5. Ἔτι δὲ ὅσα περὶ πάντων τῶν κατὰ τὰ μόρια
6. σχημάτων Ἱπποκράτει γέγραπται πάλαι, καὶ νῦν οὕτως
7. ἔχειν φαίνεται. ἆρ’ οὖν θαυμαστῶς ὁμολογεῖ καὶ ταῦτα;
8. πρῶτον μὲν, ὅτι κάμψαντες τελέως ὁτιοῦν μόριον ἢ ἐκτείναντες
9. ἐσχάτως ὀδυνώμεθα· δεύτερον δὲ, ὅτι τὸ μέσον τούτων
10. σχῆμα τὸ ἀνωδυνώτατόν ἐστι· τρίτον δ’, ὅτι μεταβολῆς
11. ταχείας ἐπὶ τοῖς ἐσχάτοις σχήμασιν ὀρεγόμεθα· τέταρτον
12. δὲ, ὅτι μέχρι πλείστου τὸ μέσον σχῆμα φυλάττομεν,
13. οὐδεμιᾶς ἐπιθυμοῦντες μεταβολῆς· πέμπτον δὲ, ὅτι καὶ
14. τοῦτό ποτε μεταβάλλειν ἐπιθυμοῦμεν· ἕκτον δὲ, ὅτι πᾶν
15. σχῆμα δύσφορον τοῖς ἐσχάτως ἀσθενέσιν. αἱ μὲν γὰρ ὑπερβολαὶ
16. τῶν σχημάτων εὐλόγως ὀδυνηραὶ, τοῦ μὲν ἑτέρου
17. τῶν μυῶν ἐνεργοῦντος, τοῦ δ’ ἑτέρου παρὰ φύσιν ἐκτεινομένου.
18. τὸ μέσον δὲ τούτων σχῆμα, καὶ τῆς ἐνεργείας καὶ
1. τῆς ἀμέτρου τάσεως ἀμφοτέρους ἀναπαῦον, εἰκότως ἥδιστον.
2. ὥστε καὶ τῆς μεταβολῆς τῶν μὲν ὀδυνηρῶν σχημάτων ταχείας
3. δεόμεθα, τῆς δ’ ἀνωδύνου βραδείας. διὰ τί
4. δ’ ὅλως μεταβάλλειν αὐτὸ δεόμεθα, καίτοι γε ἀνώδυνον ὄν;
5. ὅτι κᾀν τούτῳ τάσιν τινὰ ὑπομένουσιν οἱ μύες, ἀλλ’ ἧττον
6. μὲν, ἢ ἐν τοῖς ἄλλοις ἅπασιν, ἀνώδυνον δ’ οὖν αὐτὸ λέγομεν,
7. οὐχ ὡς οὐδ’ ὅλως ὀδύνης μετέχον, ἀλλ’ ὡς ἐλαχίστης
8. τε ταύτης καὶ σχεδὸν ἀναισθήτου διὰ βραχύτητα, καὶ τότ’
9. αὐτὸ μεταβάλλειν ἐπιθυμοῦμεν, ὅταν ἀθροισθεῖσα κατὰ
10. βραχὺ γένηταί ποτε αἰσθητή. τοῦ δ’, ὅτι κᾀν τούτῳ τῷ
11. σχήματι τάσιν τινὰ ἔχουσιν οἱ μύες, εἰ μεμνήμεθα τῶν ἔμπροσθεν
12. λόγων, οὐκέτ’ ἀποδείξεως χρῄζομεν. τείνεσθαι γὰρ
13. ἔφαμεν αὐτοὺς πρὸς τῶν κώλων, εἰς ἃ καταφύονται, καὶ διὰ
14. τοῦτο ἐλευθερωθέντας ἐκείνης τῆς τάσεως ἐν τῷ τμηθῆναι
15. τὸν τένοντα τὴν κατὰ φύσιν συστολὴν ἑτοίμως ἀπολαμβάνειν.
16. οὐδέποτ’ οὖν ἔξω τάσεως οὐδεὶς μῦς, οὐδ’ ὅτε ἐν
17. τοῖς μέσοις σχήμασιν, ἀλλὰ τῷ ταύτης μὲν καταφρονεῖν ὡς
1. βραχείας, τὰς δ’ ἄλλας ὡς σφοδρὰς καὶ βιαίους μὴ φέρειν,
2. τοῦτο μὲν αἱρούμεθα, τὰ δ’ ἄλλα φεύγομεν. ὅταν δ’
3. ἀσθενεῖς ἐσχάτως γενηθῶμεν, ὥσπερ ἐν στομαχικαῖς καὶ
4. καρδιακαῖς συγκοπαῖς, τότ’ οὐδὲ τὴν βραχεῖαν φέροντες τάσιν
5. οὐδὲ τοῦ μέσου σχήματος ἀνεχόμεθα, καὶ διὰ τοῦτο,
6. καίτοι ἀδύνατοι πρὸς τὰς κινήσεις ὄντες, ὅμως ἄλλοτ’ ἄλλη
7. διαῤῥίπτομεν τὰ μόρια, ποθοῦντες μέν τινος ἀνωδύνου σχήματος
8. ἐπιτυχεῖν, οὐδὲν δὲ τελέως τοιοῦτον εὑρεῖν δυνάμενοι.
9. ὡς οὖν, ἄν τις ἡμῶν ἀνάγκην εἶχεν ἐξημμένον τοῦ τραχήλου
10. λίθον τινὰ μὴ μέγαν περιφέρειν, ἐῤῥωμένος μὲν ὢν ἀλύπως
11. ἔφερεν, ἄῤῥωστος δὲ γενόμενος εὐθὺς ἂν ὡς ἄχθος ἀποθέσθαι
12. προὐθυμεῖτο, κατὰ ταὐτὰ καὶ τῶν μυῶν ἕκαστος,
13. οἷόν τινα λίθον βαστάζων τὸ ἐξημμένον ὀστοῦν, ἔστ’ ἂν
14. μὲν ἐῤῥωμένος ᾖ, καταφρονεῖ, μηδ’ αἰσθανόμενος τὰ πολλὰ
15. μηδ’ ἐπὶ βραχὺ τοῦ βάρους, ὅταν δ’ ἀῤῥωστήσῃ, τηνικαῦτ’
16. αἰσθάνεται καὶ δυσφορεῖ, καὶ οἷόν τι ἀποσείσασθαι
17. ἄχθος ἐπιθυμῶν ἄλλοτ’ ἄλλου σχήματος ὀρέγεται. πάντ’
18. οὖν πᾶσιν ὁμολογεῖν φαίνεται τὰ κατὰ τοὺς μῦς συμπτώματα
1. καὶ τῆς κοινῆς ἀρχῆς ἔχεσθαι πάντα, καθ’ ἣν ἀπεδείχθησαν
2. ἐξ ἑαυτῶν μὲν εἰς ἐσχάτην ἀεὶ συστολὴν ἐπειγόμενοι,
3. μὴ δυνάμενοι δὲ ταύτης τυχεῖν, ὅτι τοὺς ἀντιτεταγμένους
4. ἀντισπῶντας ἔχουσι καὶ τὸ τῶν ὀστῶν βάρος
5. ἐξημμένον,
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 1.10, ed. Kühn, 1822, vol. 4, p. 418-421. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:1.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩