Galenus. De motu musculorum (De motu musc.) [n° 019 Fichtner] [GalLat]

Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).

De motu musculorum, 1.6, ed. Kühn, 1822, vol. 4, p. 391-396. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:1.6

14. Ἀλλὰ καὶ διὰ τοὺς ἔργον πεποιημένους
15. ἰατρούς τε καὶ φιλοσόφους περὶ ἅπασαν ἀπορεῖν ἐνεργείας
16. εὕρεσιν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα λεχθησόμενα
17. σύμπαντα προσκείσεται. σκιῤῥωθέντος δὴ μυὸς ἢ
18. τένοντος οὑτινοσοῦν τῶν μὲν ἐντὸς τοῦ κώλου τεταγμένων, 
1. καμφθὲν τὸ μέρος οὐκ ἔτι ἐκτείνεται, τῶν δὲ ἐκτὸς, ἐκταθὲν
2. οὐκ ἔτι κάμπτεται, ἔμπαλιν ἢ κατὰ τὰς τρώσεις εἶχεν.
3. ἐπὶ μὲν γὰρ ἐκείνων εἰς τἀναντία τοῦ τρωθέντος ἀνεσπᾶτο
4. τὸ μέρος, ἐνταῦθα δὲ ἐπ’ αὐτὸ τὸ πεπονθὸς ἕλκεται.
5. φαίνεται δὲ δὴ καὶ τοῦτο μὲν οὐχ ὅτι μαχόμενον τοῖς ἔμπροσθεν,
6. ἀλλὰ καὶ μεγάλως μαρτυροῦν. τὸ γὰρ σκιῤῥωθὲν
7. ἅπαν ὑπὸ τοῦ παρὰ φύσιν ὄγκου τείνεται. τοῦτ’ οὖν αὐτῷ
8. πρὸς τοῦ παθήματος φαίνεται γινόμενον, ὅπερ εῤῥωμένῳ
9. πρὸς τῆς ὁρμῆς, πλὴν ὅτι πρὸς τῆς ὁρμῆς μὲν ἑκούσιος ἡ
10. κίνησις, πρὸς δὲ τοῦ παθήματος ἀκούσιος. οὐκοῦν οὐδ’.
11. ὑπὸ τῶν σῶν χειρῶν οὐδὲν τῶν οὕτω πεπονθότων ἀντισπασθῆναι
12. πρὸς τἀναντία δύναται, καθάπερ ἐπὶ τῶν τρώσεων
13. εἶχεν· ἀντιτείνει γὰρ ὁ σκίῤῥος, ἀντὶ δεσμοῦ τῷ μυῒ
14. γιγνόμενος. ὡς, εἴπερ ἦν δυνατὸν ὑπὸ τῶν ἡμετέρων χειρῶν
15. εἰς τὸν ἀντικείμενον τόπον ἀχθῆναι τὸ μόριον, οὐδὲν ἂν
16. ἐκώλυεν αὐτὸ καὶ πρὸς τῶν ἀντιτεταγμένων ἀπάγεσθαι
17. μυῶν, ὡς κινεῖσθαί γε κᾀκείνοις τὴν κατὰ φύσιν κίνησιν
1. ἱκανοῖς. ἅπερ δ’ ἐπὶ τῶν σκίῤῥων, ταῦτα κᾀπὶ τῶν φλεγμονῶν
2. ὁρᾶται γιγνόμενα. καὶ γὰρ καὶ μύες καὶ τένοντες
3. φλεγμῄναντες πολλάκις, ἐφ’ ἑαυτοὺς τείναντες τὸ κῶλον,
4. ἀκίνητον εἰργάσαντο. καὶ σκληρότης δ’ οὐλῶν οὐδὲν ἧττον
5. τῶν προκειμένων παθῶν πολλάκις ἐπέδησεν αὐτό. φαίνεται
6. γοῦν ταῦτ’ αὐτῷ συμβαίνειν ἅπαντα, καὶ τούτων οὐδὲν ἧττον
7. τὰ λεχθησόμενα, μετὰ τοῦ καὶ πολλὰς ἄλλας ἀπορίας
8. διαλύεσθαι. θαυμαστὸν γὰρ ἐδόκει καὶ σχεδὸν ἀδύνατον,
9. ἕνα τρόπον κινήσεως ἐχόντων ἁπάντων τῶν μυῶν, ἓν κῶλον,
10. τὴν χεῖρα, ποτὲ μὲν ἐκτείνεσθαι, ποτὲ δὲ κάμπτεσθαι,
11. ποτὲ δ’ ἑκατέρωσε περιάγεσθαι, καὶ ποτὲ μὲν ἀνατείνεσθαι,
12. ποτὲ δὲ κάτω καθίεσθαι, ποτὲ δ’ εἰς τοὐπίσω
13. πρὸς τὴν ῥάχιν ἐπιστρέφεσθαι. ἀλλ’ οὐκέτι θαυμαστὸν
14. οὐδὲν τῶν τοιούτων φαίνεται, γνόντων ἡμῶν, τὸ μὲν
15. ἀνατείνεσθαι καὶ καθίεσθαι τὴν χεῖρα τοῦ κατὰ τὸν
16. ὦμον ἄρθρου καὶ τῶν κινούντων αὐτὸν μυῶν ἐνέργειαν
17. εἶναι, τὸ δ’ ἐκτείνεσθαι καὶ κάμπτεσθαι τοῦ κατ’ ἀγκῶνα
18. πήχεως, τὸ δ’ ἐπὶ τὸ πρηνὲς ἢ τὸ ὕπτιον στρέφεσθαι
1. τοῦ βραχίονος πρὸς τὴν κερκίδα. τὸ δὲ
2. τῆς ῥάχεως ἅπτεσθαι καὶ ἡ κατὰ τὴν τοιαύτην ἐνέργειαν
3. κίνησις τῆς χειρὸς ὑπὸ τῶν τεττάρων ἄρθρων ὁμοῦ
4. κινουμένων γίνεται, οὕτω καθιεμένου μὲν τοῦ βραχίονος,
5. καμπτομένου δὲ τοῦ πήχεως, περιαγομένης δὲ τῆς κερκίδος
6. ἐπὶ τὸ πρηνὲς, ἐπιστρεφομένου δὲ τοῦ καρποῦ πάλιν. ἀλλὰ
7. πᾶσαί γε διὰ μυῶν ἐνεργούντων γίνονται, καὶ οὐ νῦν καιρὸς
8. λέγειν, ὑπὸ τίνος τίς. ἔν τε γὰρ τῇ τῶν μυῶν ἀνατομῇ,
9. κᾀν τῇ περὶ τῆς χρείας μορίων, ἔτι δὲ ταῖς ἀνατομικαῖς
10. ἐγχειρήσεσι λεχθήσεται τό τε πλῆθος ἁπάντων καὶ ἡ δι’
11. ἕκαστον αὐτῶν τοῖς μορίοις ὑπάρχουσα κίνησις. ὅπερ δ’ εἰς
12. τὰ προκείμενα συντελεῖ, τοῦθ’ ὑπέμνησεν ὁ λόγος, τὸ μηδὲν
13. θαυμάζειν, πῶς εἷς τρόπος κινήσεως τοῖς μυσὶν ὑπάρχων
14. οὕτω πολυειδῶς σχηματίζει τὰ κῶλα. τῷ γὰρ ἕκαστον
15. ἐφ’ ἑαυτὸν ἕλκειν τὸ μέρος, εἰς ὃ καταφύεται, ὁ μὲν ἐκ
16. τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ περιάγειν, ὁ δὲ ἐκ τῶν ἀριστερῶν
17. ἐπὶ τἀναντία δυνήσεται. οὕτω δὲ καὶ κάμπτει μὲν
18. ἕτερος, ἐκτείνει δὲ ἄλλος. ὅταν δὲ καὶ πολλοὶ μύες
1. κατὰ πολλὰ τῶν ἄρθρων ἐνεργῶσιν ἅμα, τί θαυμαστόν
2. ἐστι, καὶ διὰ τοῦτο πολλὴν ποικιλίαν γίνεσθαι τῶν ἐν
3. τοῖς κώλοις σχημάτων; οἱ γὰρ, οἶμαι, εἰς τὴν κεφαλὴν
4. τοῦ βραχίονος ἐμβάλλοντες ἀνατείνουσιν αὐτὸν, τὸν πῆχυν
5. δὲ ἐκτείνουσιν οἱ κατὰ τὸν πῆχυν, ἐκτὸς εἰς αὐτὸν τελευτῶντες
6. τὸν ἀγκῶνα, τὴν κερκίδα δὲ ἐπὶ τὸ πρηνὲς οἱ
7. κατὰ τὸν πῆχυν ἐντὸς οἷον λοξὴν περιάγουσι, τὸν καρπὸν
8. δ’ ἐκτείνουσιν οἱ κατὰ τὸν πῆχυν, εἰς αὐτὸν ἐκτὸς τελευτῶντες.
9. ἕκαστος δὲ τῶν δακτύλων ὑπὸ τῶν ἐντὸς τενόντων
10. κάμπτεται. εἰ δ’ ἕκαστος τῶν δακτύλων καμφθείη,
11. τὸ σχῆμα τῆς χειρὸς γένοιτ’ ἂν μάλιστα τοῖς ἐν παγκρατίῳ
12. προτετακόσιν αὐτὴν ὅμοιον. εἰ δὲ ὁ μὲν βραχίων ἀναταθείη
13. συμμέτρως, ὁ δὲ πῆχυς ἀκριβῶς ἐκταθείη ἐπὶ τὸ
14. ὕπτιον, τὴν κερκίδα δὲ οἱ κατὰ τὸν πῆχυν ἐκτὸς τεταγμένοι
15. μύες ἀνακλάσωσιν, ὁ δὲ καρπὸς ἅμα τοῖς δακτύλοις ἐκταθείη,
16. τὸ σχῆμα τῆς ὅλης χειρὸς οἶον τοῖς ἐκτείνουσιν αὐτὴν
17. ἕνεκα τοῦ δέξασθαί τι γένοιτ’ ἄν. τοιούτου δ’ ὄντος
18. αὐτοῦ, τὰ μὲν ἄλλα φυλάξας, μόνον δὲ ὑπαλλάξας τὸ
19. ὕπτιον, καὶ καταστήσας ἐν τῷ μέσῳ τοῦτ’ ἀκριβῶς ὑπτίου
1. καὶ τοῦ πρανοῦς, τὸ σύμπαν εἶδος τῆς χειρὸς ἐργάσῃ τοιοῦτον,
2. οἷον μάλιστα γίνεται τοῖς τοξεύουσιν, ἐπὴν τὸν ἰὸν
3. βάλωσιν, ὥς φησιν Ἱπποκράτης. οὕτω δὲ καὶ καθ’ ἕκαστον
4. τῶν ἄλλων τῆς ὅλης χειρὸς σχημάτων οὐ χαλεπὸν ἐξευρεῖν
5. ἑκάστου τῶν ἄρθρων τὴν κατάστασιν, εἰ μόνον ἐκείνου μνημονεύοις,
6. ὅτι τεινόμενος ἕκαστος τῶν μυῶν ἐφ’ ἑαυτὸν
7. ἕλκει τὸ μόριον, εἰς ὃ καταφύεται. πάντα γὰρ οὕτως εὑρήσεις
8. τὰ τῆς χειρὸς ἔργα, παλαιόντων, καὶ τοξευόντων,
9. καὶ τεκταινομένων, καὶ πᾶν ὁτιοῦν ἄλλο πραττόντων, ὑπὸ
10. τῶν κατ’ αὐτὴν μυῶν ἐπιτελούμενα. τοῦτο μὲν οὖν ἤδη
11. μοι δοκεῖ σαφὲς ὑπάρχειν, καὶ μηκέτι λόγου πλείους
12. δεῖσθαι.

Cliquer un n° de page pour en afficher l’image