14. Ἐκεῖνο δ’ ἄν τις εὐλογώτερον ζητήσειέ τε
15. καὶ ἀπορήσειε, τί δή ποθ’ ὅλως ἰδίαν ἔφαμεν εἶναι κίνησιν
16. τῷ σώματι τοῦ μυὸς ἐσχάτην τὴν συστολὴν, εἴ γε καὶ
17. μετὰ τὴν τελείαν ἔκτασιν συστέλλεται, καὶ μετὰ τὴν τελείαν
1. συστολὴν ἐκτείνεται. ἢ γὰρ οὐδετέραν αὐτῷ κίνησιν οἰκείαν
2. εἶναι λεκτέον, ἀλλὰ κατά τι σύμπτωμα γίνεσθαι,
3. ἢ ἀμφοτέρας ὁμοίως οἰκείας ὑπάρχειν ἡγητέον. ἢ ὅτι πλεῖστον
4. μὲν ἀποχωρεῖ τῆς τελείας ἐκτάσεως, ὀλίγον δὲ τῆς
5. τελείας συστολῆς, διὰ τοῦτο οἰκειοτέραν αὐτοῦ τὴν συστολὴν
6. ἡγητέον; ὄντων γὰρ δυοῖν ὑπερβολικῶν, ὡς ἂν εἴποι
7. τις, σχημάτων, ἄκρας ἐκτάσεως καὶ τελείας συστολῆς, εἰ
8. μηδὲν μᾶλλον οἰκεῖον ἦν τῷ σώματι τοῦ μυὸς τὸ συστέλλεσθαι
9. τοῦ ἐκτείνεσθαι, τὸ μέσον ἀκριβῶς ἀμφοῖν ἂν ἐλάμβανε
10. σχῆμα καὶ διὰ παντὸς εἰς τοῦτ’ ἤρχετ’ ἂν ἀφεθείς· νυνὶ
11. δ’ οὐ φαίνεται, προσέρχεται γὰρ ἐγγύτερον τῆς τελείας τοῦ
12. κώλου κάμψεως, ἤπερ τῆς ἐκτάσεως, ἀλλὰ κᾂν τοῦτο δοθῇ
13. τε καὶ ῥηθῇ, ὥσπερ οὖν δίκαιον δίδοσθαι τοῦτο καὶ λέγεσθαι,
14. (φαίνεται γὰρ οὕτως ἔχον,) ἔτι μοι δοκεῖ σκεπτέον εἶναι,
15. τί δή ποτε, τῆς ἐσχάτης καμπῆς τῷ κώλῳ γινομένης
16. καθ’ ὁρμὴν, ἐπειδὰν ἐκλύσωμεν ταύτην, ὀλίγον ἀποχωρῶν
17. ὁ μῦς φαίνεται καὶ πρὸς βραχύ πως ἐκτεινόμενος·
18. ἐχρῆν γὰρ μηδ’ ὅλως, εἴπερ ἡ τοῦ σώματος αὐτοῦ φύσις
1. ἐπὶ τὸ συστέλλεσθαι ῥέπει. τίνων οὖν εἰς τοῦτο λογισμῶν
2. εὐπορήσομεν, ἐν μέσῳ κείσθω σκοπεῖν τῆς ἀληθείας ἐρασταῖς,
3. ἵν’, εἰ μὲν ἀποδεικνύντες ὀρθῶς καὶ μηδαμῶς σφαλλόμενοι
4. φαίνοιντο, πᾶν ἤδη τὸ προτεθὲν εὑρῆσθαι λέγωμεν·
5. εἰ δὲ μὴ, ἀλλὰ τῶν γε πλείστων, τῶν μὲν εὑρημένων ἤδη,
6. τῶν δ’ ἐμμελῶς ἠπορημένων, ἄλλος τις καὶ ἄλλος τὸ λεῖπον
7. ἐξεύρῃ. ἵνα δὲ ὁ μέλλων λόγος ᾖ μοι σαφὴς, δέομαί
8. τινος εἰκόνος, ἣν οὐ μόνον σοι νοῆσαι δυνατὸν, ἀλλὰ
9. καὶ κατασκευάσαι βουληθέντι. δύο γὰρ ὀστᾶ λαβὼν οἵου
10. βούλῃ ζώου κατ’ ἄρθρον ἀλλήλοις συμβάλλοντα, δύο σειρὰς
11. ἐκ νεύρων πλειόνων πλεξάμενος, ἤτοι κατακόλλησον
12. ἀκριβῶς, πρὸς οἷς ἂν ἐγὼ κελεύσω μέρεσι τῶν ὀστῶν, ἢ
13. πρόσδησον· κελεύω δὲ κολλᾷν ἢ προσδεῖν, ἵνα περ οἱ
14. μύες τοῖς ὀστοῖς ἐνεφύοντο. διττοῦ δὲ ὄντος τρόπου τῆς
15. ἐμφύσεως ἅπασι τοῖς μυσὶν, οὐδὲν χεῖρον ἑκάτερον αὐτῶν
16. μιμήσασθαι διὰ τῆς εἰκόνος. ἐγχειρητέον οὖν σαφῶς ἑρμηνεῦσαι
17. τὸν διττὸν τοῦτον τρόπον· οὐδὲ γὰρ ὀρθῶς ἄν τις
1. αὐτὸν μιμήσαιτο, μὴ ἀκριβῶς ἐκμαθών. ἀρχὴ δ’ ἂν ἥδε
2. γίγνοιτο τῷ λόγῳ δικαιοτάτη. τῶν συμβαλλόντων ἀλλήλοις
3. ὀστῶν, ἵν’ ἄρθρον γένηται, τὸ μὲν ἕτερον αὐτῶν ἐστι τὸ
4. κινούμενον, θάτερον δὲ οἷον ἕδρα τις ὑπερήρεισται τῷ κινουμένῳ,
5. καθάπερ ὁρᾷς τοὺς τῶν θυρῶν στρόφιγγας ἔχοντας.
6. ὥστ’ ἐξ ἀνάγκης τῷ μένοντι μὲν ἡ κοιλότης, τῷ κινουμένῳ
7. δ’ ἡ κυρτότης ὑπῆρξε. καλεῖται δ’ ἡ μὲν κοιλότης
8. κοτύλη τε καὶ γλήνη, ἡ δ’ αὖ κυρτότης κεφαλή τε καὶ
9. κόνδυλος. τοσοῦτον δ’ ἡ κοτύλη τῆς γλήνης βαθυτέρα,
10. ὅσον ἡ κεφαλὴ τοῦ κονδύλου προμηκεστέρα· ἑκάτερον γὰρ
11. ἑκατέρῳ καθάπερ στρόφιγγι χώραν ἐπιτηδείαν ἡ φύσις παρεσκεύασεν.
12. ἐπειδὴ δὲ οὕτω καλῶς εἶχε τὰ κινηθησόμενα,
13. πολὺ κάλλιον αὐτοῖς ἔτι καὶ τεχνικώτερον συνῆψε τὰ κινήσοντα.
14. τὰ γὰρ τῶν κινήσεων ὄργανα, τοὺς μῦς, ἐξέφυσε
15. μὲν τῶν ὑπερκειμένων ὀστῶν, ἐν οἷς αἱ κοτύλαι, κατέφυσε
16. δὲ εἰς τὰς κεφαλὰς τῶν ὑποκειμένων, ἅπερ ἔμελλε κινεῖσθαι·
17. καὶ διὰ τούτων ἐκτεινομένων ἀνασπωμένων τῶν κεφαλῶν,
1. συνανασπᾶται πᾶν τὸ κῶλον. ἐπεὶ δὲ ὁ μὲν αὐτῶν
2. μεῖζον, ὁ δὲ ἔλαττον ὀστοῦν ἔμελλε κινήσειν, ἀνάλογον
3. τοῖς ὄγκοις τῶν κινηθησομένων ὀστῶν τὸ μέγεθος τῶν κινησόντων
4. ἐδημιούργησε μυῶν, ὥστε εὐλόγως οἱ μὲν ἐξ αὐτῶν
5. τῶν κεφαλῶν ἢ κονδύλων τῶν ὑπερκειμένων ὀστῶν ἐξέφυσαν,
6. οἱ δὲ μικρὸν τούτων κατωτέρω, πλησίον τῆς κοτύλης
7. ἢ γλήνης, οὐ πάνυ τι· μικροὶ γὰρ ἂν οὕτω παντάπασιν
8. ἐγένοντο καὶ ἀδύνατοι κινεῖν τὸ ὑποκείμενον ὀστοῦν.
9. αὕτη μὲν ἡ φύσις τῶν τ’ ἀλλήλοις συνταττομένων ὀστῶν
10. κατ’ ἄρθρα καὶ τῶν κινούντων αὐτὰ μυῶν. μιμήσαιο δ’
11. ἂν αὐτὴν ὀρθῶς, εἰ τὴν σειρὰν ἐξάψας θατέρου τῶν ὀστῶν
12. καθ’ ὃ μέρος ὁ μῦς ἐξεφύετο, καθάψεις αὐτῆς τὸ λοιπὸν
13. πέρας εἰς τὴν κεφαλὴν θατέρου τῶν ὀστῶν, ἵνα περ ὁ μῦς
14. κατεφύετο, δυοῖν τούτοιν στοχαζόμενος, ἑτέρου μὲν, τοῦ
15. τὸ πάχος τῆς σειρᾶς ἱκανὸν εἶναι κινεῖν καὶ ὀχεῖν τὸ ὑποτεταγμένον
16. ὀστοῦν, ἑτέρου δὲ, τοῦ κατὰ τὰς ὑπερβολὰς τῶν
17. σχημάτων μηδ’ ὅλως τετάσθαι τὴν σειρὰν, ἀλλ’ οὕτως ἔχειν,
18. ὡς εἰ καὶ κατὰ τῆς γῆς ἔῤῥιπτο μηδενὸς ἐξημμένη. δύο οὖν.
1. ἔστωσαν αἱ σειραὶ τὰς χώρας τῶν ἀντιτεταγμένων μυῶν,
2. τῶν ἐκτείνειν καὶ κάμπτειν τὸ κῶλον πεφυκότων, κατειληφυῖαι,
3. τηνικαῦθ’ ἑκατέρας παντελῶς ἐλευθερουμένης τῆς ἐντάσεως,
4. ἡνίκα ἔσχατον ἔχει τὸ κῶλον σχῆμα, ἡ μὲν ἐκτὸς, ὅταν
5. ἀκριβῶς ἐκτεταμένον ᾖ, ἡ δ’ ἐντὸς, ἐπειδὰν κεκαμμένον.
6. τούτων ᾧδε κατασκευασθέντων, πρόδηλον, ὅτι τῶν σειρῶν
7. ἑκατέρα πρὸς μὲν τῶν ἡμετέρων ἑλκομένη χειρῶν εἰς ἐσχάτην
8. ἔκτασιν ἢ καμπὴν ἄγει τὴν τῶν ὀστῶν σύνταξιν, αὗται
9. δὲ καθ’ ἑαυτὰς ἀφεθεῖσαι, μέσον σχῆμα τῆς τῶν ὀστῶν
10. συνθέσεως ἐνεργήσασαι, τοῦ λοιποῦ μένουσιν ἡσυχάζουσαι.
11. προσέχειν δὲ δεῖ τὸν νοῦν μὴ παρέργως αὐτῷ τῷ σχήματι·
12. τὸ μέσον γὰρ ἀκριβῶς τοῦτό ἐστιν ἐσχάτης ἐκτάσεως καὶ
13. συστολῆς. εἰ μέντοι τὴν ἑτέραν τῶν σειρῶν ἐπιτέμοις μὲν
14. κατά τι, μὴ διατέμοις δ’ ὅλην, βραχὺ παντελῶς ἐπὶ θάτερα
15. τοῦ μέσου σχήματος μεταστήσεις τῶν ὀστῶν τὴν σύνταξιν·
16. εἰ δὲ καὶ διατέμοις ἅπασαν, ἐπὶ πλέον μὲν,
17. οὐ μὴν ὥστ’ εἰς ἔσχατον ἐλθεῖν σχῆμα. τὰ γὰρ δὴ ἔσχατα
18. σχήματα μετὰ τοῦ ταῖς χερσὶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἕλκειν
1. τὰς σειρὰς οὐκ ἄλλως φαίνεται γιγνόμενα. τὰ δ’ αὐτὰ
2. ταῦτα συμπτώματα κᾀπὶ τῶν μυῶν ἐναργῶς ὁρᾶται, ἀνάλογον
3. μὲν ἔχοντος τῇ σειρᾷ τοῦ μυὸς, τῇ κινούσῃ δ’ αὐτὴν
4. χειρὶ τῆς ψυχῆς. οὔτε γὰρ ἄνευ τῆς χειρὸς οὐδετέρα τῶν
5. σειρῶν εἰς ἔσχατον σχῆμα τὴν τῶν ὀστῶν ἀγαγεῖν δύναται
6. σύνταξιν, οὔτ’ ἄνευ τῆς ψυχικῆς ὁρμῆς οὐδέτερος τῶν μυῶν
7. οὔτ’ ἐσχάτην καμπὴν οὔτ’ ἔκτασιν ἄκραν ἐργάσασθαι τοῦ
8. μορίου. στερήσας δὲ τοὺς μὲν μῦς τῆς ψυχικῆς ὁρμῆς,
9. τὰς δὲ σειρὰς τῆς χειρὸς, τὸ μέσον ὄψει σχῆμα τῶν ὀστῶν
10. πρὸς ἄλληλα γιγνόμενον. εἰ δὲ τέμοις τὸν ἐκτὸς μῦν,
11. καμπτόμενον ἐπὶ πλέον τοῦ μέσου σχήματος ὄψει τὸ κῶλον,
12. ὥσπερ εἰ τὴν ἐκτὸς σειρὰν ἔτεμες. οὕτω δὲ καὶ, εἰ τὸν ἐντὸς
13. μῦν τέμοις, ἐκτεινόμενον ἐπὶ πλέον τοῦ μέσου θεάσῃ
14. τὸ μόριον. τίνες οὖν αἰτίαι καὶ τούτων καὶ τῶν ἄλλων
15. ἁπάντων τῶν κατὰ τοὺς μῦς παθημάτων; ἀρχὴ μὲν ἁπασῶν
16. μία τὸ τοὺς μῦς τελείαν ἔχειν συστολὴν ἐν τοῖς ὑπερβολικοῖς
17. σχήμασιν, ὥσπερ ἐπὶ τῶν σειρῶν εἶχεν· αἱ δ’ ἄλλαι
1. πᾶσαι ταύτῃ ἀκόλουθοι. τὴν οὖν ἀρχὴν αὐτόθεν ἀποδείξομεν.
2. οὐ γὰρ ἐξ ὑποθέσεώς τινος ἡμῖν ἀδήλου ληπτέον
3. αὐτὴν, ἀλλ’ ἔκ τινος ἐναργῶς φαινομένου κατὰ τοὺς μῦς
4. ἅπαντας συμπτώματος. τίνος τούτου; τοῦ μικρῷ πρόσθεν
5. εἰρημένου, τοῦ συστέλλεσθαι τὸν μῦν εἰς τοσοῦτον, ὅταν
6. ὁ τένων ἀποτμηθῇ τοῦ κώλου τῆς κεφαλῆς, εἰς ὅσον,
7. ὅταν ὑπὸ τῆς προαιρέσεως κινούμενος εἰς τὴν ἐσχάτην καμπὴν
8. ἀγάγῃ τὸ κῶλον. ἐνδείκνυται γὰρ ἐναργῶς τὸ τοιοῦτον
9. φαινόμενον εἰς ἐσχάτην πεφυκότα συστολὴν ἔρχεσθαι τὸν
10. μῦν, ὅσον ἐπὶ τῇ κατασκευῇ τοῦ σώματος. ὅταν γὰρ ἀφαιρεθῇ
11. τῆς πρὸς τὸ ἀντιτεῖνον ὀστοῦν συνεχείας, τόθ’ οἷον
12. ἐκ δεσμοῦ λυθεὶς καὶ τελέως ἐλεύθερος γενόμενος ἐνεδείξατο
13. τὴν ἑαυτοῦ φύσιν. ἕως δὲ ὑπὸ τοῦ κατ’ ἀντικρὺ
14. τεταγμένου μυὸς ἀνεσπᾶτο τὸ μόριον, ἔχοντος δηλονότι κᾀκείνου
15. τὴν αὐτὴν φύσιν, ὡς δὴ σπεύδειν ἐπὶ τὴν ἐσχάτην
16. συστολὴν, τὸ ἴσον ὁ ἕτερος μῦς ὑπὸ θατέρου τῆς εἰς
17. ἑαυτὸν ἀπεστερεῖτο συνόδου, καὶ οὕτω συνέβαινε τῶν
1. ἀντιτεταγμένων ἐν τοῖς κώλοις μυῶν ἑκάτερον τὸ τῆς συστολῆς
2. ἥμισυ βλάπτεσθαι. τῷ γὰρ πεφυκέναι μὲν ἀμφοτέρους
3. εἰς ἐσχάτην ἀεὶ συστολὴν ἐπείγεσθαι, προσδεδέσθαι δ’ ἐκ
4. τῶν ἀντικειμένων μερῶν ἑνὸς ὀστοῦ κεφαλῆς, πάντως ἀναγκαῖον
5. ἦν ἰσοσθενέσι κινήσεσι διειλημμένον τὸ κῶλον ἕπεσθαι
6. μηδετέρᾳ. τὸ μηδετέρᾳ δ’ ἕπεσθαι ταὐτὸν ἦν τῷ
7. μέσον ἔχειν σχῆμα τῶν ἐσχάτων. ἐκείνων γὰρ ἑκάτερον ἐγίνετο,
8. τῆς ἑτέρας αὐτῶν κρατούσης· ἡ μὲν ἔκτασις, τῆς ἐκτὸς,
9. ἡ δὲ κάμψις, τῆς ἐντός. ἰσοσθενὴς μὲν οὖν ἡ τοῦ
10. σώματος αὐτῶν τῶν μυῶν γίνεται κίνησις, ὅταν μηδετέρᾳ
11. σύμμαχον ἔχῃ τὸν ψυχικὸν τόνον· ἀνισοσθενὴς δὲ, ὅταν
12. ἡ ἑτέρα μόνη κρατῇ. ὥστε ἀναγκαῖον νικᾷν ἐκείνου τοῦ μυὸς
13. τὴν συστολὴν, ὁπότερος ἂν ὑπὸ ψυχικῆς βοηθῆται δυνάμεως.
14. τριῶν μὲν δὴ φαινομένων αἰτίας εὑρήκαμεν, ἀπὸ
15. μιᾶς ἀρχῆς ὁρμηθέντες, ἣν οὐδ’ αὐτὴν ἐξ ὑποθέσεως ἡμετέρας,
16. ἀλλ’ ἐξ ἐναργοῦς ἐλάβομεν φαινομένου. διὰ γὰρ τὸ
17. φαίνεσθαι τὴν ἐσχάτην συστολὴν λαμβάνοντας τοὺς μῦς,
1. ὅταν ἀπολυθῶσι τοῦ πρὸς τὰς κεφαλὰς τῶν κώλων δεσμοῦ,
2. δῆλον ἡμῖν ἐγένετο πεφυκέναι μὲν αὐτοὺς, ὅσον ἐπὶ τῇ κατασκευῇ,
3. συστέλλεσθαι τελέως, δι’ ἄλλο δέ τι κωλύεσθαι.
4. τί δ’ ἦν τὸ κωλῦον ζητοῦντες, προσεχῶς μὲν τὸν
5. δεσμὸν εὕρομεν. οὗ γὰρ ἀποκοπέντος εἰς ἔσχατον συνεστέλλοντο,
6. τοῦτο τοῦ μὴ συστέλλεσθαι πρότερον αἴτιον ἐτιθέμεθα.
7. τὸν δεσμὸν δ’ οὐχ ἁπλῶς, ὅτι δεσμός ἐστι, διὰ
8. τοῦτο κωλύονθ’ εὕρομεν συστέλλεσθαι τοὺς μῦς, ἀλλ’ ὅτι
9. καταφύεται εἰς ὀστοῦ κεφαλὴν εἰς τἀναντία μέρη τεινομένην.
10. καὶ διὰ τοῦτο εὐπορήσαμεν αἰτίας δευτέρου φαινομένου,
11. τοῦ τὸ μέσον σχῆμα λαμβάνειν τὰ κῶλα, μηδετέρου τῶν
12. μυῶν ὑπὸ τῆς ψυχικῆς δυνάμεως κινουμένου. τρίτον δ’
13. ἦν ἐπὶ τούτοις φαινόμενον τὸ κάμπτεσθαι καὶ συστέλλεσθαι
14. ἢ ἐκτείνεσθαι τηνικαῦτα τὸ κῶλον, ὅταν τὸν
15. μῦν τὸν ἕτερον μόνον ἡ προαίρεσις κινῇ· νικᾶσθαι
16. γὰρ ἐν τούτῳ τὸν ἕτερον καὶ συνεκτείνεσθαι βιαίως
17. ἀναγκάζεσθαι τῷ σύμπαντι κώλῳ. φέρε δὴ πρὸς τούτοις
1. καὶ τῶν ἄλλων ἁπάντων φαινομένων εἴπωμεν τὰς αἰτίας,
2. ἵν’, εἰ μὲν ὁμολογοῖεν ἀλλήλαις, πιστεύωμεν καὶ διὰ τοῦτο
3. τοῖς ὑπὲρ αὐτῶν λογισμοῖς, εἰ δέ πη καὶ διαφέροιντο κᾂν
4. καθ’ ἓν ὁτιοῦν, πάντας ὁμοίως ὑποπτεύοιμεν. ἔστω δὴ
5. πρὸς τοῖς εἰρημένοις πρῶτον μὲν τόδε τὸ φαινόμενον.
6. τμηθέντος μὲν τοῦ ἔξω μυὸς, ἐπέκεινα μὲν τοῦ μέσου σχήματος
7. κάμπτεται τὸ κῶλον, οὐ μὴν εἰς ἔσχατόν γε. καίτοι
8. τάχ’ ἂν ἴσως δόξειεν εὔλογον εἶναι, μηκέτι ἀντισπῶντος εἰς
9. τἀναντία τὸν ἐντὸς μῦν μηδενὸς, εἰς ἐσχάτην ἰέναι δεῖν
10. αὐτὸν συστολήν. ἀλλ’ ὁ γινώσκων οὕτως ἐπιλέλησται τοῦ
11. κατὰ κῶλον βάρους ἀντιβαίνοντος τῇ παντελεῖ τοῦ μυὸς
12. συστολῇ. καὶ γὰρ ἐπὶ τῆς διὰ τῶν σειρῶν εἰκόνος ὁμοίως
13. ἐμφαίνεται γινόμενον. οὐδὲ γὰρ, ἐκείνων τῆς ἐκτὸς τμηθείσης,
14. εἰς ἐσχάτην ἠδύνατο ἐλθεῖν ἡ λοιπὴ συστολὴν, πρὶν
15. ἀποτμηθῆναι τὸ κινούμενον ὑπ’ αὐτῆς ὀστοῦν· ἕως δ’ ἦν
16. συνεχὲς, ἀντέσπα πρὸς ἑαυτὸ τὴν σειράν. οὐκοῦν κᾀπειδὰν
17. τὸν ἐντὸς μῦν διατέμῃ τις, ἐν τῷ μεταξὺ τοῦ μέσου σχήματος
1. καὶ τῆς ἐσχάτης ἐκτάσεως τὸ κῶλον καθίσταται·
2. τελέως γὰρ ἐκτείνειν αὐτὸ χωρὶς τῆς ψυχικῆς ὁρμῆς ἀδύνατος
3. ὁ ἐκτὸς μῦς. ὥστε καὶ ταῦτα τὰ φαινόμενα τοῖς τ’ ἔμπροσθεν
4. εἰρημένοις καὶ ἀλλήλοις ὁμολογεῖ.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 1.9, ed. Kühn, 1822, vol. 4, p. 407-418. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩