7. Πότερον οὖν (τοῦτο γὰρ ἐξ ἀρχῆς προὔκειτο
8. σκοπεῖσθαι) τοσοῦτοι τρόποι κινήσεως ὑπάρχουσι τοῖς
9. μυσὶν, ὅσοι περ καὶ φαίνονται κατά τε τὰς διαιρέσεις καὶ
10. πρὶν γυμνῶσαι τὰ μόρια, ἢ πολὺ μὲν ἐλάττους εἰσὶ, φαίνονται
11. δὲ πολλοί; τά τε γὰρ ἄλλα καὶ τὸ μὴ μίαν πᾶσι τοῖς
12. μυσὶν ὑπάρχειν κίνησιν ἄτοπον, ὥσπερ εἰ καὶ τῶν ἀρτηριῶν
13. ἄλλην ἄλλης κίνησιν ἔφασκέ τις ὑπάρχειν· ἀεὶ γὰρ φαίνεται
14. διὰ τῶν ὁμοίων ὀργάνων ὁμοίως ἐνεργεῖν ἡ φύσις. τὸ
15. μὲν οὖν ἓξ ὑπάρχειν κινήσεις ἅπασι τοῖς μυσὶν, ὅπερ ἤδη
16. τινὲς ἔφασαν, ἐναργῶς ἐξελέγχεται. τῶν γὰρ κατὰ τὰς χεῖρας
17. καὶ τὰ σκέλη μυῶν οὐδεὶς ἐκτάσεως καὶ συστολῆς
1. τρίτην τινὰ ἴσχει κίνησιν ἑτέραν, ὥσπερ οὐδ’ οἱ κροταφῖται
2. μύες· ἐναργῶς γὰρ καὶ τούτων ἑκατέρῳ δύο κινήσεις εἰσίν.
3. εἰ δὲ τὸ κῶλον ὅλον εἰς ἓξ τόπους μεταφέρουσιν οἱ μύες,
4. οὐδὲν τοῦτό γε ἀπόρημα πρὸς τὸ μὴ οὐ καθ’ ἕκαστον αὐτῶν
5. διττὴν εἶναι τὴν κίνησιν. εἰ μὲν γὰρ εἷς μῦς ἐκίνει τὸ
6. κῶλον ὅλον, ἀναγκαῖον ἂν ἦν, ὅσαι περ αἱ τοῦ κώλου, τοσαύτας
7. εἶναι καὶ τὰς τοῦ μυὸς κινήσεις. ἐπεὶ δ’ οὐ μόνον
8. ἓξ, ἀλλὰ καὶ πολὺ πλείους εἰσὶν ἑκάστῳ τῶν κώλων οἱ
9. μύες, οὐδὲν δή που θαυμαστὸν, ἄλλην ὑπ’ ἄλλου τῷ
10. κώλῳ γίνεσθαι κίνησιν. ἀλλ’ οἶμαι τὴν γλῶτταν ἐξαπατῆσαι
11. τοὺς τὰ τοιαῦτα ἀποφῃναμένους, οἰηθέντας ἕνα μῦν
12. αὐτὴν ὑπάρχειν. καὶ εἰ ὄντως εἷς ἦν μῦς, ἐναργῶς ἂν ἀπεδείκνυτο,
13. πολλὰς εἶναι κινήσεις ἑνὸς μυός· νῦν δὲ, οὐ γάρ
14. ἐστιν εἷς, ἀλλὰ πολλοὶ κινοῦσι μύες αὐτὴν, τοὐναντίον οἶμαι
15. περανθήσεσθαι τὸ μὴ πολλὰς ἑκάστου μυὸς εἶναι τὰς
16. κινήσεις. ἢ μάταιον ἂν εἴη τὸ πλῆθος αὐτῶν, εἰ δι’ ἑνὸς
17. ἁπάσας ἀποτελεῖσθαι δυνατὸν ἦν. ἀλλ’ ἑκάτερος, φασὶ, τῶν
1. ὀφθαλμῶν τέτταρας εὐθείας κινεῖται κινήσεις. ὀρθῶς, ὦ
2. τᾶν. καὶ γὰρ καὶ μύες εὐθεῖς τέτταρες· ἦν δ’ ἂν εἷς καθ’
3. ἑκάτερον, εἰ πάσας κινεῖν ἐπεφύκει. ὡς οὖν, εἴπερ ἦν εἷς,
4. ἐπεραίνετο τέτταρας εἶναι τὰς κινήσεις, οὕτως, ἐπειδὴ τοσοῦτοι
5. τὸν ἀριθμόν εἰσιν, ὅσαι περ αἱ κινήσεις, ὑφ’ ἑνὸς
6. ἑκάστου αὐτῶν μίαν γίνεσθαι περανθήσεται, καθάπερ καὶ
7. τῶν περιστρεφόντων αὐτὸν ἑκατέρου μίαν. καὶ μὴν καὶ
8. πρὸς ὑμῶν αὐτῶν, φασὶν, ὡμολόγηται, κᾂν εἰ μὴ πλείους,
9. δύο γοῦν καθ’ ἕκαστον μυῶν φαίνεσθαι κινήσεις. πῶς οὖν
10. ὁ λόγος μίαν εἶναι βούλεται; ἔστι δὲ τοῦτο οὐδὲν ἄτοπον.
11. ἡ μὲν γὰρ ὡς ἐνέργεια κίνησις μία καθ’ ἕκαστον, ἡ
12. δ’ ἐναντία κατὰ συμβεβηκός. ἐνεργεῖ μὲν γὰρ ἕλκων
13. ἐφ’ ἑαυτὸν τὸ κινούμενον μόριον, οὐκ ἐνεργεῖ δ’, ὅταν
14. εἰς τὸν ἐναντίον τόπον ὑπ’ ἄλλου μυὸς ἀπάγηται. καὶ διὰ
15. τοῦτ’ οὐδὲν τῶν κινουμένων μορίων ἑνὶ κέχρηται μυῒ, ἀλλ’
16. εἰ μὲν ἄνωθέν τις ἐμφύοιτο, πάντως ἄλλος ἀντεμφύεται κάτωθεν,
17. εἰ δ’ ἐκ τῶν δεξιῶν, πάντως ἄλλος ἐκ τῶν ἀριστερῶν.
18. ἕκαστον γὰρ τῶν κινουμένων μορίων, οἷον ὑφ’ ἡνίων
1. τινῶν τῶν μυῶν εἰς τἀναντία διειλημμένον, ἐναλλὰξ ἔχει
2. τὸν μὲν ἐκτεινόμενον αὐτῶν, τὸν δὲ χαλώμενον. ὁ μὲν οὖν
3. ἐκταθεὶς ἕλκει πρὸς ἑαυτὸν, ὁ δὲ χαλασθεὶς ἕλκεται σὺν
4. τῷ μορίῳ. καὶ διὰ τοῦτο κινοῦνται μὲν κατ’ ἀμφοτέρας τὰς
5. κινήσεις ἀμφότεροι, τὸ δ’ ἐνεργεῖν τείνεσθαι τὸν κινούμενόν
6. ἐστιν, οὐχ ἕπεσθαι, ἕπεται δὲ, ὅταν αὐτὸς ἀργῶν
7. ὥσπερ καὶ ἄλλο τι τῶν τοῦ κώλου μορίων μεταφέρηται. ἆρ’
8. οὖν ἤδη τολμῶμεν ἀποφαίνεσθαι μὲν, μίαν ἁπάντων μυῶν
9. ξύμφυτον κίνησιν εἶναι, ἢ μηδέπω, πρὶν ἂν ἡμῖν ὁμολογήσῃ
10. πάντα τὰ κατ’ αὐτοὺς φαινόμενα; ἐμοὶ μὲν οὖν τοῦτο
11. μακρῷ δοκεῖ βέλτιον ὑπάρχειν. τίνα τοίνυν τὰ κατ’ αὐτοὺς
12. φαινόμενα, λέγωμεν ἑξῆς μηδὲν παραλιπόντες. ἓν μὲν δὴ
13. καὶ πρῶτον, οὗ μέρος εἴρηταί πως ἤδη κατ’ ἀρχὰς, ὅτι,
14. διατεμνομένων αὐτῶν ὅλων ἐγκαρσίων, ἀπόλλυται τελέως κίνησίς
15. τις ἐν τοῖς ὑποτεταγμένοις μορίοις, ἐντεμνομένων δὲ
16. παραβλάπτεται. τὸ δὲ τῆς βλάβης ποσὸν τῷ ποσῷ τῆς τομῆς
17. ἕπεται, μᾶλλον μὲν ἀπολλυμένης τῆς κινήσεως ἐν ταῖς
18. μείζοσι διαιρέσεσιν, ἧττον δὲ ἐπ’ ἐλάττοσι. τὰ δ’ αὐτὰ
1. νόμιζέ μοι πάντα καὶ ἐπὶ τῶν τενόντων εἰρῆσθαι. καὶ γὰρ
2. οὖν καὶ τούτους εἰ μὲν ὅλους διατέμοις, παραλύσεις τῆς
3. κινήσεως τῶν μορίων, εἰ δὲ ἐντέμοις, παραβλάψεις τοσοῦτον,
4. ὅσον ἐνέτεμες. εἰ μὲν οὖν ἅπασα κίνησις ἀπόλοιτο
5. τοῦ μέρους, ἑνὸς τμηθέντος μυὸς, ἐπεραίνετ’ ἂν, οἶμαι,
6. πασῶν τῶν κινήσεων ἐξηγεῖσθαι τὸν ἕνα τοῦτον μῦν· εἰ δ’
7. αὖθις μία μόνη κίνησις ἀπόλοιτο, ἑνὸς τμηθέντος μυὸς,
8. ἐπεραίνετ’ ἂν, οἶμαι, ταύτης μιᾶς μόνης, ἧς ἦν ὁ τμηθεὶς
9. ἡγεμών. ἐπεὶ δὲ οὔτε μίαν μόνην οὔτε πάσας ἀπόλλυσθαι
10. συμβέβηκεν, ἀλλὰ πάντως δύο, περαίνεσθαι δόξειεν ἂν ὑφ’
11. ἑνὸς μυὸς γίνεσθαι κινήσεις δύο. ἀλλ’ ἐπεὶ καὶ ὁ ἐκ τῶν
12. ἐναντίων μερῶν τεταγμένος μῦς ἢ τένων τμηθεὶς τὰς αὐτὰς
13. δύο κινήσεις ἀπόλλυσιν, αὖθις αὖ κᾀκεῖνον ἴσως κατὰ
14. τὸν αὐτὸν λόγον κύριον ἐροῦμεν τῶν αὐτῶν δυεῖν κινήσεων,
15. ὧν καὶ ἐπιτροπεύουσιν ἢ βλάπτουσιν ὁμοίως. ὥστε, κᾂν εἷς
16. ὁστισοῦν τῶν μυῶν ἀπόλλυται, τὴν τῶν ἐναντίων κίνησιν συναπόλλυσθαι.
17. ποιεῖν δὲ οὐχ ὁμοίως πεφύκασιν, ἀλλ’ ἑκάτερος
18. τὴν ἑτέραν μόνην. ἀνάγκη γὰρ τούτων θάτερον ἀληθὲς
1. ὑπάρχειν, ὁπότερον δὲ, πειρατέον ἀποδεῖξαι, πρότερόν γε
2. σαφέστερον εἰπόντας, ὅτι τῶν διαδεχομένων ἀλλήλας κινήσεων
3. ἀνάγκη τῆς ἑτέρας ἀπολλυμένης καὶ τὴν λοιπὴν
4. συναπόλλυσθαι. ἔστω γὰρ ἀπολωλέναι τὴν ἐκτείνειν πεφυκυῖαν
5. τὸ μόριον κίνησιν. οὐκοῦν καμφθήσεται μὲν τὴν πρώτην,
6. μενεῖ δὲ ἐν τούτῳ διὰ παντὸς, ἐκταθῆναι μὲν οὐκ ἔτι
7. δυνάμενον, ὅτι τῆς ἐκτεινούσης ἐστέρηται κινήσεως,
8. ὅτι δὲ ἐκταθῆναι μηκέτι δύναται, διὰ τοῦτο οὐδὲ ἔτι καμφθῆναι,
9. κάμπτεται γὰρ τὸ φθάνον ἐκτετάσθαι. κατὰ ταὐτὰ
10. δὲ καὶ τὴν κάμπτειν πεφυκυῖαν τὸ μόριον κίνησιν εἴπερ
11. ἀπολέσθαι συμβῇ, ἐκταθήσεται μὲν τήν γε πρώτην, ἀκίνητον
12. δὲ τοῦ λοιποῦ γενήσεται, μηκέτι δυνηθὲν ἐλθεῖν
13. ἐπὶ τὴν κάμψιν, ἧς προηγουμένης ἕπεται τὸ ἐκτείνεσθαι.
14. τοῦτο μὲν δὴ παντὸς ἀληθὲς μᾶλλον εἶναι φαίνεται, τὸ
15. συναπόλλυσθαι τὰς διαδεχομένας ἀλλήλας ἐναντίας κινήσεις.
16. καὶ διὰ τοῦτο ὀρθῶς ἔχει ζητῆσαι, πότερον δύο κινήσεις
17. ὑπ’ ἀμφοτέρων γίνονται μυῶν, ἢ μία μὲν ὑφ’ ἑκατέρου,
18. συναπόλλυται δ’ ἡ λοιπὴ τῇ ἑτέρᾳ.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 1.4, ed. Kühn, 1822, vol. 4, p. 382-387. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩