13. Ὅ δ’ οὔτ’ εἴρηταί πω, καὶ διὰ τοῦτ’ ἀσαφές
14. ἐστιν ἔτι, λεκτέον ἐφεξῆς, τὸ μήτε πᾶσαν κίνησιν τῆς χειρὸς
15. ἐνεργείᾳ γίνεσθαι μυῶν, μήτε πᾶσαν ἀκινησίαν ἡσυχίᾳ.
16. καὶ γὰρ κίνησίν τινα δυνατὸν εὑρεῖν, ἀργούντων ἁπάντων
17. τῶν κατ’ αὐτὴν μυῶν, καί τιν’ ἡσυχίαν, ἐνεργούντων
18. πάνυ πολλῶν. λεγέσθω δὲ πρότερον ὑπὲρ τῆς
1. κινήσεως. ἵνα δὲ ᾖ σαφὴς ὁ λόγος, ἀναμνησθῶμεν πρῶτον
2. μὲν ἐπὶ τοῦ παντὸς σώματος δυεῖν οὖν τούτοιν κινήσεων,
3. ἀλλήλαις μὲν παρακειμένων, οὐχ ὁμοίως δὲ γινομένων· καλεῖται
4. δ’ αὐτῶν ἡ μὲν κατάκλισις, ἡ δὲ κατάπτωσις. καὶ
5. γίνεται δηλονότι καθ’ ὁρμὴν μὲν τὸ κατακλίνεσθαι, τὸ καταπίπτειν
6. δ’ ἀκουσίως. τὸ μὲν οὖν κατακλίνεσθαι μυῶν
7. ἐνεργείᾳ συντελεῖται, καὶ διὰ τοῦτο ἔργον ἑκούσιόν ἐστι τοῦ
8. ζώου· τὸ δὲ καταπίπτειν οὔτ’ ἔργον, ἀλλ’ ἀκούσιον πάθημα,
9. καὶ μυὸς οὐδενὸς ἐνεργοῦντος δεῖται, μόνον γὰρ
10. ἀρκεῖ πάντας ἐκλῦσαι τοὺς μῦς τῆς τάσεως, ἐπιτρέψαντος
11. τῷ βάθει τοῦ σώματος, ᾗ ῥέπει, φέρεσθαι. ταύτῃ μὲν τὸ
12. καταπίπτειν τοῦ κατακλίνεσθαι διήνεγκε, ταύτῃ δὲ καὶ τὸ
13. καταφέρεσθαι τὴν χεῖρα τοῦ καθίεσθαι. καταφέρεται μὲν
14. γὰρ, ἁπάντων ἀργούντων τῶν ἐν αὐτῇ μυῶν, ὑπὸ τοῦ συμφύτου
15. τοῖς σώμασι βάρους κατασπωμένη· καθίεται δὲ, τῶν
16. κατὰ μασχάλην μυῶν πρὸς ἑαυτοὺς ἑλκόντων τὸν βραχίονα.
17. τρίτη τοίνυν αὕτη κίνησις εὑρέθη τῶν μυῶν παρὰ τὰς δύο
18. τὰς ἔμπροσθεν εἰρημένας. ἐκείνων γὰρ ἡ μὲν ἑτέρα, καθ’
1. ἣν ἐνεργοῦσιν, εἰς ἑαυτοὺς ἦν σύνοδος, ἡ δ’ ἑτέρα, καθ’
2. ἣν ἀργοῦσιν, ὑπὸ τῶν ἀντικειμένων ἐκτεινόμενοι μυῶν, οὐκ
3. ἦν μὲν αὐτοῖς σύμφυτος, κατὰ δέ τι συμβεβηκὸς ἐγένετο.
4. ἡ δὲ νῦν προτεθεῖσα κατ’ οὐδὲν ἐκείναις ἔοικεν· οὔτε γὰρ
5. συστέλλεται κατ’ αὐτὴν οὔτ’ ἐκτείνεται μῦς οὐδείς. τί γὰρ
6. οὖν οὐδὲ κινεῖται τὸ παράπαν; καὶ μὴν οὐκ ἐνδέχεται, τοῦ
7. κώλου παντὸς κάτω φερομένου, μόρια ὄντα τοῦ κώλου τὸν
8. μῦν ἀκίνητον μένειν. ἀλλὰ κινεῖται μὲν, οὐ μὴν ἐκτείνεταί
9. γε οὐδὲ συστέλλεται τηνικαῦτα. τίς οὖν ὁ τρόπος αὐτῷ
10. τῆς κινήσεως; οἷος καὶ τοῖς ὀστοῖς δηλονότι· οὐδὲ γὰρ
11. ταῦτ’ ἐκτεινόμενα καὶ συστελλόμενα συμπεριφέρεται τοῖς
12. κώλοις, ἀλλ’ ὥσπερ εἰ καὶ τῶν ἀψύχων τι σωμάτων προσδήσας
13. αὐτοῖς ἔτυχες. ἐπεὶ τοίνυν τῶν κινήσεων ἡ μὲν σύντασις
14. ἐνέργεια τοῦ μυός ἐστιν, ὡς ἂν ὀργάνου ψυχῆς, ἡ
15. δ’ ἔκτασις ὡς ὀργάνου μὲν, οὐ μὴν ἐνέργειά γε, ἀλλ’
16. ἁπλῶς κίνησις, ἡ δὲ νῦν προτεθεῖσα τρίτη κίνησις οὐδ’
17. ὡς ζῶσιν ὑπάρχει τοῖς μυσὶν, ἀλλ’ ὡς τοῖς ἀψύχοις τε καὶ
1. τελέως ἐξ ἑαυτῶν ἀκινήτοις, ἐπὶ τὴν λοιπὴν καὶ τετάρτην
2. μεταβάντες κίνησιν, ἐπισκεψώμεθα καὶ τὸν ταύτης τρόπον·
3. ἀντίστροφός τις γὰρ ἔοικεν ὑπάρχειν τῇ τρίτῃ. κατὰ μὲν
4. γὰρ τὸν τρίτον τρόπον τῆς κινήσεως ἀργεῖν οἱ μύες ἀπεδείχθησαν,
5. καίτοι κινούμενοι· κατὰ δὲ τὸν τέταρτον ἐνεργεῖν
6. ἀποδειχθήσονται, καίτοι μηδαμῶς κινεῖσθαι φαινόμενοι.
7. ἐννοήσωμεν γὰρ ἀνατεταμένην τὴν χεῖρα, κᾄπειτ’ ἐν τούτῳ
8. τῷ σχήματι φυλαττομένην, εἶτ’ ἐρώμεθα ἑξῆς ἡμᾶς αὐτοὺς,
9. τί δή ποτ’ οὐ καταφέρεται τῷ βάρει ῥέπουσα, κᾄπειτ’ ἀποκρινώμεθα,
10. διότι τῶν ἀνατεινόντων αὐτὴν μυῶν ἡ τάσις
11. διαμένει. πρὶν οὖν ταύτης ἐκλυθῆναι τελέως, οὐχ οἷόν τε
12. μετακινηθῆναι τῇ χειρί. παυσαμένων μέντοι τῆς τάσεως,
13. εἰ μὲν μηδεὶς ἄλλος ταθείη μῦς, ἀλλ’ ἀργοὶ μένοιεν ἅπαντες,
14. ᾗ τὸ βάρος αὐτὴν ἄγει, ταύτῃ κατενεχθήσεται· εἰ δέ
15. τις ἄλλος ταθείη μῦς, ἵνα περ ἐκεῖνος ἕλκῃ, ταύτῃ κινηθήσεται.
16. δῆλον οὖν, ὡς ἐν τῷ τεταμένην φυλάττειν τὴν
17. χεῖρα τῶν εἰς τοῦτο αὐτὴν καταστησάντων μυῶν ἡ τάσις
18. διασώζεται. ἆρ’ οὖν ἐνεργεῖν μὲν καὶ τείνεσθαι, κινεῖσθαι
1. δ’ αὐτοὺς οὐ λεκτέον; καὶ μὴν, εἰ τοῦτ’ εὐλαβησόμεθα λέγειν,
2. οὐδ’ ἐνεργεῖν αὐτοὺς ῥητέον. ἄτοπον γὰρ ὅτι μὲν
3. ἐνεργοῦσιν ὁμολογεῖν κατὰ τὴν σύμφυτόν τε καὶ οἰκειοτάτην
4. ἐνέργειαν, ὅτι δὲ κινοῦνται, οὐκέθ’ ὁμολογεῖν. καὶ
5. μὴν οὐ φαίνονται κινούμενοι. τί γὰρ καὶ οὐ χρὴ τὰ ἐναντία
6. τιθέναι, κᾂν ὅτι μάλιστα χαλεπὴ καὶ δυσδιαίρετος
7. αὐτῶν ἡ μάχη γίνηται; εἰ μὲν γὰρ ἀπορίας ἐρῶντες ἐπεχειροῦμεν
8. εἰς τἀναντία, κακῶς ἂν ἐδρῶμεν· ἐπεὶ δὲ οὐ
9. τῶν, ἵνα μηδὲν εὑρεθῇ, διὰ τοῦτο ἀπορίας ἐσμὲν κινούντων,
10. ἀλλὰ τῶν, ἵν’ ἀκριβῶς εὑρεθῇ, διὰ τοῦτο πανταχόσε
11. περισκεπτομένων, ἑτοίμως χρὴ πᾶν τὸ ἀντιπίπτον εἰς τὸ
12. μέσον ἐκφέρειν μηδὲν ὑποστελλομένους. διότι μὲν γὰρ
13. ἐνεργοῦσιν οἱ μύες, διὰ τοῦτ’ αὐτοὺς κινεῖσθαι λέγομεν·
14. διότι δ’ οὔθ’ ὅλον τὸ κῶλον, οὗ μέρος εἰσὶν, οὔτ’ αὐτοὶ
15. κατὰ μόνας φαίνονται κινούμενοι, διὰ τοῦτ’ αὐτοὺς πάλιν
16. οὐ τολμῶμεν ὁμολογεῖν κινεῖσθαι. τίνα οὖν ἄν τις λύσιν
17. ἐφεύροι τῆς ἀπορίας; πότερον ἣν οἱ τὰς τονικὰς καλουμένας
1. ὑποθέμενοι κινήσεις, ἤ τινα ἑτέραν βελτίονα, ἢ μηδὲ περὶ
2. τούτου προπετῶς ἀποφαινόμεθα, πρὶν ἀκριβῶς διασκέψασθαι,
3. τί ποτε καὶ λέγουσιν; ἐμοὶ μὲν πολὺ τοῦτο δοκεῖ
4. βέλτιον εἶναι.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 1.7, ed. Kühn, 1822, vol. 4, p. 396-401. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩