Galenus. De motu musculorum (De motu musc.) [n° 019 Fichtner] [GalLat]

Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).

De motu musculorum, 2.3, ed. Kühn, 1822, vol. 4, p. 430-435. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:2.3

4. Οἵα δέ τις ἦν τῶν κινούντων αὐτὴν μυῶν
5. θέσις, ὧν ἕνεκα καὶ τῆς διαρθρώσεως ἐμνημονεύσαμεν, ἑξῆς
6. λεγέσθω. δύο μὲν ἐν τοῖς πρόσω τοῦ βραχίονος, δύο δ’ ἐν
7. τοῖς ὄπισθεν πεφύκασιν, ἰσχυραῖς ἀπονευρώσεσιν ἐμφυόμενοι
8. τῷ πήχει. ἄρχονται δὲ οἱ μὲν μείζους αὐτῶν ἀπὸ τῆς κεφαλῆς
9. τοῦ βραχίονος, οἱ δ’ ἐλάττους πολὺ κατωτέρω, καὶ
10. φέρονται πάντες οἱ τέτταρες εὐθὺ τοῦ πήχεως, ἐμφύονταί
11. τε κατὰ τοῦτον αὐτὸν μάλιστα τὸν τόπον, ὅθεν ἄρχεται
12. φύεσθαι τὰ κορωνά. τὸ μὲν οὖν ὀπίσω μέρος αὐτὸς ὁ
13. ἀγκών ἐστιν, ὃν οἱ Ἀθηναῖοι μὲν ὠλέκρανον, οἱ Δωριεῖς
14. δὲ κύβιτον ὀνομάζουσι, τὸ πρόσω δ’, ὥσπερ εἴρηται,
15. καθ’ ὃ τῆς ἔμπροσθέν ἐστι κορώνης ἡ ἔκφυσις. ὑπὸ τούτων
16. μὲν οὖν τῶν μυῶν, ὀπίσω τε καὶ πρόσω βραχίονος τὸν πῆχυν
17. ἐπισπωμένων, ἔκτασίς τε καὶ κάμψις γίνεται. τέτταρες
18. δ’ ἄλλοι τὰς μὲν ἀρχὰς ἔχουσιν ἐκ τοῦ πήχεως ἑκατέρωθεν
1. τῆς εἰς τὸν ἀγκῶνα κυρτότητος, δύο μὲν ἔξωθεν, δύο δ’
2. ἔσωθεν. ἅπαντες δ’ ὄντες λοξοὶ τῷ τῆς κερκίδος ὀστῷ
3. καταφύονται, κατὰ μὲν τὸ κάτω πέρας αὐτῆς, ἵνα περ ἡ
4. πρὸς τὸν καρπὸν διάρθρωσις, οἱ μεγάλοι, κατὰ δὲ τὸ μέσον
5. οἱ μικροί. τεινόμενοι δὲ καὶ οὗτοι πρὸς τὰς ἀρχάς
6. συνεπισπῶνται τὴν κερκίδα, καὶ διὰ ταύτης ὅλην τὴν χεῖρα
7. πρανῆ μὲν οἱ ἐντὸς, ὑπτίαν δ’ οἱ ἐκτὸς ἐργάζονται. οὕτως
8. οὖν ἐχούσης τῆς φύσεως τῶν κινούντων τὰς κατὰ τὸν ἀγκῶνα
9. διαρθρώσεις μυῶν, ἀποδείξωμεν ἤδη τὸ προκείμενον, ὡς ἐν
10. ταῖς τέτταρσι διαφοραῖς τῶν οὐχ ἁπλῶς μέσων σχημάτων
11. ἓν μὲν ἑκάστοτε γένος ἐνεργεῖ μυῶν, τὸ δ’ ἄλλο πᾶν ἀργεῖ
12. μὲν, ἐκτείνεται δέ. πρῶτον οὖν προχειρισώμεθα τὸ καὶ
13. τότε πρῶτον ῥηθὲν, ὅπερ ἐγγώνιόν τε καὶ πρανὲς ἐκαλοῦμεν·
14. ἐν ᾧ περὶ μὲν τῶν τὴν κερκίδα κινούντων μυῶν οὐδὲν
15. δεῖ λόγου πλείονος, ὡς οἱ μὲν ἐντὸς ἐνεργοῦσιν, οἱ δ’
16. ἐκτὸς ἀργοῦντες ἐκταθήσονται, περὶ δὲ τῶν τὸν πῆχυν κινούντων
17. μυῶν ἀνάγκη πλείονος δεηθῆναι λόγου. κατὰ μὲν
1. γὰρ τὴν πρόχειρον φαντασίαν δόξουσιν ἔχειν τὴν μέσην
2. κατάστασιν ἀκριβῶς, ὅτι καὶ τὸ μέσον σχῆμα τὸ ἐγγώνιον,
3. οὐ μὴν τό γ’ ἀληθὲς οὕτως ἔχει. εἰ μὲν γὰρ, ὥσπερ ἐγγώνιον,
4. οὕτω καὶ μέσον ὑπτίας καὶ πρανοῦς ἡ σύμπασα χεὶρ
5. εἶχε σχῆμα, τότ’ ἂν ὄντως ἡ μέση κατάστασις αὐτοῖς ὑπῆρχεν·
6. ἐπεὶ δ’ οὐκ ἔχει, τοσοῦτον ἀνάγκη διαστρέφεσθαι καὶ
7. τούτους τοὺς μῦς καὶ τοὺς ἄλλους ἅπαντας, ὅσον ἐξίσταται
8. τοῦ κατὰ φύσιν σχήματος ἡ σύμπασα χείρ. ὅσον δ’ οἱ
9. μύες διαστρέφονται, εἰς τοσοῦτον, οἶμαι, περὶ τὰς κυρτότητας
10. τῶν ὀστῶν οἷον κλώμενοί τε καὶ καμπτόμενοι τείνονταί
11. τε καὶ πονοῦσι. τὸ μὲν γὰρ ἁπλῶς μέσον σχῆμα, πρὸς
12. τῷ μηδένα μῦν ἔχειν μήτ’ ἐνεργοῦντα μήτε κινούμενον
13. βιαίως, οὐδὲ διαστρέφει τι τῶν κατὰ τὸ κῶλον· ὅθεν αὐτῷ
14. καὶ τοῦθ’ ὡς μέγιστον τῶν ἄλλων ἐμαρτύρησεν Ἱπποκράτης·
15. τὰ δ’ ἄλλα πάντα, τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον
16. διεστραμμένους ἔχει καὶ τοὺς μῦς ἅπαντας, καὶ τοὺς τένοντας,
17. καὶ τὰ νεῦρα, καὶ πρὸς τούτοις ἔτι τὰς φλέβας
18. καὶ τὰς ἀρτηρίας. ἅπαντα γὰρ ταῦτα, τὰ μὲν ἔξωθεν τῶν
1. κώλων, τὰ δ’ ἔσωθέν πέφυκεν. ὡς οὖν πέφυκεν, οὕτως
2. ἔχοντα ταῦτα φυλάττει τὸ μέσον ὑπτίου καὶ πρηνοῦς
3. σχῆμα. τούτων δ’ ἑκάτερον ἱκανῶς ἅπαντα διαστρέφει. τὸ
4. μὲν γὰρ πρηνὲς, ὑπὲρ οὗ πρώτου πρόκειται λέγειν, τῶν
5. ἐκτὸς τοῦ πήχεως μυῶν τῶν ὑπτίαν, ὅταν ἐνεργῶσιν, ἐργαζομένων
6. αὐτὴν τοσαύτην ποιεῖται τὴν διαστροφὴν, ὥστε τὰς
7. μὲν κεφαλὰς αὐτῶν ἔξωθεν εἶναι τοῦ κώλου, τὰς δὲ κοιλίας
8. ὀνομαζομένας ἄνωθεν, τὰς δ’ ἐμφύσεις ἐντός. εἰ δὲ καὶ
9. βιαιότερον ἔτι περιστρέφοις τὴν χεῖρα, τὸν ἕτερον αὐτῶν
10. μῦν τὸν μείζονα τὸν εἰς τὴν τελευτὴν τῆς κερκίδος ἐμφυόμενον
11. οὕτως ὄψει κεκαμμένον περὶ τὸ κῶλον, ὥστε τῶν
12. μερῶν αὐτοῦ τὰ μὲν ἐκτὸς, τὰ δ’ ἐντὸς, τὰ δ’ ἄνωθεν, τὰ
13. δ’ ἐν τοῖς κάτω φαίνεσθαι τὴν μὲν κεφαλὴν ἐκτὸς, τὴν δὲ
14. κοιλίαν ὀνομαζομένην ἄνωθεν, τὸ δ’ ἐπέκεινα ταύτης ἐντὸς,
15. κάτωθεν δὲ τὴν ἔμφυσιν. οὕτως ἄρα βιαίως κέκλασταί
16. τε καὶ κέκαμπται. οἱ δ’ ἄλλοι μύες οἱ κατὰ τὸν βραχίονα,
17. δι’ ὧν ἐκτείνειν καὶ κάμπτειν τὴν χεῖρα δυνάμεθα,
18. πολὺ μὲν ἧττον τούτων τε καὶ τῶν ἄλλων τῶν κατὰ τὸν
1. πῆχυν, ἀπολαύουσι δ’ οὖν τι καὐτοὶ τῆς διαστροφῆς. τὰ
2. δ’ αὐτὰ κᾀν τοῖς ὑπτίοις σχήμασι γίγνεται. καὶ γὰρ οὖν
3. κᾀν τούτοις οἱ μὲν ἐν τῷ πήχει μύες ἐς ἔσχατον πονοῦσιν,
4. οἱ δ’ ἐν τῷ βραχίονι συμπονοῦσιν. ὅταν δὲ τὸ μέσον
5. ὑπτίου καὶ πρηνοῦς ἐργασάμενοι σχῆμα τελέως ἐκτείνωμεν
6. ἢ κάμπτωμεν τὴν χεῖρα, τότε πονοῦσι μὲν ἱκανῶς οἱ κατὰ
7. τὸν βραχίονα μύες, συμπονοῦσι δ’ αὐτοῖς οἱ κατὰ τὸν πῆχυν.
8. μόνον οὖν σχημάτων τὸ μέσον ἁπλῶς, ᾧ μηδὲν ὑπερβολῆς
9. μέτεστι κατὰ μηδετέραν ἀντίθεσιν, ἀνώδυνον ἀκριβῶς
10. ἐστι· τὰ δ’ ἄλλα πάντα τὰ τέτταρα, τὰ μὲν ἧττον,
11. τὰ δὲ μᾶλλον, ἅπαντα δ’ οὖν ὀδυνηρά. καθ’ ἕκαστον δ’
12. αὐτῶν πάλιν, εἰς ὅσον ἀποχωρῶν τῆς ἐσχάτης καταστάσεως
13. ἄγεις ἐπὶ τὴν μέσην τὸ κῶλον, εἰς τοσοῦτον ἧττον ὀδυνηρὸν
14. ἐργάσῃ τὸ σχῆμα, τελέως δὲ ἀνώδυνον οὐδὲν, πρὶν ἐπὶ τὸ
15. μέσον ἀκριβῶς ἐλθεῖν. ὥστε ἐκ τῶν εἰρημένων καὶ τοῦτ’
16. ἤδη πρόδηλον, ὡς ἐν τῷ μέσῳ τούτῳ σχήματι μόνῳ πάντων
17. σχημάτων ὑπάρχει τελέως ἀναπαύειν τοὺς μύας ἅπαντας,
1. τὰ δ’ ἄλλα πάντα, τὰ μὲν ἧττον, τὰ δὲ μᾶλλον, ἕν γέ τι
2. γένος ἐνεργοῦν ἔχει μυῶν.

Cliquer un n° de page pour en afficher l’image