1. Πῶς οὖν τοῦτο διορισθήσεται; τοῖς διαφόροις
2. συμπτώμασιν. ὡς γὰρ τὰ κοινὰ κοινοῦ τινος ἦν,
3. ὅσον ἐφ’ ἑαυτοῖς, ἐνδεικτικὰ, καὶ διὰ τοῦτο ἄδηλον ἐγένετο
4. τὸ καθ’ ἑκάτερον ἴδιον, οὕτω τὰ διαφέροντα τήν τε ἔνδειξιν
5. ἰδίαν ἑκατέρου τῶν μυῶν τῆς ἐνεργείας ποιήσεται, καὶ δῆλον
6. τἀληθές. ἴδια δ’ ἐφ’ ἑκατέρου τῶν μυῶν τάδε γίνεται.
7. τοῦ μὲν ἐντὸς διακοπέντος, ἐκταθὲν τὸ μέρος ἐν
8. τούτῳ τῷ σχήματι διὰ παντὸς μένει, τοῦ δ’ ἐκτὸς, καμφθὲν
9. οὐκέτ’ ἐκτείνεται. καὶ εἰ λαβόμενος ταῖς χερσὶ σαυτοῦ
10. κάμπτοις τὸ ἐκτεταμένον, ἢ ἐκτείνοις τὸ κεκαμμένον, ἑκάτερον
11. μὲν αὐτῶν ῥᾳδίως ἐργάσῃ, ἐαθὲν δὲ παραχρῆμα τὸ
12. μόριον εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν ἀχθήσεται. τί τοίνυν
13. ἐκ τούτων ἀποδείκνυται; τὸ κάμπτεσθαι μὲν ὑπὸ τῶν ἐντὸς
14. μυῶν, ἐκτείνεσθαι δὲ ὑπὸ τῶν ἐκτός. καὶ διὰ τοῦτο,
15. εἰ μὲν ὁ ἐκτὸς τρωθεὶς ἀπολέσειε τὴν ἐνέργειαν, ὁ δ’ ἐντὸς
16. ἐνεργῶν ἔτι μένοι, κάμπτεται τὸ μόριον, ὡς ἂν τοῦ κάμπτειν
17. αὐτὸ πεφυκότος ἀβλαβοῦς ὑπάρχοντος· εἰ δ’ ὁ ἐντὸς
1. διακοπείη, τὸ ἔμπαλιν γίνεται· ἐκτείνεται μὲν τὸ κῶλον,
2. κάμπτεται δ’ οὐκέτι. διὰ τί δ’ ἐν ἑκατέρῳ τῷ σχήματι
3. καταμένει τὸ μόριον ἀκίνητον; ἢ ὅτι ἀπόλλυσθαι συμβέβηκε
4. τὰς διαδεχομένας ἀλλήλας κινήσεις; ὅ τε γὰρ κάμπτειν
5. πεφυκὼς μῦς, ὑγιὴς μὲν ὢν, τὸ μὲν πρῶτον ἔκαμψε, δεύτερον
6. δὲ καὶ τρίτον οὐκέτι κάμπτειν δύναται, μὴ παραλαβὼν
7. αὖθις ἐκτεινόμενον τὸ κῶλον· τοῦ γὰρ ἐκτεταμένου ἡ
8. κάμψις· ὅ τ’ ἐκτείνειν πεφυκὼς κατὰ τὸν αὐτὸν λόγον
9. ἅπαξ μὲν ἐκτείνει, δεύτερον δὲ ἢ τρίτον οὐκέτι δυνήσεται,
10. μὴ παραλαβὼν αὖθις κεκαμμένον τὸ μόριον· τοῦ γὰρ κεκαμμένου
11. ἡ ἔκτασις. εἰ δὲ σὺ τηνικαῦτα τὴν ἀπολωλυῖαν
12. τοῦ τετρωμένου μυὸς ἐνέργειαν μιμησάμενος ἐκτείναις ταῖς
13. σαυτοῦ χερσὶ τὸ κεκαμμένον, ὄψει σωζομένην τὴν κάμπτειν
14. αὐτὸ πεφυκυῖαν κίνησιν. οὐδὲ γὰρ ἔτι σου δεηθὲν αὐτόματον
15. καμφθήσεται ὑπὸ τοῦ κατὰ τὰ ἔνδον μέρη τεταγμένου
16. μυὸς ἐνεργοῦντος ἑλκόμενον. οὐ μὴν ἐκταθήσεταί γε
17. οὐδέποθ’ ὑπ’ οὐδενὸς μυὸς, ἀλλ’ ἀεὶ σοῦ πρὸς τοῦτο δεηθήσεται·
18. καθάπερ, εἰ τὸν ἐντὸς τρώσεις, ἐκταθήσεται μὲν
19. ἀεὶ χωρὶς σοῦ τὸ μόριον, οὐ μὴν καμφθήσεταί γε ὑπ’
1. οὐδενὸς μυὸς, ἀλλ’ εἰς τοῦτο τῆς παρὰ σοῦ δεηθήσεται κινήσεως.
2. δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὡς τὸ μὲν κάμπτειν
3. τῶν ἐντὸς ἔργον ἐστὶ μυῶν, τὸ δὲ ἐκτείνειν τῶν ἐκτός. οὐκ
4. ἄδηλον δ’, ὅτι τὸ μὲν τείνεσθαί τε καὶ εἰς ἑαυτοὺς συνέλκεσθαι
5. σύμφυτος ἐνέργεια τοῖς μυσὶ, τὸ δ’ ἐκτείνεσθαι καὶ
6. χαλᾶσθαι τῶν ἀντιτεταγμένων ἐνταθέντων τε καὶ πρὸς ἑαυτοὺς
7. ἑλκυσάντων γίνεται. μάθοις δ’ ἂν αὐτὸ καὶ δι’ ἑτέρων φαινομένων
8. οὐκ ὀλίγων, οἷα ἔμαθες, καὶ τοῦδε πρώτου. τῶν
9. ὀρνιθείων μεταχειρισάμενος σκελῶν, ἀφῃρημένων δηλονότι
10. τοῦ ζώου, τείνειν τοῖς σαυτοῦ δακτύλοις ἐπιχείρει τοὺς ἐν
11. αὐτῷ τένοντας, πρότερον μὲν τοὺς ἐντὸς, ἔπειτα δὲ καὶ
12. τοὺς ἐκτός. ὄψει γὰρ ἐπὶ μὲν τοῖς καμπτόμενον τὸ κῶλον,
13. ἐπὶ δὲ τοῖς ἐκτεινόμενον. ἀλλὰ καὶ εἰ προσκείμενον ὅλῳ
14. τῶ σώματι τὸ σκέλος ἐπὶ τεθνεῶτος τούτου τοῦ ζώου
15. λαβῶν ἑκατέρους τῶν τενόντων ἢ τῶν μυῶν ἐθέλοις τείνειν,
16. ἐν μέρει καὶ οὕτως ἂν ἴδοις ἐπὶ μὲν τοῖς ἐντός
17. καμπτόμενον τὸ κῶλον, ἐπὶ δὲ τοῖς ἐκτὸς ἐκτεινόμενον.
18. ἀλλὰ καὶ εἰ μῦν ὅλον ἐγκάρσιον ἐθέλοις διατεμεῖν εἴτ’ ἐπὶ
1. τεθνεῶτος, εἴτε καὶ ζῶντος ἔτι τοῦ ζώου, τῶν μερῶν αὐτοῦ
2. τὸ μὲν ἄνω, τὸ δὲ κάτω φερόμενον ἐναργῶς ὄψει πρὸς τὸ
3. ἴδιον πέρας ἑκάτερον ἑλκόμενον. καὶ τοῦτο, καθ’ ὁτιοῦν ἂν
4. μέρος τὸν μῦν ὅλον ἐγκάρσιον διατέμῃς, ἐναργῶς ὄψει γιγνόμενον.
5. ᾧ δῆλον, ὅτι πᾶν μόριον αὐτοῦ σύμφυτον ἔχει
6. τὴν κίνησιν τὴν εἰς ἑαυτὸ σύνοδον. καὶ γὰρ οὖν καὶ εἰ τὴν
7. ἄνωθεν ἀρχὴν μόνην ἀποτέμοις τοῦ μυὸς, ὅλος ἐπὶ τὸ πέρας
8. ἐνεχθήσεται, καὶ εἰ τὴν κάτω τελευτὴν, ἐπὶ τὴν κεφαλὴν
9. ἀνασπασθήσεται, καὶ εἰ ἑκατέρωθεν ἀποτέμοις αὐτὸν,
10. οἷον σφαιρούμενον ὄψει καὶ συντρέχοντα πρὸς τὸ
11. μέσον ἐξ ἀμφοῖν τῶν περάτων. οἶδα μὲν οὖν, ὅτι καθ’
12. ἕκαστον τῶν εἰρημένων ἱκανῶς ἀποδείκνυται τὸ
13. προκείμενον.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 1.5, ed. Kühn, 1822, vol. 4, p. 388-391. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:1.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩