13. Δεῖται δ’ ὁ λόγος, ἵν’ ᾖ σαφὴς,
14. ἐγνῶσθαι πρότερον, ὑπὸ τίνων τε μυῶν καὶ τίνα τρόπον
15. ἐχόντων καὶ ποῖον ἄρθρον κινούντων αἱ τέτταρες αὗται
16. τῆς χειρὸς ἐπιτελοῦνται κινήσεις. ἔστιν οὖν βραχίων μόριον
17. τῆς ὅλης χειρὸς τὸ μέγιστον. ὅροι δ’ αὐτοῦ, κάτωθεν
1. μὲν τὸ κατὰ τὸν ἀγκῶνα ἄρθρον· ἀγκῶνα δὲ καλοῦμεν, ᾧ
2. ποτιστηριζόμεθα, φησὶν Ἱπποκράτης· ἄνωθεν δ’ αὖ πάλιν
3. τὸ κατ’ ὦμον. ἕτερον δὲ μόριον τῆς ὅλης χειρὸς οὐ σμικρότατον
4. ἐφεξῆς τοῦ βραχίονος ὁ πῆχυς καλούμενος. ὁρίζεται
5. δὲ, καθ’ ὃ μὲν τῷ βραχίονι συνεχής ἐστιν, ὑπὸ τοῦ κατὰ
6. τὸν ἀγκῶνα ἄρθρου, καθ’ ὃ δὲ τῷ καρπῷ, πρὸς τούτου
7. πάλιν. ἐν μὲν οὖν τῷ βραχίονι μέγα καὶ περιφερὲς ἓν
8. ὀστοῦν ἐστιν, ὀνομαζόμενον ὡσαύτως τῷ μορίῳ. κατὰ δὲ
9. τὸν πῆχυν δυοῖν ὀστῶν ὄντων, τὸ μὲν ὁμώνυμόν ἐστι τῷ
10. παντὶ μορίῳ, τὸ δ’ ἕτερον κερκὶς ὀνομάζεται. διαρθροῦται
11. δὲ ἄμφω πρὸς τὸ τοῦ βραχίονος πέρας τὸ κάτω, πῆχυς μὲν,
12. ἵνα περ ἡ μέση τῶν κονδύλων τοῦ βραχίονός ἐστι χώρα,
13. κερκὶς δὲ τὸν ἔξω κόνδυλον τοῦ βραχίονος αὐτοῦ περιβέβηκεν
14. εἰς γλήνην τελευτῶσα· καὶ δῆτα περὶ τοῦτον οἷον
15. ἄξονά τινα στρεφομένη τὰς τῆς χειρὸς ἐπιστροφὰς οἰακίζει.
16. εἴσω μὲν αὐτῆς περιαγομένης τὸ πρηνὲς σχῆμα τῆς
17. χειρὸς, ἔξω δὲ τὸ ὕπτιον ἕπεται. τὸ δ’ ἐκτείνειν καὶ
18. κάμπτειν τὴν χεῖρα τῆς τοῦ πήχεως πρὸς τὸν βραχίονα
1. διαρθρώσεως ἔργον ἐστίν. ἀκρίβεια δὲ συνθέσεως ὀστῶν
2. οὐκ οἶδ’ εἴ τινι τῶν ἄλλων ἄρθρων ὑπάρχει τοσαύτη. τοῦ
3. μὲν γὰρ βραχίονος τὸ κάτω πέρας πλατυνθὲν ὁρίζεται κονδύλοις,
4. ὁ δ’ αὖ πῆχυς, ἀποφύσεις δύο καμπύλας ποιησάμενος
5. ἀντιτεταγμένας ἀλλήλαις καὶ μέσην αὐτῶν κοιλότητα
6. τῷ σίγμα γράμματι παραπλησίαν ἐργασάμενος, ταύτῃ τῇ
7. κοιλότητι περιλαμβάνει τὴν μέσην τῶν κονδύλων τοῦ βραχίονος
8. χώραν, ἐοικυῖαν ἀκριβῶς ταῖς κατὰ τὰς τροχιλίας
9. καλουμένας. περιφερομένης οὖν τῆς κοιλότητος τοῦ πήχεως
10. περὶ τὴν κυρτότητα τοῦ βραχίονος, ἐκτείνεσθαί τε καὶ κάμπτεσθαι
11. τῷ παντὶ κώλῳ συμβαίνει. τοῦ δὲ μηδ’ ἑτέρωσε
12. προχωρεῖν, ἀλλ’ ἀεὶ μένειν ἀκριβῆ τὴν διάρθρωσιν αἱ τῆς
13. μέσης κοιλότητος ὀφρύες αἰτίαι, σφίγγουσαι τὰς ἀποφύσεις
14. τοῦ πήχεως. ὅταν μὲν οὖν ἡ πρόσθιος ἀπόφυσις τῆς κινήσεως
15. ἐξηγῆται, κάμπτεται τὸ κῶλον, ἐκτείνεται δὲ, ὅταν
16. ἡ ὄπισθεν. ὅρος δὲ τῆς μὲν καμπῆς τὴν πρόσθεν ἀπόφυσιν
17. ἑδρασθῆναι πρὸς τῷ τοῦ βραχίονος ὀστῷ, τῆς δ’ ἐκτάσεως
18. τὴν ὀπίσθιον. ἐπεὶ δὲ καὶ τὸ τοῦ βραχίονος ὀστοῦν
1. κυρτὸν ἦν, καὶ τοῦ πήχεως τῶν ἀποφύσεων ἑκατέρα προμήκης,
2. καὶ διὰ τοῦτο κίνδυνος ἦν, θᾶττον, ἢ δεῖ, συμβαλλόντων
3. ἀλλήλοις τῶν ὀστῶν, κωλυθῆναι τὴν τοῦ κώλου
4. κίνησιν, ἐξέγλυψεν ἡ φύσις ἑκατέρωθεν τὸ τοῦ βραχίονος
5. ὀστοῦν, εἰς τοσοῦτον ἐγκαταβαινόντων ταῖς κοιλότησιν αὐτοῦ
6. τῶν κορωνῶν τοῦ πήχεως, εἰς ὅσον ἐσχάτην ἔκτασίν τε καὶ
7. καμπὴν ἡ χεὶρ ἕξειν ἔμελλεν. ἐπεὶ δὲ μεῖζον ἦν τὸ ὄπισθεν
8. κορωνὸν τοῦ πήχεως, πολὺ βαθυτέραν τὴν ταύτῃ κοιλότητα
9. τοῦ βραχίονος ἐποίησεν, ὥστε διὰ τὸ ταύτῃ βάθος λεπτὸν
10. ἱκανῶς γενέσθαι τὸ τοῖ βραχίονος ὀστοῦν, ὅσον ἐστὶ μεταξύ
11. τῶν κοιλοτήτων. οὐ μὴν διέτρησέ γε αὐτὸ, καίτοι λεπτὸν
12. ὂν, ἵνα μὴ χαλαρὸν πάντη καὶ ἀστήρικτον ᾖ τὸ ἄρθρον,
13. μήτε τῶν μυῶν αἱ κινήσεις ἄμετροι. εἰ δέ γε διετρήθη,
14. κάμπτειν μὲν ἂν εἰς τοὐπίσω τὴν χεῖρα δυνατὸν ἦν, ὅσα
15. δὲ ἐκτεταμένης αὐτῆς ἑδραίως ἐνεργοῦμεν, ταῦτά τε
16. σύμπαντα χεῖρον ἂν ἐγίνετο μακρῷ, καὶ τῶν μυῶν ἀμφοτέρων
17. αἱ τάσεις ἤστην ἂν ὀδυνηραὶ κομιδῇ, τῶν μὲν
18. ὄπισθεν ὑπὸ τῆς ψυχικῆς δυνάμεως τεινομένων, ὡς διασπασθῆναι
19. πλέον, ἢ πεφύκασι συστέλλεσθαι, τῶν δ’
1. ἔμπροσθεν εἰς τοσοῦτον ἐκτεινομένων, ὡς κινδυνεῦσαι διασπασθῆναι.
2. τοιαύτη μὲν ἡ τῆς φύσεως τέχνη περὶ τὴν τῆς
3. διαρθρώσεως ἀκρίβειαν.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 2.2, ed. Kühn, 1822, vol. 4, p. 426-430. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩