1. Ἅπας μὲν οὖν τένων εἰς ὀστοῦν καταφύεται
2. τοὐπίπαν, οὐ μὴν ἅπας γε μῦς εἰς τένοντα τελευτᾷ. τῶν
3. γ’ οὖν τὴν γλῶτταν κινούντων μυῶν οὐδενὶ τένων φύεται,
4. οὐδὲ γὰρ ἐδεῖτο κινεῖν οὐδὲν ὀστοῦν ἡ γλῶττα, μέλλουσά
5. γε καὶ φωνὴν διαρθρώσειν, καὶ χυμοὺς διακρίνειν, καὶ τῇ
6. μασσήσει τε καὶ τῇ καταπόσει συνεργήσειν. εἰ δέ τῳ δοκεῖ
7. καὶ ἡ καρδία παραπλησίως ἔχειν, οὐκ ἀκριβῶς οὗτος κατεσκέψατο
8. σῶμα μυὸς, ἢ πάντως ἂν ἔγνω πολὺ διαφέρουσαν
9. αὐτὴν καὶ πάχει, καὶ διαπλάσει, καὶ πλοκῇ, καὶ σκληρότητι
10. μυός. καὶ μὲν δὴ καὶ τοῖς ἔργοις οὐδὲν ἐοίκασιν. ἡ
11. μὲν γὰρ ἐν τῇ διπλῇ καὶ συνθέτῳ κινήσει διὰ παντὸς ἐκ
12. διαστολῆς καὶ συστολῆς συγκειμένη, μηδὲν τῆς ὁρμῆς τοῦ
13. ζώου πρὸς τὸ γενέσθαι δεομένη· τοῖς μυσὶ δ’ οὔθ’ αἱ κινήσεις
14. ὅμοιαι, καὶ χωρὶς ὁρμῆς οὐκ ἂν γένοιντο. σύνδεσμοι
15. μὲν γάρ τινές εἰσιν ἐν τῇ κοιλίᾳ τῆς καρδίας, ἀκριβῶς
16. ἐοικότες τένουσιν, ὑπὲρ ὧν τῆς χρείας ἑτέρωθι λέγομεν.
17. ἀκουέτω δὲ νῦν τοὔνομα κατὰ τὸ κοινὸν τοῦ συνδέσμου
1. σημαινόμενον. ἀλλὰ τά γε χείλη τοῦ στόματος, ἀκριβεῖ
2. συγκράσει δέρματος καὶ μυὸς γεγονότα, χωρὶς ὀστοῦ κινεῖται.
3. ὡσαύτως δὲ καὶ οἱ ὀφθαλμοὶ κινοῦνται μὲν καθ’ ὁρμὴν
4. καὶ αὐτοὶ ὑπὸ μυῶν, οὐδὲν δ’ αὐτοῖς ὀστοῦν συγκινεῖται.
5. καὶ μὴν καὶ τὸ δέρμα τὸ κατὰ τὸ μέτωπόν τε καὶ τὰς
6. ὀφρῦς καὶ τὰ πλεῖστα μέρη τοῦ προσώπου τῶν ὀστῶν ἀτρεμούντων
7. κινεῖται καθ’ ὁρμήν. τοσόνδε μέντοι τὸ διαφέρον
8. ἐστὶ τῷ δέρματι τούτῳ καὶ τοῖς ὀφθαλμοῖς καὶ τοῖς χείλεσιν,
9. ὅτι τῷ μὲν ἀντὶ τούτου ὑποτέτακται μυώδης φύσις λεπτὴ, τοὺς
10. δ’ ὀφθαλμοὺς μᾶλλον οἱ μύες κινοῦσιν, ἡ δὲ τῶν χειλῶν
11. φύσις δέρματος κραθέντος μυῒ γίνεται. εἰ δὲ καὶ ὁ στόμαχος
12. τῆς γαστρὸς, ὃν οἰσοφάγον ἐκάλουν οἱ παλαιοὶ, αὐτός
13. τε μῦς ἐστι καὶ τὰ τοῦ μυὸς ἔργα τοῖς ζώοις ὑπηρετεῖ,
14. εἴη ἂν καὶ οὗτος ὁ μῦς οὔτε εἰς τένοντα τελευτῶν, οὔτε
15. ὀστοῦν συγκινῶν. ὁ μέντοι κατὰ τὸν τράχηλον τῆς τὸ οὖρον
16. ὑποδεχομένης κύστεως τήν τε οὐσίαν τοῦ σώματος ἀκριβῶς
17. ἔοικε μυῒ, καὶ τοὖργον αὐτῷ μυὸς, ὥσπερ οὖν καὶ τὸ
18. κατὰ τὴν ἕδραν, εἴτ’ οὖν ἕνα μόνον ἐκεῖνον τὸν μῦν, εἴτε
1. πλείους συμφυεῖς χρὴ νομίζειν. κινεῖται δ’ οὐδ’ ὑπὸ τούτων
2. οὐδὲν ὀστοῦν, ὥσπερ οὐδ’ ὑπὸ τῶν εἰς τοὺς ὄρχεις
3. καὶ τὸ αἰδοῖον καθηκόντων. ἐν κεφαλαίῳ δὲ κατὰ πάντων
4. τῶν μυῶν λεκτέον, ὅτι κινήσεως τῆς καθ’ ὁρμὴν ὄντες ὄργανα
5. ποτὲ μὲν ἑαυτοὺς μόνους κινοῦσι συστέλλοντες, ὡς
6. οἱ τῆς ἕδρας τε καὶ τῆς κύστεως, ποτὲ δὲ καὶ τὸ δέρμα
7. πρὸς τὴν ἑαυτῶν ἀρχὴν ἑλκόμενοι συνεπισπῶνται, καθάπερ
8. οἱ κατὰ τὰ χείλη καὶ τὸ μέτωπον, καὶ ὅλως οἱ κατὰ τὸ
9. πρόσωπον. ἐκ τούτων μὲν οὖν οὐδεὶς ἀποφύεται τένων·
10. οἱ δ’. ἄλλοι πάντες μύες, ὅσοι μὲν ὀστᾶ κινοῦσιν, εἰς τένοντας
11. τελευτῶσι τοὐπίπαν, ἢ μείζους, ἢ ἐλάττους, ὅσοι
12. δ’ ἄλλο τι τούτων, τοῖς μέν εἰσι τένοντες, τοῖς δ’ οὔ. κινοῦσι
13. δὲ ἄλλο τι καὶ οὐκ ὀστοῦν οἵ τε τῶν ὀφθαλμῶν,
14. καὶ οἱ τῆς γλώττης, καὶ οἱ τῶν ὄρχεών τε καὶ τοῦ αἰδοίου,
15. καὶ οἱ τῆς φάρυγγος, καὶ οἱ κατὰ τὸν λάρυγγα μάλιστα·
16. καλεῖται δ’ οὕτω τὸ ἄνω πέρας τῆς τραχείας ἀρτηρίας,
17. ὅπερ καὶ κεφαλὴν ὀνομάζουσι βρόγχου τε καὶ φάρυγγος. οἱ
18. μὲν οὖν τῶν ὀφθαλμῶν ὑμενώδεσι μὲν, ἀλλὰ ἰσχυραῖς
1. ἀπονευρώσεσιν, εἰς τὸν σκληρὸν καὶ νευρώδη χιτῶνα τὸν
2. περικείμενον τῷ ῥαγοειδεῖ καθήκουσιν. οἱ δὲ τοῦ αἰδοίου
3. τε καὶ τῶν ὄρχεων, οὐδεμίαν ἀπονεύρωσιν ποιησάμενοι, τοῖς
4. σαρκώδεσι σφῶν αὐτῶν μορίοις ἐμφύονται. τῶν δὲ κατὰ
5. τὴν φάρυγγα καὶ τὸν λάρυγγα μυῶν τοῖς μὲν ἀμυδραί τινες
6. ἀπονευρώσεις, τοῖς δὲ οὐδ’ ὅλως εἰσί. κινήσεως δὲ τρόπος
7. ἄλλος ἄλλοθι φαίνεται. κατὰ μέν γε τὴν γλῶτταν οὐκ
8. ἔστιν ἥντινα κίνησιν οὐκ ἂν ἴδοις· ἄνω τε γὰρ καὶ κάτω,
9. καὶ πρόσω, καὶ ὀπίσω, καὶ τῇδε κᾀκεῖσε φαίνεται περιφερομένη,
10. καὶ τὰ μὲν οἷον ἀνακλωμένη τε καὶ ἀναπτυσσομένη,
11. τὰ δὲ καὶ κυκλοτερῶς πάντη περιφερομένη. κατὰ δὲ τοὺς
12. ὀφθαλμοὺς τέτταρες μέν εἰσιν εὐθεῖαι κινήσεις ἄνω
13. καὶ κάτω, καὶ εἰς δεξιὰ, καὶ ἀριστερὰ, δύο δ’ ἄλλαι περιστρεφομένων
14. ἐν κύκλῳ. δύο δὲ τῶν κατὰ τοὺς κροτάφους
15. μυῶν· ἐρειδόντων μὲν γὰρ ἀλλήλοις τοὺς ὀδόντας τείνονταί
16. τε καὶ κυρτοῦνται, κεχῃνότων δὲ χαλῶνται καὶ προστέλλονται.
17. καὶ μὴν καὶ ἡ τοῦ κατὰ τὸν βραχίονα μυὸς τοῦ
18. μεγάλου κίνησις ἱκανῶς ἐπιφανὴς, ἐν μὲν τῷ κάμπτειν κατ’
1. ἀγκῶνα κυρτουμένου τε καὶ εἰς ἑαυτὸν συνιόντος, ἐν δὲ
2. ταῖς ἐκτάσεσι χαλωμένου τε καὶ προστελλομένου. τὰς δ’
3. αὐτὰς κινήσεις ὁ τοῦ πήχεως μῦς ὁ μέγας ἐναργῶς ἐντὸς
4. ἔχει φαινομένας, ἐν μὲν τῷ κατακάμπτειν τοὺς δακτύλους
5. κυρτούμενός τε καὶ συντεινόμενος, ἐκτεινόντων δὲ καὶ αὐτὸς
6. ἐκτεινόμενός τε καὶ χαλώμενος καὶ προστελλόμενος. οὕτως
7. δὲ καὶ οἱ ἄλλοι μύες ὀλίγου δεῖν ἅπαντες οἱ κατὰ τὰ
8. κῶλα διττὰς ἔχοντες φανοῦνται κινήσεις, εἰ γυμνώσεις αὐτοὺς
9. τοῦ δέρματος· οἱ μὲν γὰρ εἰρημένοι καὶ χωρὶς τοῦ
10. γυμνῶσαι διὰ μέγεθος. ἐν τοῖς ἰσχνοῖς γὰρ καὶ μυώδεσι
11. σώμασιν οἱ πλεῖστοι τῶν μυῶν ἐναργῶς φαίνονται
12. κινούμενοι, πρὶν γυμνωθῆναι τοῦ δέρματος. ἰδίαν δέ τινα
13. κίνησιν, ὅτι καὶ τὸ σχῆμα διάφορον, ὁ κατὰ τὴν ἕδραν
14. ἐκτήσατο μῦς τοῖς συσπαστοῖς βαλαντίοις ἀνάλογον. ἀτὰρ
15. οὖν καὶ τὸ διάφραγμα τοιούτῳ τινὶ προσέοικε, πλὴν ὅτι
16. μὴ διατέτρηται. τούτου μὲν οὖν τὴν κίνησιν ἐναργῶς κατόψει,
17. διελὼν μὲν τὸ περιτόναιον, παραστείλας δὲ τὰ
18. ὑποκείμενα σπλάγχνα. τῶν δ’ ἄλλων τῶν κατά τε τὸν
1. θώρακα καὶ τὸ σύμπαν ἐπιγάστριον μυῶν ἀρκεῖ τὸ δέρμα
2. μόνον ἀφελεῖν. συμβέβηκε δ’ αὐτοῖς κατ’ ἐπιγάστριον ἐναντίον
3. παρὰ τοὺς ἐν τοῖς κώλοις τε καὶ κατὰ τὸ πρόσωπον
4. μῦς. ἐκεῖνοι μὲν γὰρ, ἡνίκα ἐκτείνονταί τε καὶ πρὸς τὴν
5. ἀρχὴν ἀνασπῶνται, κυρτοῦνται· οὗτοι δὲ τεινόμενοι μὲν
6. προστέλλονται, κυρτοῦνται δὲ χαλώμενοι.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 1.3, ed. Kühn, 1822, vol. 4, p. 377-382. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:1.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩