Galenus. De motu musculorum (De motu musc.) [n° 019 Fichtner] [GalLat]

Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).

De motu musculorum, 2.4, ed. Kühn, 1822, vol. 4, p. 435-440. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:2.4

3. Οὐκοῦν οὐδ’ οἱ κοιμώμενοι πάντες ἀργοὺς
4. παντάπασιν ἔχουσιν ἅπαντας τοὺς μῦς, ἀλλ’ ὅσοι διὰ μέθην,
5. ἢ κάματον, ἢ ἀῤῥωστίαν δυνάμεως ἅπαντα τοῦ σώματος
6. τὰ μόρια τελέως ἐκλύσαντες, εἰς τὸ μέσον αὐτὰ σχῆμα
7. τοῖς μυσὶν ἀγαγεῖν ἐπέτρεψαν, οὗτοι μόνοι τελέως ἡσυχάζοντας
8. ἔχουσι τοὺς μῦς. οὐ μὴν οὐδ’ ἐν τοῖς ἐσχάτοις σχήμασιν
9. οὐδὲν μόριον ἔχειν οὐδεὶς δύναται κοιμώμενος· ἰσχυρᾶς
10. γὰρ σφόδρα καὶ συντόνου τῆς τῶν μυῶν ἐνεργείας εἰς
11. τὰ τοιαῦτα χρήζομεν. ὅσα δὲ ἐν τῷ μεταξὺ τῶν ἐσχάτων τε
12. καὶ τοῦ μέσου σχήματος, ἐν τούτοις τοὐπίπαν ὑπνοῦμεν.
13. ἐν ᾧ γὰρ ἂν τῶν τοιούτων καταστήσας τὸ κῶλον τοῖς
14. τονικῶς ἐνεργοῦσιν ἀμφ’ αὐτὸ μυσὶν ἐπιτρέψῃς τὴν φυλακὴν
15. τοῦ σχήματος, ᾧδε φυλάττουσιν, ὥστε καὶ
16. καθήμενοι πολλάκις ἐκοιμήθησάν τινες, καὶ περιπατοῦντες
17. ἔνιοι. καὶ τοῦτο ἐγὼ μὲν ἀκούων ἔμπροσθεν οὐκ ἐπίστευον·
18. ὡς δὲ, δεῆσάν ποτε δι’ ὅλης νυκτὸς ὁδοιπορῆσαι,
1. τῇ πείρᾳ τἀληθὲς ἔμαθον, ἠναγκάσθην πιστεύειν. σχεδὸν
2. γάρ τι στάδιον ὅλον διῆλθον κοιμώμενός τε καὶ ὄναρ θεωρῶν,
3. καὶ οὐ πρότερον ἐπηγέρθην, πρὶν προσπταῖσαι λίθῳ.
4. καὶ τοῦτ’ ἔστιν ἄρα τὸ μέχρι πλείονος οὐκ ἐπιτρέπον ὁδοιπορεῖν
5. τοῖς ὑπνώττουσι, τὸ μὴ δύνασθαι λείας ἀκριβῶς ἐπιτυχεῖν
6. τῆς ὁδοῦ. τοῦτο μὲν δὴ τοῖς πειραθεῖσι μόνοις πιστὸν,
7. τὰ δ’ ἄλλα πᾶσιν ἐναργῶς ὁσημέραι φαίνεται, τὰ
8. κατὰ τοὺς ἐν τῷ καθῆσθαι κοιμωμένους. καὶ αὐτῶν δὲ
9. τῶν κατακεκλιμένων ὀλίγοι παντελῶς τὸ μέσον ἀκριβῶς
10. σχῆμα καθ’ ἕκαστον τῶν μορίων ἔχουσιν. ὅσοι δ’ ἐν ταῖς
11. χερσί τι φυλάττουσιν, οὗτοι μὲν καὶ πάνυ τὴν τονικὴν
12. ἐνέργειαν ἐπιδείκνυνται· μένουσι γὰρ ἀκριβῶς αὐτῶν οἱ
13. δάκτυλοι κεκαμμένοι περὶ σμικρὸν πολλάκις σῶμα, χρυσίον,
14. ἢ λίθον, ἢ νόμισμά τι. τὸ δὲ τῆς κάτω γένυος ἆρ’ οὐ
15. καὶ αὐτὸ πρόδηλον; οὐ γὰρ ἀφίσταται τῆς ἄνω, πλὴν εἰ
16. μεθύων τις, ἢ πάνυ ῥᾴθυμος, ἢ κεκμηκὼς ἐσχάτως κοιμῷτο.
17. καὶ αὐτὸ δὲ τὸ ῥέγχειν διὰ τὰ τοιαῦτα φιλεῖ γίγνεσθαι,
18. χαλασθείσης μὲν τῆς κάτω γένυος, ὑπτίου δὲ κατακειμένου
1. τἀνθρώπου. καὶ γὰρ οὖν καὶ αὐτὸ τοῦτο τὸ ὕπτιον
2. κατακεῖσθαι σημεῖόν ἐστιν ἐκλύσεως. ταῦτ’ ἄρα καὶ Ἱπποκράτης
3. ἄμφω μέμφεται, τό θ’ ὕπτιον κατακεῖσθαι καὶ τὸ
4. χάσειν κοιμώμενον, τὰς δ’ ἐπὶ θάτερον τῶν πλευρῶν κατακλίσεις
5. ἐπαινεῖ. γνοίης δ’ ἂν μάλιστα, πόση τις ἐνέργεια
6. ταῖς τοιαύταις κατακλίσεσιν ὑπάρχει, νεκρὸν ἀνθρώπου
7. σῶμα κατακλίνας οὕτως· οὐδὲ γὰρ τὸν ἀκαρῆ μένει χρόνον,
8. ἀλλὰ καὶ ὕπτιον ἢ πρηνὲς αὐτίκα γενήσεται, καθ’ ὅ τι ἂν
9. τύχῃ τῷ βάρει ῥέψαν. οὐκοῦν καὶ τὸ ὕπτιον κατακεῖσθαι,
10. καὶ τὸ χάσκειν οὐκ ἄνευ τοῦ ῥέγχειν, ἢ ἐκλύσεως, ἢ μέθης,
11. ἢ ῥᾳθυμίας σημεῖα. διὰ τοῦτο πάλιν ὁ Ἱπποκράτης,
12. ἅπαντα τὰ μόρια κελεύων ἐν τοῖς ἀνωδύνοις σχήμασιν ἐξαρθρήσαντά
13. τε καὶ συντριβέντα χειρουργεῖν, Ἐπὶ τῆς κάτω
14. γένυος, φησὶν, ὅσον μετρίως χάσκοντος τοῦ ἀνθρώπου. οἷον
15. γὰρ ἐπὶ χειρὸς σχῆμα τὸ ἐγγώνιον, τοιοῦτον ἐπὶ τῆς κάτω
16. γένυος τὸ μετρίως χάσκειν· τοῦτο γὰρ τῶν ἐσχάτων τὸ μέσον.
17. ἔσχατα μὲν οὖν ἐστι τῆς κάτω γένυος σχήματα τό τε
18. μέγιστον χαινόντων γιγνόμενον καὶ τοὺς ὀδόντας ἐρειδόντων
1. ἀλλήλοις. ὧν τὸ μὲν ὑπὸ τῶν κατὰ τὸν ἀνθερεῶνα
2. καὶ τὸν τράχηλον μυῶν ἑλκόντων τὸ κάτω, θάτερον δ’ ὑπό
3. τε τῶν ἔνδον τῆς γένυος, τῶν ἐκ τῆς ὑπερῴας φυομένων,
4. καὶ τῶν κροταφιτῶν καλουμένων ἀποτελεῖται, εἰ μή τι
5. ἄρα καὶ οἱ μασσητῆρες καλούμενοι μύες οἱ κατὰ τὰ πλάγια
6. τῆς κάτω γνάθου συνεπιλαμβάνονται τοῦ ἔργου· τοῦτο
7. μὲν γὰρ ἑτέρωθι διαιρήσομεν. ἀλλὰ τό γε μετρίως χάσκειν
8. μέσον τῶν σχημάτων γίνεται, πάντων τῶν εἰργμένων ἀργούντων
9. μυῶν. ἀτὰρ οὖν καὶ τοῖς ἀποθνήσκουσιν αὐτομάτως
10. εἰς τοῦθ’ ἡ γένυς ἔρχεται κατὰ λόγον· ἅπαντες γὰρ αὐτοῖς
11. οἱ μύες τῆς ἐνεργείας στερίσκονται. δῆλον οὖν, ὡς ἐν τῷ
12. κοιμᾶσθαι μὴ κεχηνότας διασώζεται τῶν ἀνασπώντων τὴν
13. γένυν μυῶν ἡ ἐνέργεια. πολλοὶ δ’ ἀνατεταμένας ἢ κεκαμμένας
14. ἀκριβῶς τὰς χεῖρας ἔχοντες καὶ τὰ σκέλη
15. κοιμῶνται, σώζοντες κᾀν τούτοις τὴν τονικὴν ἐνέργειαν.
16. μακρολογῶ δ’ ἴσως, ἐνὸν ὑπομνῆσαι τὰ προχειρότατα.
17. τίς γὰρ ἀντιλέξει τὸ μὴ οὐχ ἡμέτερον ἔργον ὑπάρχειν
18. τὸ διὰ μυῶν φρουρεῖσθαι τὰς τῶν περιττωμάτων ἐκροάς;
1. ἐφεστήκασι γὰρ ἐπὶ τοῖς πέρασι τῶν κατ’ αὐτὰς ὀχετῶν
2. οἷον ἐπὶ πύλαις τισὶ φρουροὶ μύες εὔρωστοι, μηδὲν
3. ἐπιτρέποντες ἔξω φέρεσθαι, πρὶν κελεῦσαι τὸν λογισμόν.
4. ἀλλὰ καὶ τούτους ἐπὶ τῶν κοιμωμένων ὁρῶμεν τὸ σφέτερον
5. ἔργον ἀμέμπτως ἐκτελοῦντας· καὶ τὸ μεθεῖναί τι τῶν περιττωμάτων
6. ἀκουσίως ἢ παραλυθέντων γίνεται τῶν μυῶν
7. τούτων, ἢ τοῦ λογισμοῦ κακοπραγοῦντος, ὡς ἐν φρενίτισιν,
8. ἢ καὶ τοῦ λογισμοῦ καὶ τῶν μυῶν βαρυνομένων, ὡς ἐν
9. μέθαις· δεῖ γὰρ ἤτοι τὸν λογισμὸν μὴ προστατεῖν, ἢ τοὺς
10. μῦς ἐνεργεῖν μὴ δύνασθαι, ἢ ἀμφοτέρους ἅμα βεβλάφθαι.
11. προπετὴς οὖν ἀπόφασίς ἐστιν, ἠρεμεῖν τοῖς κοιμωμένοις τὴν
12. ψυχὴν, πλὴν εἰ τὴν ἠρεμίαν οὐ τὴν τελέαν ἡσυχίαν, ἀλλ’
13. οἷον παῦλάν τινα τῆς συντονίας λέγοιεν. εἰ γὰρ τοῦτο, καλῶς
14. τε λέγουσι, καὶ ὁμολογοῦμεν αὐτοῖς. οὐ γὰρ ἀναίσθητοι
15. παντάπασίν εἰσιν οἱ ὑπνώττοντες, ἀλλὰ δυσαίσθητοι.
16. ἢ διὰ τί καλεσάντων ὑπακούουσι, καὶ φωτὸς εἰσκομισθέντος
17. ἐξανίστανται, καὶ ἁψαμένων αἰσθάνονται; εἰ δέ μοι
18. τὸν μεθύοντα λέγεις, καὶ μηδ’. ὅπου γῆς ἐστιν εἰδότα,
1. καὶ τὸν ὑπὸ ῥᾳθυμίας Ἐπιμενίδου βαθύτερον κοιμώμενον,
2. οὗτοι καὶ πρὶν κοιμᾶσθαι πλησίον ἀναισθησίας ἦσαν, καὶ
3. μᾶλλον ἂν ἐπιτρέψαιο φυλακὴν οὑτινοσοῦν ἀνδρὶ δραστηρίῳ
4. κοιμωμένῳ, ἢ τοῖς τοιούτοις ἐγρηγορόσιν. ἀλλ’ ὅμως καὶ
5. οὗτοι διασώζουσι πολλὰς τῶν ψυχικῶν ἐνεργειῶν.

Cliquer un n° de page pour en afficher l’image