5. Καὶ δὴ ποιῶμεν οὕτως, καὶ πρῶτον μὲν,
6. ὥσπερ ἐκεῖνοι διδάσκουσιν, ὁ λόγος προΐτω. νοήσωμεν, ἕλκεσθαί
7. τι σῶμα τῶν ἀψύχων, οἷον ξύλον ἢ λίθον, ὑπό του,
8. αὖθις δ’ αὖ νοήσωμεν, ὑφ’ ἑτέρου τινὸς ἐπὶ τἀναντία ταὐτὸ
9. τοῦτο πάλιν ἀντισπᾶσθαι, κρατεῖν μέντοι τῇ ῥώμῃ τὴν
10. προτέραν ὁλκὴν, καὶ διὰ τοῦθ’ ἕπεσθαι μὲν ἐκείνῃ τὸ
11. σῶμα, πολὺ δ’ ἧττον, ἢ εἰ πρὸς μηδενὸς ἀνθείλκετο.
12. τρίτην δὴ κατάστασιν τῷ τοιούτῳ σώματι προσφέρωμεν, ὅταν
13. ἰσοσθενῶς εἰς τἀναντία τείνηται. οὐκοῦν ἡ μὲν πρώτη κατάστασις
14. ἐκίνησεν αὐτὸ μίαν κίνησιν, ὅσην ἡ τοῦ κινοῦντος
15. ἰσχὺς ἠδύνατο, καὶ εἰς τοσαύτην ἠνάγκασε προελθεῖν διάστασιν,
16. εἰς ὅσην οἷόν τ’ ἦν ἄγειν τὸ κινοῦν. ἡ δὲ δευτέρα
17. τοσοῦτον ἐλάττονα τῆς πρόσθεν τὴν διάστασιν ἀπέδειξεν,
18. ὅσον θάτερον τῶν κινούντων εἰς τὸ ἐναντίον ἀπέσπασε
1. τὸ κινούμενον. ἡ δὲ τρίτη κατάστασις, ὅσον ἡ ἑτέρα τῶν
2. κινήσεων εἷλκε πρόσω, τοσοῦτον ἀντισπώσης εἰς τοὐπίσω
3. τῆς ἑτέρας, ἐν ταὐτῷ τόπῳ τὸ σῶμα μένειν ἠνάγκασεν, οὐχ
4. ὡς τὸ παντελῶς ἀκίνητον· μένει γὰρ καὶ τοῦτ’ ἐν ταὐτῷ
5. διὰ παντὸς, ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ· τὸ μὲν γὰρ, ὅτι μηδ’
6. ὅλως κινεῖται, τὸ δὲ, ὅτι διττῶς, ὥσπερ καὶ ὁ πρὸς ῥοῦν
7. ποταμῶν νήχων ἐναντίως. καὶ γὰρ οὗτος, ἐὰν ἰσοσθενὴς
8. ᾖ τῇ τοῦ ῥοῦ σφοδρότητι, κατὰ τὸν αὐτὸν ἀεὶ διαμένει
9. τόπον, οὐχ ὡς μηδ’ ὅλως κινούμενος, ἀλλ’ ὅτι πρόσω τοσοῦτον
10. ὑπὸ τῆς οἰκείας διαφέρεται κινήσεως, ὅσον ὑπὸ
11. τῆς ἔξωθεν ὀπίσω φέρεται. οὐδὲν δὲ χεῖρον οὕτω ἀσαφὲς
12. πρᾶγμα διὰ πλειόνων ἐξετάζεσθαι παραδειγμάτων. ἔστω τις
13. ὑψηλὸς ὄρνις ἐν ταὐτῷ τόπῳ φαινόμενος μένειν. πότερον
14. ἀκίνητον εἶναι τοῦτον λεκτέον, ὥσπερ εἰ καὶ κρεμάμενος ἄνωθεν
15. ἔτυχεν, ἢ κινεῖσθαι τὴν ἐπὶ τὰ ἄνω κίνησιν εἰς τοσοῦτον,
16. εἰς ὅσον ἤγαγεν αὐτὸν κάτω τὸ τοῦ σώματος βάρος;
17. ἐμοὶ μὲν τοῦτο ἀληθέστερον εἶναι δοκεῖ. στερήσας γοῦν
18. αὐτὸν τῆς ψυχῆς, ἢ τοῦ τῶν μυῶν τόνου, ταχέως ἐπὶ τὴν
1. γῆν ὄψει καταφερόμενον· ᾧ δῆλον, ὅτι τὴν σύμφυτον τῷ
2. τοῦ σώματος βάρει κάτω ῥοπὴν εἰς ἴσον ἀντεσήκου τῇ
3. κατὰ τὸν τῆς ψυχῆς τόνον ἄνω φορᾷ. πότερον οὖν ἐν
4. ταῖς τοιαύταις ἁπάσαις καταστάσεσι ποτὲ μὲν κάτω,
5. ποτὲ δὲ ἄνω τὸ σῶμα φέρεται τἀναντία πάσχον ἐν μέρει,
6. διὰ δὲ τὸ ταχείας τε καὶ ὀξυῤῥόπους γίνεσθαι τὰς μεταβολὰς
7. καὶ κατὰ βραχυτάτων διαστημάτων φέρεσθαι τὰς κινήσεις
8. ἐν ταὐτῷ φαίνεται τόπῳ μένειν, ἢ ὄντως ἕνα διὰ
9. παντὸς τοῦ χρόνου κατέχει τόπον, οὐ τοῦ παρόντος καιροῦ
10. διελθεῖν· ἐν γὰρ τοῖς φυσικοῖς περὶ κινήσεως λόγοις τὰ
11. τοιαῦτα ἐρευνᾶσθαι δικαιότερον· ἀλλ’ ἀρκεῖ πρός γε τὰ
12. παρόντα τοῦτο ἐξευρῆσθαι, τὸ γίγνεσθαί τι καὶ τοιοῦτον
13. εἶδος ἐνεργείας, ὃ καλεῖν μὲν εἴτε τονικὸν, εἴτ’ ἄλλως, ὡς
14. ἂν ἐθέλῃς, οὐ διοίσει. γινώσκειν δ’, οἷόν ἐστι, κάλλιον
15. ὑπὲρ τοῦ μὴ δοκεῖν ἀργοὺς εἶναι τοὺς μῦς, ἀνατεταμένης
16. τῆς χειρός. τέτταρες οὖν αἱ πᾶσαι διαφοραὶ τῶν κατὰ τοὺς
17. μῦς εἰσι κινήσεων. ἢ γὰρ συστέλλονται, ἢ ἐπεκτείνονται,
18. ἢ μεταφέρονται, ἢ τεταμένοι μένουσιν. ἔστι δὲ τοῦ αὐτοῦ
1. γένους ἡ τετάρτη διαφορὰ τῇ πρώτῃ, ἀμφότεραι γὰρ ἐνέργειαι
2. μυός. ἐπεὶ δὲ τὸν νεκρὸν μῦν, ᾧ μηκέτι μέτεστι τοῦ
3. ψυχικοῦ τόνου, διατεμόντες ἐγκάρσιον ὅλον, ἐπὶ τὰ πέρατα
4. συνελκόμενον ὁρῶμεν, δόξειεν ἂν οὐκ ἀλόγως ἔργον τῆς τοῦ
5. σώματος αὐτοῦ κατασκευῆς τοῦθ’ ὑπάρχειν. καὶ μὴν εἰ τὸ
6. σῶμα τοῦ μυὸς εἰς αὑτὸ συνέλκεσθαι πέφυκε, τίς ἔτι χρεία
7. τῆς ψυχικῆς δυνάμεως κινούσης αὐτὸν, εἰ μή τι πρὸς τὸ
8. παραχωρεῖν ἀλλήλοις τῶν κινήσεων τοὺς μῦς ἡ παρὰ τῆς
9. ψυχῆς δύναμις χρήσιμος; εἰ γὰρ, ὃ ποιεῖν ἑκάτερος ἐπεφύκει,
10. τοῦτ’ ἔδρα διὰ παντὸς, οὐδὲν ἂν ἐκώλυε παθήματι
11. τῷ καλουμένῳ τετάνῳ συνέχεσθαι τὸ σῶμα. τί γὰρ ἄλλο
12. ἐστὶ τέτανος, ἢ ὅταν εἰς τἀναντία πρὸς τῶν ἀντιτεταγμένων
13. μυῶν ἀκουσίως ἀντισπᾶται τὰ μόρια; τοῦ δὲ μὴ γίνεσθαι
14. τοῦτο τὴν τῆς ψυχῆς ἴσως ἄν τις αἰτιάσαιτο δύναμιν, καὶ
15. φαίη κελεῦσαι τοῖς μυσὶν ἄγειν σχολὴν, ὅταν τοὺς ἀντικειμένους
16. αὐτῷ δέῃ κινεῖσθαι. ἀλλ’ εἰ τοῦθ’ ὁμολογήσαιμεν,
17. πρῶτον μὲν τἀναντία τοῖς πρόσθεν ἐροῦμεν· οὐ γὰρ ἔτι
18. τὸ κινεῖσθαι τοῖς μυσὶ παρὰ τοῦ ψυχικοῦ τόνου δώσομεν,
1. ἀλλὰ τὸ μὴ κινεῖσθαι, πολλά τε τῶν φαινομένων κατ’ αὐτοὺς
2. ἕξομεν ἐναντιούμενα, καὶ πρῶτόν γε καὶ μέγιστον
3. τὸ, τοῦ καθήκοντος εἰς τὸν ἐντὸς μῦν νεύρου τμηθέντος,
4. ἐκτεινόμενον αὐτίκα τὸν μῦν ἐκεῖνον ὁρᾶσθαι καὶ διὰ παντὸς
5. ἐν τούτῳ μένοντα. χρὴ γὰρ, εἴπερ ἡ μὲν συστολὴ σύμφυτος
6. αὐτοῦ τῷ σώματι, τὸ δὲ ἐκτείνεσθαι τῆς ψυχῆς
7. κελευούσης ἐγίνετο, τὴν ἔκτασιν ἀπόλλυσθαι μᾶλλον, ἢ τὴν
8. συστολὴν, ἡνίκα πρὸς τὴν ἀρχὴν κοινωνίας ἀπέσχισται μῦν
9. τμηθέντα. νυνὶ δ’ ἔμπαλιν ἔχει, συστέλλεται μὲν; οὗ τὸ
10. νεῦρον ἄτμητον, ὁ δ’ ἐναντίως ἐκτείνεται. ἐχρῆν δὲ οὐ
11. μόνον τοῦ τμηθέντος τὸ νεῦρον ἀπόλλυσθαι τὴν ἔκτασιν,
12. ἀλλὰ καὶ τοῦ μὴ τμηθέντος ἄμφω διασώζεσθαι, τήν τ’ ἔκτασιν
13. καὶ τὴν συστολὴν, εἴ πέρ γε τὸ μὲν ἐκτείνεσθαι παρὰ
14. τοῦ νεύρου, τὸ δὲ συστέλλεσθαι παρ’ ἑαυτῶν ἔχουσιν οἱ
15. μύες. τίνα οὖν καὶ ταύτης τῆς ἀπορίας ἕξομεν λύσιν; ἐξ
16. αὐτῆς τῶν πραγμάτων τῆς διαφορᾶς χρὴ κᾀνταῦθα τὸ διάφορον
17. εὑρεῖν τῆς τε τοῦ σώματος τῶν μυῶν κινήσεως καὶ
1. τῆς χρωμένης αὐτῶν δυνάμεως. τίς οὖν ἡ διαφορά; τμηθέντος
2. τοῦ ἔξω μυὸς, ἢ τένοντος, κάμπτεσθαι παραχρῆμα τὸ
3. μόριον, κᾂν μὴ προαιρώμεθα κάμπτειν αὐτὸ ὑπό τινος
4. καμφθέν. οὐδὲ γὰρ τοῦτο χρὴ παραδραμεῖν, ὑπὸ τοῦ σώματος
5. αὐτοῦ δηλονότι τῶν ἐντὸς μυῶν εἰς ἑαυτοὺς πεφυκότων
6. συντρέχειν. εἰ γὰρ οὐ τῆς ἡμετέρας ὁρμῆς ἡ κάμψις
7. τοῦ μορίου, πῶς ἂν ὑπὸ τῆς ψυχικῆς γίνεσθαι λέγοιτ’ ἂν
8. δυνάμεως; ἵν’ οὖν γνῷς, τίς ἐστιν ἡ τῆς δυνάμεως ἴδιος
9. κίνησις, κάμπτειν ἐπὶ πλέον τὸν ἄνθρωπον πειρᾶσθαι
10. κέλευσον τὸ κεκοιλωμένον μόριον· ὄψει γὰρ ἐναργῶς αὐτὸ
11. καμπτόμενον. αὖθις οὖν ἐκλῦσαι τὴν τοῦ κάμπτειν ὁρμὴν
12. κέλευσον· ὄψει γὰρ αὐτὸ πάλιν ἐκτεινόμενον μέχρι τοῦ τὴν
13. πρότερον ἀπολαβεῖν καμπὴν, εἰς ἣν ἠνέχθη χωρὶς ὁρμῆς.
14. ἐκ γὰρ τούτων τῶν φαινομένων ἐναργῶς ἔστι μαθεῖν, ὡς
15. εἰς ἀκριβῆ καὶ τελείαν καμπὴν οὐκ ἄν ποτε ἀφίκοιτ’ ἐξ
16. αὐτοῦ σῶμα τοῦ μυὸς, μὴ βοηθούμενον ὑπὸ τῆς ψυχικῆς
17. δυνάμεως. μάτην οὖν, φήσει τις ἴσως, τὸ φύσιν ἔχον συστέλλεσθαι
18. τὸ σῶμα τῶν μυῶν ἐγένετο ἀπὸ τῆς ψυχῆς τελεώτερον
1. αὐτὸ καὶ κάλλιον ἐργαζομένης. ὁ δὴ τοῦτ’ ἐρῶν
2. εἷς τίς ἐστι τῶν τῆς ἀπορίας τε καὶ ἀοριστίας, ὡς αὐτοὶ
3. καλοῦσιν, ἐραστῶν· ὃν ἡδέως ἂν ἐροίμην, εἰ τὸ πεφυκὸς
4. ἐκτείνεσθαι μόριον ἐπιτηδειότατον ὄργανον ἡγεῖται τῆς
5. συνάγειν ἔργον ἐχούσης δυνάμεως, ἢ τὸ ἐναντίον. ἐγὼ μὲν
6. γὰρ οὐδ’ ἐπινοῶ εὑρεῖν, πῶς ἀφυέστερον εἰς κίνησιν ὄργανον
7. ἄν τις κατεσκεύασεν, ἢ εἰ πρὸς τἀναντία ῥέπον
8. αὐτὸ τῆς τοῦ κινοῦντος ὁρμῆς ἐποίησεν. εἰ δὲ τοῦτ’ ἀφυὲς,
9. τοὐναντίον ἅπαν τὸ νεῦρον ἐξ ἑαυτοῦ, πρὸς ὃ τὸ κινῆσον
10. βούλεται, εὐφυέστατον. τῆς οὖν ψυχικῆς δυνάμεως ἕλκειν
11. ἐπὶ τὴν ἰδίαν ἀρχὴν τὸν μῦν σπευδούσης, ἡ κατασκευὴ
12. πρὸς τοῦτ’ ἐπιτήδειος αὐτῷ γέγονε. τοῦτο μὲν τοιοῦτόν
13. ἐστιν.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 1.8, ed. Kühn, 1822, vol. 4, p. 401-407. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:1.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩