Galenus. De motu musculorum (De motu musc.) [n° 019 Fichtner] [GalLat]

Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).

De motu musculorum, 2.1, ed. Kühn, 1822, vol. 4, p. 422-426. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:2.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΥΩΝ ΚΙΝΗΣΕΩΣ

ΒΙΒΛΙΟΝ Β.

1. Ἐπεὶ δὲ τὰ πρῶθ’ ἡμῖν καὶ οἷον στοιχεῖα
2. τῆς τῶν μυῶν κινήσεως ἀποδέδεικται, προσθῶμεν αὐτοῖς
3. ἤδη τὰ λείποντα, ὥστε μηδὲν ἔτ’ ἐνδεῖν, ἀλλ’ ἱκανὸν γενέσθαι
4. τὸν ἅπαντα ταῦτα ἀναλεξάμενον ἀκριβῶς πᾶν, ὅ τι ἂν
5. περὶ μυὸς προβληθῇ, ῥᾳδίως ἐξευρίσκειν. ἀρξώμεθα οὖν
6. αὖθις ἀπὸ τῶν κατὰ τὰ μόρια σχημάτων, εἰς ἅπερ ἐτελεύτησεν
7. ὁ πρότερος λόγος. καὶ πρῶτόν γε τὸ μέσον σχῆμα
8. προχειρισάμενοι λέγωμεν, ὡς ἐν τούτῳ διττὴν ἀνάγκη κατάστασιν
9. ὑπάρχειν τοῖς μυσὶν, ἑτέραν μὲν τὴν ἔμπροσθεν
1. εἰρημένην, ᾗ μηδέτερος τῶν ἀντιτεταγμένων ἐνεργεῖ μυῶν,
2. ἑτέραν δὲ τὴν νῦν ῥηθησομένην, καθ’ ἣν ὁμοίως ἐνεργοῦσιν
3. ἀμφότεροι. ὑπάρχει δ’ ἡ μὲν προτέρα τοῖς ἐλινύουσιν, ὡς
4. Ἱπποκράτης ὠνόμασεν, ἡ λοιπὴ δὲ, ὅταν μήτ’ ἐκτείνειν,
5. μήτε κάμπτειν τὸ κῶλον ἐπιτρέπωμέν τινι, μηδ’ εἰ πάνυ
6. σφόδρα βιάζοιτο. γίγνεται δ’ αὕτη, τῶν ἀντιτεταγμένων
7. μυῶν τὴν τονικὴν καλουμένην ἐχόντων ἐνέργειαν. οὕτω δὲ,
8. κᾂν εἰ τοῦ μέσου σχήματος ἑκατέρωθεν καταστήσεις τὸ κῶλον,
9. ὁμοίως ἀμφοτέροις ἐνεργεῖν δυνήσῃ τοῖς μυσίν. ὅταν
10. δ’ εἴς τι τῶν ὑπερβολικῶν σχημάτων ἀγάγῃς αὐτὸ, οἱ ἕτεροι
11. μύες ἱκανοὶ εἰς τὴν τοιαύτην ἐνέργειαν. οὐκ ἄδηλον δ’
12. οὐδ’ ὅτι καθ’ ἕκαστον τῶν εἰρημένων σχημάτων ποτὲ μὲν
13. μᾶλλον, ποτὲ δ’ ἧττον τὴν τονικὴν ἐνέργειαν ἐνεργήσουσιν
14. οἱ μύες, καὶ ὡς τὸ μετὰ τοιαύτης ἐνεργείας μέσον
15. σχῆμα τῶν ὑπερβολικῶν οὐδετέρου λείπεται. μὴ τοίνυν
16. ἁπλῶς τὸ μέσον ἀνώδυνον εἶναι λέγωμεν, ἀλλὰ τὸ ἐν τῷ
17. ἐλινύειν. τὸ γὰρ μετὰ τῆς ἑκατέρων τῶν μυῶν τάσεως μέσον
1. σχῆμα τοῖς ἐσχάτοις ὁμοίως ὀδυνηρόν. ἐπεὶ δὲ ἐν αὐτῷ
2. τῷ ἐλινύειν μέσον σχῆμα τὸ μὲν ἁπλῶς ἐστι, τὸ δ’ οὐχ
3. ἁπλῶς, ἁπλῶς μὲν τὸ πάντων τῶν ὑπερβολικῶν τοῦ κώλου
4. σχημάτων μέσον, οὐχ ἁπλῶς δὲ τὸ τῆς ἑτέρας ἀντιθέσεως
5. μόνης, τὸ μὲν ἁπλῶς μέσον ἀκάματον ἂν, ὡς Ἱπποκράτης
6. ἐκάλεσεν, εἴη μόνον, οὐ μὴν τῶν γε ἄλλων οὐδὲν ἀκριβῶς
7. ἀκάματον. ἀπόδειξις δὲ τοῦ λεγομένου γένοιτ’ ἂν σαφὴς,
8. διελομένων πρότερον ἡμῶν τό θ’ ἁπλῶς μέσον σχῆμα καὶ
9. τὰ μὴ τοιαῦτα. γενήσεται δ’ ὁ λόγος, ἵν’ ᾖ σαφὴς, ἐπὶ
10. χειρὸς, ὡς ἐπὶ παραδείγματος. ὄντων οὖν ἐν αὐτῇ σχημάτων
11. ἐσχάτων τεττάρων, πρηνοῦς, ὑπτίου, τοῦ κατ’ ἔκτασιν
12. ἄκραν, τοῦ κατὰ κάμψιν, τὸ μὲν ἁπλῶς μέσον
13. ἁπάντων ἐστὶ τούτων μέσον, τὸ δ’ οὐχ ἁπλῶς μέσον
14. ὁποτερασοῦν τῶν ἀντιθέσεων. ἄλλο μὲν γὰρ ἐκτάσεως
15. ἄκρας καὶ καμπῆς, ἄλλο δὲ ὑπτίου καὶ πρηνοῦς τὸ
16. μέσον. ὕπτιον μὲν οὖν ἐστι σχῆμα χειρὸς, ὅταν τὸ
17. κοῖλον μὲν αὐτῆς μέρος ἄνωθεν ᾖ, τὸ δὲ κυρτὸν κάτωθεν·
1. πρηνὲς δὲ τὸ ἐναντίον τούτῳ· μέσον δ’ ἀμφοῖν, ὅταν
2. ἔσωθεν μὲν ᾖ τὸ κοῖλον, ἔξωθεν δὲ τὸ κυρτὸν, ὑποκείμενος
3. δ’ ὁ μὲν μικρὸς δάκτυλος τοῖς ἄλλοις, τὸ δὲ τοῦ
4. πήχεως ὀστοῦν τῷ τῆς κερκίδος. τοῦτ’ οὖν τὸ μέσον σχῆμα
5. δύναται μὲν ἐκτεταμένης τελέως τῆς χειρὸς, δύναται δὲ καὶ
6. κεκαμμένης γίγνεσθαι, ὥσπερ οὖν καὶ τὸ τῆς ἑτέρας ἀντιθέσεως
7. μέσον σχῆμα δύναται μὲν ὑπτίας τῆς χειρὸς, δύναται
8. δὲ καὶ πρηνοῦς οὔσης ὑπάρχειν. ὅρος δὲ ἐκείνου τοῦ
9. σχήματός ἐστιν ὁ πῆχυς ὀρθὴν ἐργαζόμενος γωνίαν πρὸς
10. βραχίονα, καὶ διὰ τοῦτο καὶ αὐτὸ καλοῦσιν ἐγγώνιον. τὸ
11. τοίνυν ἁπλῶς μέσον ἐκ τῆς ἀμφοτέρων τῶν εἰρημένων μέσων
12. σχημάτων συνόδου γίνεται· τὰ δ’ ἄλλα μέσα τέτταρα
13. μὲν ἔσται τὰ σύμπαντα, γενήσεται δ’ αὐτῶν οὐδὲν ἁπλῶς
14. ὅλου τοῦ κώλου μέσον, ἀλλὰ μιᾶς ἀντιθέσεως μόνης· ἢ γὰρ
15. ἐκτάσεως καὶ συστολῆς μόνον ἔσται μέσον, ἢ ὑπτίου τε
16. καὶ πρηνοῦς. ἐπεὶ δὲ ἑκάτερον αὐτῶν διττὸν γίνεται ζευγνύμενον
17. ἐν μέρει ταῖς ἐκ τῆς λοιπῆς ἀντιθέσεως ὑπερβολαῖς,
18. ἀναγκαῖον οὕτω τὰ πάντα γίνεσθαι τέτταρα. καθ’
1. ἕκαστον δ’ αὐτῶν τὸ μέν τι κοινόν ἐστιν ἁπάντων, τὸ δ’
2. ἴδιον ἑκάστου· κοινὸν μὲν τὸ πάντως ἐνεργεῖν ἕν γέ τι γένος
3. μυῶν, τὰ δ’ ἄλλα τρία τείνεσθαι μὲν κατὰ συμβεβηκὸς,
4. ἐνεργεῖν δὲ μή· τὸ δ’ ἴδιον ἑκάστου, τοῦ μὲν ἐγγωνίου
5. τε καὶ πρηνοῦς, ἐνεργεῖν μὲν τοὺς ἐπιστρέφοντας ἔσω
6. τὸ τῆς κερκίδος ὀστοῦν, τοὺς δ’ ἄλλους πάντας ἀργοῦντας
7. τείνεσθαι, τοῦ δ’ ἐγγωνίου μὲν, ὑπτίου δὲ, τοὺς μὲν ἔξω
8. περιάγοντας ἐνεργεῖν, τοὺς δὲ ἄλλους ἀργοῦντας τείνεσθαι·
9. κατὰ ταὐτὰ δὲ κᾀν τῷ μέσῳ πρηνοῦς τε καὶ ὑπτίου μετὰ
10. μὲν ἄκρας ἐκτάσεως τοὺς ἐκτείνοντας μόνους ἐνεργεῖν μετὰ
11. δὲ κάμψεως τοὺς κάμπτοντας μόνον, τῶν ἄλλων ἁπάντων
12. ἀργούντων μὲν, τεινομένων δέ.

Cliquer un n° de page pour en afficher l’image