16. Λείποι δ’ ἂν ἔτι περὶ τῆς τῶν τενόντων
17. φύσεως εἰπεῖν πρὸς τὸ μηδὲν ἀσαφὲς ὑπολείπεσθαι τοῖς
1. ἑξῆς λόγοις. ὅτι μὲν οὖν οἷον μικτή τις ἡ φύσις ἐστὶ τῶν
2. τενόντων ἔκ τε τῶν συνδέσμων καὶ τῶν νεύρων,
3. εἴρηται μὲν οὖν καὶ τοῦτο πρόσθεν, ἀλλ’ ὁ λογισμὸς αὐτοῦ
4. παραλέλειπται, νῦν δὲ προσκείσεται. σκληρότερός ἐστιν ὁ
5. τένων νεύρου τοσοῦτον, ὅσον συνδέσμου μαλακώτερος, ἀλλὰ
6. καὶ τὸν ὄγκον τοῦ σώματος τηλικοῦτος, οἷος ἐξ ἀμφοῖν μάλιστα
7. γεγονέναι, καὶ σύνδεσμος μὲν ἅπας ἀναίσθητος, νεῦρον
8. δὲ ἅπαν αἰσθητικόν. ὁ δὲ τένων οὔτ’ ἀναίσθητος,
9. ὅτι καὶ νεύρου μετέσχεν, οὔθ’ οὕτως αἰσθητικὸς, ὡς τὸ
10. νεῦρον, οὐ γάρ ἐστι νεῦρον μόνον. εἰς ὅσον οὖν μέτεστιν
11. αὐτῷ συνδέσμου φύσεως, εἰς τοσοῦτον ἤμβλυνται τὸ τῆς αἰσθήσεως
12. ἀκριβές. ἀλλὰ κᾀκ τοῦ φύεσθαι μὲν ἐκ τῆς τελευτῆς
13. τοῦ μυὸς τὸν τένοντα, καταφύεσθαι δὲ εἰς τὴν κεφαλὴν
14. αὐτοῦ τό τε νεῦρον καὶ τοὺς συνδέσμους, εἶτ’ εἰς
15. ὅλον διασπείρεσθαι τὸν μῦν, εὔλογον ἐξ ἀμφοῖν γεγονέναι
16. τὸν τένοντα. σαφέστερον δ’ ἂν μάθοις αὐτὸ διὰ τῆς ἀνατομῆς.
17. ἐναργῶς γὰρ ὄψει τὴν μὲν ἀρχὴν, ἣν καλοῦσι κεφαλὴν
18. μυὸς, νευρωδεστέραν, τὰ δὲ μέσα σαρκωδέστερα, ἴνα
1. περ αἱ καλούμεναι κοιλίαι τῶν μυῶν εἰσιν. ἐντεῦθεν δ’
2. αὖθις ἀεὶ καὶ μᾶλλον ἔτι νευρωδέστερος γίνεται κατὰ τὴν
3. αὐτὴν τῇ πρόσθεν ἀναλογίαν. καὶ τέλος εἰς τοσοῦτον μᾶλλον
4. νευρῶδες φαίνεται τὸ κάτω πέρας, εἰς ὅσον περ καὶ
5. κατὰ τὴν κεφαλήν. τὸ δὲ νεῦρον τὸ καθῆκον εἰς αὐτὸν
6. κατὰ μὲν τὴν πρώτην ἔμφυσιν εἰς ὀλίγας νενέμηται
7. μοίρας· ἐκείνων δ’ αὖθις εἰς ἑτέρας τεμνομένων, καὶ τούτων
8. τεμνομένων αὖθις εἰς ἄλλας, καὶ μέχρι τοσούτου τῆς
9. σχίσεως προϊούσης, ὥστ’ εἰς ὑμενώδεις καὶ πάνυ λεπτὰς
10. ἶνας τελευτῆσαι, καὶ πάλιν ἐκ τούτων τῶν μορίων συνιόντων
11. πρὸς ἄλληλα καὶ ποιούντων νεῦρα, μείζονα μὲν τὸν
12. ὄγκον τῶν ἔμπροσθεν, ἐλάττονα δὲ τὸ πλῆθος, ἐν τῇ τελευτῇ
13. τοῦ μυὸς ἴσα τὸν ἀριθμὸν καὶ τὸ μέγεθος ταῦτα
14. τοῖς κατὰ τὴν πρώτην ἀρχὴν γίνεται. ἐπεὶ δ’ αὖθις ὁ τένων
15. φύεται πολὺ μείζων τοῦ καθήκοντος εἰς τὸν μῦν νεύρου,
16. δῆλον οὖν, ὡς οὐκ ἐκ τοῦ νεύρου μόνον ἐγένετο,
17. ἀλλά τι καὶ τῶν συνδέσμων τῆς φύσεως προσέλαβε, καὶ οὐκ
18. ὀλίγον γε τοῦτο. πολλαχόθι μὲν γὰρ ἑξαπλάσιος, πολλαχόθι
19. δὲ καὶ δεκαπλάσιος τῷ πάχει τοῦ νεύρου φαίνεται. καὶ
1. προσηκόντως ἄρα τοιοῦτός τε καὶ τηλικοῦτος ἐγένετο, μέλλων
2. γε καὶ τὴν τοῦ νεύρου καὶ τὴν τοῦ συνδέσμου χρείαν
3. παρέξειν. συνδεῖ μὲν γὰρ τὸν μῦν τοῖς ὑποκειμένος ὀστοῖς,
4. εἰς ἃ καταφύεται, καὶ ταύτῃ μὲν οὐδὲν διαφέρει συνδέσμου·
5. αἰσθάνεται δὲ καὶ κινεῖται, καὶ ταύτῃ πάλιν νεύρου μετέχει.
6. μείζων δὲ ἐγένετο τοῦ νεύρου, μέλλων γε κινήσειν αὐτὸς
7. τὸ ὀστοῦν. καταφύεται γὰρ ὡς τὸ πολὺ πᾶς τένων
8. εἰς ὀστοῦ μὲν πέρας παρηλειμμένον χόνδρῳ, οὐ μὴν τὸ τυχόν
9. γε τούτου πέρας, οὐδ’ ὡς ἔτυχεν αὐτὸς, ἀλλ’ αὐτὸς μὲν
10. πλατυνθεὶς, ἑλίττεται περὶ τοῦ ὀστοῦ τὸ ἄνω, ὃ καλεῖται
11. κεφαλή. οὕτως γὰρ ἔμελλεν ὑπὸ τοῦ μυὸς ἑλκόμενος ὁ τένων
12. αὐτὸς συμφυὲς ὂν αὐτῷ τὸ ὑποκείμενον ὀστοῦν συνεφέλκεσθαι.
13. δεσμοῦ μὲν γὰρ ἀσφαλοῦς τινος ἔδει τῷ μυῒ
14. πρὸς τὸ κινηθησόμενον ὀστοῦν ὑφ’ ἑαυτοῦ, καὶ οὐδὲν ἦν
15. ἐπιτηδειότερον συνδέσμου εἰς τοῦτο. τὸ δὲ νεῦρον τὸ ἀπ’
16. ἐγκεφάλου, ὁδός τις ὂν δυνάμεως κινητικῆς, ἕνεκα τοῦ μεταδοῦναι
17. ταύτης συμπαρεξετάθη τε καὶ συνανεμίχθη τῷ
18. συνδέσμῳ, καὶ οὕτως ἐξ ἀμφοῖν ὁ τένων ἐγένετο.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 1.2, ed. Kühn, 1822, vol. 4, p. 373-376. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:1.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩