰ τό γε πρὸ
8. τούτου μέρος αὐτῆς, τὸ μεταξὺ τοῦ τ’ ἀδένος καὶ τῆς ληνοῦ,
9. κατὰ κάθετον ἐπίκειται τῷ τε συνάπτοντι τὸν ἐγκέφαλον τῇ
10. παρεγκεφαλίδι πόρῳ καὶ τῇ κατ’ αὐτὸν ἐπιφύσει τῇ σκωληκοειδεῖ,
11. ὥστε ἀνατεῖνον ἐπ’ αὐτὴν τὰ συνεχῆ σώματα
12. κωλύει βαρύνεσθαι πρὸς αὐτῶν τὴν ἐπίφυσιν τοῦ πόρου.
13. τοῦτο δ’ ἡλίκον ἀγαθόν ἐστιν, εἴ τις μνημονεύει τῶν περὶ
14. τῆς ἐνεργείας αὐτῆς ἐν τῷ πρὸ τούτου γράμματι λελεγμένων,
15. οὐδεμιᾶς ἔτι δεῖται νεωτέρας πίστεως. οὕτως καὶ ἡ κατὰ
16. τὴν λαμβδοειδῆ ῥαφὴν μήνιγξ ἀνατείνει τὰ κατὰ
17. τῆς ὄπισθεν κοιλίας ἐπικείμενα σώματα. καὶ μὲν δὴ καὶ ἡ
18. τρίτη τῶν ῥαφῶν, ἡ στεφανιαία καλουμένη, κατὰ μέσον τῶν
1. προσθίων κοιλιῶν ἐγκαρσία φερομένη, μετεωρίζουσα τὴν ἐν
2. τῷ μεταξὺ χώραν ἐγκεφάλου, παμπόλλην οὖσαν, ἀθλίπτους
3. ἀπεργάζεται τὰς κοιλίας, πάντως ἂν θλιβείσας τε καὶ βαρυνθείσας
4. καὶ στενοχωρηθείσας, εἰ μὴ κατὰ τοῦτο τῆς κεφαλῆς
5. ἐτέτακτο τὸ μέρος. οὐ γὰρ, ὥσπερ αἱ τῆς καρδίας
6. διὰ τὴν σκληρότητα τοῦ σώματος αὐτῆς ἄθλιπτοι μένουσιν,
7. οὐδεμιᾶς εἰς τοῦτο βοηθείας ἔξωθεν δεόμεναι, οὕτως οἷόν
8. τ’ ἦν καὶ τὰς κατὰ τὸν ἐγκέφαλον, μαλακὸν ἱκανῶς ὑπάρχοντα,
9. μένειν ἀθλίπτους ἄνευ τινὸς ἔξωθεν ἐπικουρίας.
10. ἀλλὰ περὶ μὲν τῶν ῥαφῶν ὅσον ἔτι λείπει τῷ λόγῳ διελθεῖν,
11. ἐν τοῖς μετὰ τοῦτο ῥηθήσεται γράμμασιν.

Cliquer un n° de page pour en afficher l’image