12. Ἐπὶ δὲ τὸν ἐγκέφαλον αὖθις ἡμῖν ἰτέον τὰς
13. ὑπολοίπους αὐτοῦ τῶν ἐκφύσεων ἐξηγησομένοις. ἀναλάβωμεν
14. δὲ πρότερον ἐν κεφαλαίοις, ὅσα γ’ ἔμπροσθεν εἴπομεν.
15. μέγισται μὲν οὖν αὐτῶν ἦσαν αἱ ἐπὶ τὰς ῥῖνας· ἑκατέρωθεν
16. δὲ τούτων οἱ τῶν ὀφθαλμῶν πόροι, καὶ τούτων πλησίον
17. αἱ τοὺς μῦς αὐτῶν κινοῦσαι. τῶν πόρων δ’ εἰς
18. ταὐτὸ συνιόντων πρὸ τοῦ διεκπεσεῖν τῆς παχείας μήνιγγος
1. καὶ οὕτω πάλιν σχιζομένων, ἐξόπισθεν αὐτῶν τῆς ἑνώσεως
2. ἡ πύελος ἐστὶν, ἑκατέρωθεν δ’ αὐτῆς αἱ ἀρτηρίαι ψαύουσι.
3. ταῦτα μὲν ἐν τοῖς τῆς σκληρᾶς μήνιγγος. οἷς δ’ ἐπιβέβηκεν
4. αὐτή τε καὶ ὁ κατ’ αὐτὴν ἐγκέφαλος, ὅ τ’ ἀδὴν ἔνεστι καὶ
5. τὸ δικτυοειδὲς πλέγμα καὶ ἡ εἰς τὴν ὑπερῴαν διάτρησις.
6. ἐξ ὧν δῆλον ὡς οὐχ οὕτω μὲν σαφῶς τοῖς ἀκούουσιν, ἐναργῶς
7. δ’ ἀεὶ τοῖς θεωμένοις ἂν γένοιτο μήτε κατὰ τὸ πρόσω
8. τῆς κεφαλῆς ἔτι καταλειπομένη χώρα μηδεμία πρὸς τὴν
9. εἰς τὴν γλῶτταν ἀπόφυσιν τῶν αἰσθητικῶν νεύρων, μήτε
10. κατὰ τὴν βάσιν· ἐν μὲν γὰρ τοῖς πρόσω αἵ τ’ ἐπὶ τὰς ῥῖνας
11. ἀποφύσεις εἰσὶ καὶ ἐπὶ τοὺς ὀφθαλμοὺς, ἐν δὲ τοῖς κατὰ
12. τὴν βάσιν ὅ τ’ ἀδὴν καὶ τὸ δικτυοειδὲς πλέγμα. ὥστ’,
13. ἐπειδὴ πρόσθεν μὲν ὁ ἐγκέφαλος αὐτὸς εἰς ἀποφύσεις
14. ἔφθανε κατατετρῆσθαι, κάτω δ’ ὁδὸς οὐκ ἔτ’ ἦν σχολάζουσα,
15. τρίτης χώρας ἐδεῖτό τινος τοῖς γευστικοῖς νεύροις.
16. ἐκ μὲν τῶν ὀπίσω μερῶν τοῦ ἐγκεφάλου, σκληρῶν ὄντων,
17. οὐχ οἷόν τ’ ἦν γεννηθῆναι τοιούτοις νεύροις, ἐκ δὲ
1. τῶν ἄνωθεν, ὥσπερ οὐδ’ ἄλλο τι νεῦρον εἰς οὐδὲν μέρος,
2. οὕτως οὐδ’ εἰς γλῶτταν ἀποφύσεις ἔμελλεν. ἀποδέδεικται
3. γὰρ καὶ τοῦθ’ ἡμῖν μυριάκις, ὅσην ἡ φύσιν ἀσφαλείας ἔχει
4. πρόνοιαν ἐπὶ τῶν κυρίων μάλιστα μορίων· ὅταν δὲ δὴ καὶ
5. διὰ μαλακότητα μέλλῃ ῥᾳδίως ὑπὸ παντὸς βεβλάψεσθαι,
6. τότ’ ἤδη καὶ μᾶλλον ἀποκρύπτει τε τὰ τοιαῦτα καὶ φρουρεῖ
7. πανταχόθεν. ἀλλ’ εἰ κᾀκ τῶν πλαγίων κατὰ τὸν ἐγκέφαλον
8. μερῶν, τῶν κατὰ τοὺς ὀφθαλμοὺς, τὰ τῆς γλώττης
9. ἀπέφυσε νεῦρα, καὶ οὕτως ἂν οὐκ ἦν αὐτοῖς ἀσφαλὴς
10. ὁμοίως ἡ ὁδὸς τῇ ἀπὸ τῆς βάσεως. ἐπεὶ τοίνυν ἐκ μὲν
11. τῆς βάσεως ἄμεινον ἦν ἀποφύειν τὰ νεῦρα διά τε τὴν
12. ἀσφάλειαν καὶ ὅτι κατὰ τοῦθ’ ἡ τῆς γλώττης θέσις ἐτύγχανεν
13. οὖσα, τὸ δ’ ἔμπροσθεν ἅπαν προκατείληπτο τοῖς εἰρημένοις
14. σώμασιν, ἀναγκαῖον ἦν ἐκ τῶν ὑπολοίπων τῶν
15. ὀπίσω τὴν ἔκφυσιν αὐτῶν ἐργάσασθαι. καὶ δὴ καὶ γέγονεν
16. οὕτως, ὡς μόνως ἐνεχώρει γενέσθαι καλῶς, διττὴ κᾀνταῦθα
17. ἡ ἀρχὴ τῶν αἰσθητικῶν τῆς γλώττης νεύρων. ἦν γὰρ καὶ
18. τοῦτο τὸ αἰσθητήριον, ὥσπερ καὶ τἄλλα, διφυὲς, ἴσ’ ἅπαντα
1. τἀκ τῶν δεξιῶν μερῶν τοῖς ἐκ τῶν ἀριστερῶν ἔχον. ἀλλ’
2. ἐπειδὴ καὶ μασήσει καὶ καταπόσει συλλήψεσθαι καὶ διαλεκτικὸν
3. ὄργανον ἔμελλεν ἔσεσθαι, διὰ τοῦτ’ αὐτοῦ ξυνέφυσε
4. τὰ μέρη καὶ σύμπαν ἐναπειργάσατο διφυές. εἰς ἑκάτερον
5. οὖν τῶν μορίων εἰκότως ἴδιον εὐθὺς ἐξ ἀρχῆς ἀπεβλάστησε
6. νεῦρον. ἀλλ’ ἐπεὶ καὶ τοῖς ἐν τῷ στόματι μέρεσιν ἅπασιν
7. ἄμεινον ἦν μεταδοῦναι ἀπὸ τῶν αὐτῶν τόπων γευστικῆς αἰσθήσεως,
8. καὶ τούτοις τὰς τῶν νεύρων ἐκφύσεις ποιησαμένη,
9. καὶ συνάψασα πάνθ’ ἅμα, τὰ μὲν ἐκ τῶν δεξιῶν μερῶν
10. ἰδίᾳ κατὰ τὰ δεξιὰ μέρη τῆς βάσεως, τὰ δ’ ἐκ τῶν ἀριστερῶν
11. ἰδίᾳ κατὰ τὰ ἀριστερὰ, καὶ ταῦτα καθ’ ἑκάτερα
12. μέρη προήγαγεν, οὕτως εἰς τοὔμπροσθεν συναποφύσασα
13. μὲν αὐτοῖς καὶ τὴν χοριοειδῆ μήνιγγα, τρέφειν τε ἅμα καὶ
14. σκέπειν δυναμένην, ἐκτρήσασα δὲ καὶ κοίλην ἐργασαμένη
15. τὴν παχεῖαν, ὥσθ’ ὑποδέξασθαι τὰς ἀποφύσεις. οὐ γὰρ
16. δὴ διέτρησε ταύτην ὀπαῖς διαμπερέσιν, ἀλλὰ τρόπον αὐλοῦ
17. διευρύνασα, μέχρι μὲν τῶν ἔμπροσθεν ὀστῶν, ὧν δὴ καὶ
18. διεκπίπτειν καιρὸς ἦν τοῖς νεύροις, προήγαγεν, ἐνταυθοῖ δὲ
1. τά τ’ ὀστᾶ διέτρησε καὶ μετ’ ἀμφοτέρων τῶν μηνίγγων τὰ
2. μὲν εἰς τὴν γλῶτταν αὐτὴν ἐνέφυσε, τὰ δ’ εἰς τὴν ἄνω,
3. τὰ δ’ εἰς τὴν κάτω γένυν. πρὸ δὲ τῆς εἰς ταῦτα διανομῆς
4. αὐτῶν οἷον ὁδοῦ τι πάρεργον ἀποφύσασα νεῦρον, εἶτα πιλήσασα
5. καὶ πυκνώσασα καὶ σκληρότερον ἐργασαμένη τῶν
6. εἰς τὸ στόμα περαινόντων, ἐνέφυσε τῷ κροταφίτῃ μυΐ·
7. κινήσεως μὲν γὰρ τούτῳ, τοῖς δ’ ἐν τῷ στόματι τῆς γευστικῆς
8. αἰσθήσεως ἔδει. ἀλλ’ ὅτι μὲν ὅσα τῇ τε κάτω γένυϊ
9. καὶ τῇ γλώττῃ καταφύεται, κατάντεσιν ὁδοῖς εὐλόγως ἐχρήσατο,
10. δῆλον ἐξ αὐτῆς τῶν δεχομένων αὐτὰ τῆς θέσεως·
11. ὅσα δ’ εἰς τὴν ἄνω γένυν ἐφέρετο, τούτοις ἑτέραν ὁδὸν ἡ
12. φύσις ἐτέμετο προσήκουσαν. καὶ πρῶτον μὲν εἰς τοὔμπροσθεν
13. ἔτι προδιεβίβασεν αὐτὰ, καὶ πλησίον τῶν κατὰ τοὺς
14. ὀφθαλμοὺς χωρίων ἤγαγεν· ἔπειτ’ ἐνταῦθα συνεχρήσατο θατέρῳ
15. τῶν κατ’ αὐτοὺς τρημάτων, δι’ οὗ τοῖς μυσὶ τῶν
16. ὀφθαλμῶν ἐνεφύετο τὰ νεῦρα. βελτίονα γὰρ ἑτέραν ὁδὸν
17. οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστιν οὔτε κατ’ αὐτὰς τὰς χώρας
18. τῶν ὀφθαλμῶν, οὔτ’ ἔξωθεν. τὰ μὲν γὰρ ἐπέκεινα τῶν
1. μικρῶν κανθῶν μέρη τοῖς τε κροταφίταις ἐφυλάττετο μυσὶ,
2. καὶ προσέτι μακρὰν εἶχε καὶ οὐκ ἀσφαλῆ τὴν περίοδον·
3. τὰ δ’ ἐν τοῖς τῶν μεγάλων κανθῶν οἱ τῆς ῥινὸς πόροι
4. κατειλήφασιν. ἐν αὐταῖς δὲ ταῖς χώραις τῶν ὀφθαλμῶν
5. δυοῖν μὲν ὑπαρχόντων ἤδη τρημάτων, ἄλλου δὲ τρίτου
6. κατὰ τὸν μέγαν κανθὸν ἔσεσθαι μέλλοντος, ὡς δείξω
7. τοῦ λόγου προϊόντος, ἕτερον ἐπὶ τούτοις ἐργάζεσθαι τέταρτον
8. ἀμελοῦντος ἦν ἁμάρτημα δημιουργοῦ τῆς δυσπαθείας
9. τῶν ὀστῶν. εἰς ὅσον γὰρ ὁ τῶν τρημάτων ἀριθμὸς
10. ηὐξάνετο καταπυκνουμένων, εἰς τοσοῦτον εὐπαθὲς ὑπὸ λεπτότητος
11. ἐγένετο τὸ μεταξὺ πᾶν αὐτῶν ὀστοῦν. ὥστ’ ἐκ
12. τούτων τῶν λογισμῶν ὁ δημιουργὸς ἡμῶν ἀπέστη μὲν τοῦ
13. καὶ καθ’ ἕτερόν τι μέρος αὐτὸ διατιτράναι, καταστὰς δ’
14. εἰς τὴν ἐκ τῶν ἤδη γεγονότων αἵρεσιν, ἐπὶ τὴν τῶν δυσπαθεστέρων
15. νεύρων ὁδὸν ἀφίκετο, καὶ κατὰ ταύτην διεξέβαλε
16. τὰ τῆς ἄνω γένυος. τὰ γὰρ αἰσθητικὰ νεῦρα τῶν ὀφθαλμῶν
17. οὐ μόνον μακρῷ μαλακώτερα τῶν κινητικῶν ἐστιν, ἀλλὰ ἔτι
1. μακρῷ κυριώτερα. διὰ ταῦτα γοῦν ὅ τε σύμπας ὀφθαλμὸς
2. γέγονε, καὶ τὸ κῦρος ἅπαν τῆς ὄψεως ἐν αὐτοῖς ἐστιν,
3. ἀλλὰ καὶ τὰ τρήματα αὐτῶν ὁμοίως τοῖς νεύροις ἐστὶ μεγάλα.
4. κατὰ λόγον οὖν τούτων μὲν ἀπεχώρησεν, ὡς ἂν καὶ
5. διὰ μεγάλων ἤδη τρημάτων φερομένων, καὶ κυριωτέρων
6. πολὺ καὶ μαλακωτέρων ὑπαρχόντων, τοῖς δὲ σκληροτέροις
7. τε ἅμα καὶ ἀκυροτέροις καὶ διὰ στενωτέρων τρημάτων
8. διεξερχομένοις συνδιεξέβαλε τὰ τῆς γένυος νεῦρα, τήν
9. τε γειτνίασιν αὐτῶν ἄλυπον εἰδὼς ἐσομένην καὶ τὸ μέγεθος
10. τοῦ τρήματος οὐδέπω τῶν αἰσθητικῶν μεῖζον γενησόμενον·
11. πρόμηκες μὲν γάρ ἐστι καὶ οὐκ ἀκριβῶς στρογγύλον, ὥσπερ
12. ἐκεῖνο. καὶ τάχα ἄν τῳ δόξειε τὸ μῆκος αὐτοῦ μεῖζον εἶναι
13. τῆς ἐκείνου διαμέτρου, ὅλον δὲ ὅλῳ παραβαλλόμενον οὐκ
14. ἂν ἔτι φαίνοιτο μεῖζον. ἐξ ἀνάγκης δὲ πρόμηκες ἐγένετο
15. καὶ οὐχ, ὥσπερ τὸ τῶν αἰσθητικῶν, στρογγύλον, ὅτι δύο
16. ἔμελλεν ἑξῆς ἀλλήλων τεταγμένα νεῦρα περιέξειν, οὐχ ἕν.
17. ἔστι μὲν γὰρ ἑκάτερον αὐτῶν κατά γε τὴν ἀλήθειαν πλείω,
1. καὶ λεχθήσεται περὶ πάντων τούτων τῶν νεύρων τῆς φύσεως
2. ὀλίγον ὕστερον ἀκριβέστερον· ἀλλὰ νῦν γε οὐδὲν κωλύει
3. σαφοῦς ἕνεκα διδασκαλίας ἓν μὲν εἶναι λέγειν τὸ ἐπὶ
4. τοὺς τῶν ὀφθαλμῶν μῦς μεριζόμενον, ἕτερον δὲ τὸ πρὸς
5. τὴν ἄνω γένυν ἀφικνούμενον, ὃ διεκπίπτει μὲν ἅμα θατέρῳ,
6. γενόμενον δ’ ἐν τῇ χώρᾳ τῶν ὀφθαλμῶν εὐθὺ τοῦ καλουμένου
7. μήλου φέρεται, διατιτρωμένων πάλιν ἐνταῦθα καὶ
8. δίοδον αὐτῷ παρεχόντων τῶν ὑποκειμένων τοῖς ὀφθαλμοῖς
9. ὀστῶν· οὐ γὰρ δὴ ψαύοντά γε τῶν μυῶν ἔμελλε παρέρχεσθαι,
10. βλάπτοντά τε καὶ βλαπτόμενα πρὸς αὐτῶν. ἄμεινον
11. γὰρ ἦν κᾀκείνων τὴν κίνησιν ἀβλαβῆ φυλάττεσθαι, καὶ
12. ταῦτ’ ἰέναι δι’ ἡσυχίας πολλῆς, καὶ μὴ ἀλλοτρίας καὶ
13. μηδὲν προσηκούσης αὐτοῖς κινήσεως μηδαμοῦ παραπολαύοντα.
14. ταῦτ’ οὖν προμηθούμενος ὁ δημιουργὸς ἕτερον
15. ἐφεξῆς ἔθηκεν ὑπὸ τοὺς ὀφθαλμοὺς τρῆμα, διαδεχόμενον
16. τὸ πρότερον ἐκεῖνο τὸ κοινὸν ἀμφοτέρων τῶν νεύρων, ὃ
17. πρὸς αὐτὸν ἐπεραίνετο τὸν ἐγκέφαλον. ἀλλ’ ἐνταῦθα μὲν
18. ὑπὸ λεπτῆς λεπίδος ὀστοῦ καλυπτόμενα τὰ νεῦρα καὶ ὁ
1. πόρος αὐτῶν, ἐν δὲ τοῖς μήλοις καλουμένοις, ὡς ἂν ὑψηλοῖς
2. οὖσι, παχέσι μὲν ὀστοῖς καλύπτεται, διὰ βάθους δὲ
3. φέρεται τοῦ ψαύοντος αὐτῶν ὀστοῦ, καθάπερ ἄλλου τινὸς
4. αὐτῶν τῶν νεύρων ἕνεκα γεγονότος. οὐ γὰρ οὖν οὐδὲ τοῦτ’
5. ἠμέληται τῇ φύσει, τὸ τοῖς διεκπίπτουσιν ἅπασιν ὀστῶν
6. ἀγγείοις χιτῶνας περιφύειν σκληροὺς, καί τινας ἐξ αὐτῶν
7. τῶν ὀστῶν λείους καὶ χαύνους ἀπεργάζεσθαι πόρους, καὶ
8. μάλισθ’ ὅταν σκληρὰ ταῖς οὐσίαις ᾖ τὰ διατιτράμενα τῶν
9. ὀστῶν· ἀλλ’ οὔτ’ ἐπὶ πάντων μὲν νεύρων, πασῶν
10. δ’ ἀρτηριῶν, πασῶν δὲ φλεβῶν οὕτως ἀκριβῶς φυλαττόμενον,
11. ὡς μηδαμοῦ διαμαρτάνεσθαι, τοῖς μὲν ἀμελῶς καὶ
12. ῥᾳθύμως ἀκούουσι, μᾶλλον δὲ παρακούουσι, μικρὸν ἂν
13. ἴσως δόξειε, προσέχοντι δὲ τὸν νοῦν ἐπιμελέστερον τῷ λεγομένῳ
14. καὶ βάσανον ἀκριβῆ δι’ αὐτῆς τῆς ἀνατομῆς λαμβάνοντι
15. κᾂν μόνον ἱκανὸν ἐνδείξασθαι γένοιτο πρόνοιάν
16. τε ἅμα καὶ τέχνην θαυμαστὴν τοῦ δημιουργοῦ. τίνι δὲ
17. τρόπῳ ταῦτά τε τὰ νεῦρα τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ἐπὶ τὰ
18. τῶν μήλων ὀστᾶ φερόμενα καὶ τὰ πρὸ αὐτῶν εἰρημένα
1. καὶ τὰ κάτω διεκπίπτοντα τήν τε γλῶτταν καὶ τὸ στόμα
2. καὶ πάντα τοῦ προσώπου τὰ μόρια διαπέπλεχεν, ἐν τῷ
3. μετὰ ταῦτα δηλωθήσεται λόγῳ, τὴν τῶν κατὰ τὸ στόμα
4. καὶ τὸ πρόσωπον μορίων ἐξηγουμένων ἡμῶν κατασκευήν.
5. ὁ γὰρ ἐνεστηκὼς λόγος αὐτῶν μόνον τῶν κατὰ τὸν ἐγκέφαλον
6. ἐκφύσεων ἐπηγγείλατο τὰς χρείας ἐρεῖν, ὧν ὅρος ἐστὶ
7. τὸ περιέχον ὀστοῦν αὐτόν. ὥστε τοῦτον παραφυλάττοντες,
8. ὅταν ἐκτὸς αὐτοῦ τῷ λόγῳ καταστήσωμεν τὸ νεῦρον, ἐπανερχόμεθα
9. πάλιν ἐπὶ τὸν ἐγκέφαλον, ὑπὲρ τοῦ μήτε τῶν
10. ἐντός τινα τοῦ κρανίου παραλιπεῖν ἀποφύσεων, μήτ’ ἐν ταῖς
11. ἐκτὸς ἐπὶ πολὺ διατρίβειν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 9.8, ed. Kühn, 1822, vol. 3, p. 712-721. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:9.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩