Galenus. De motu musculorum (De motu musc.) [n° 019 Fichtner] [GalLat]

Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).

De motu musculorum, 2.5, ed. Kühn, 1822, vol. 4, p. 440-444. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:2.5

6. Οὐκ οὖν πιστὸς ὁ λόγος ὁ τὰς τοῖς κοιμωμένοις
7. τε καὶ κεκαρωμένοις γινομένας ἐνεργείας φυσικὰς ἁπάσας
8. εἶναι λέγων· οὐ γὰρ ἀληθὲς ἐν τῷ καθόλου τὸ τοιοῦτο.
9. τί γὰρ, ὅτι μεταφέρουσι καὶ κινοῦσι παντοίως
10. τὰ κῶλα; τί δ’, ὅτι φθέγγονται κοιμώμενοι; μὴ καὶ ταῦτα
11. φύσεως ἔργα φήσουσιν; ἀλλ’ οὐ παρακολουθοῦμεν αὐτοῖς
12. τῇ διανοίᾳ γιγνομένοις, ἐρεῖ τις ἴσως. οὐδὲ γὰρ τῇ τῶν
13. βλεφάρων κινήσει διὰ παντὸς, οὐδ’, ὅταν δημηγορῇς, ἢ
14. ῥητορεύῃς, ἢ διαλέγῃ, προσέχεις τῇ διανοίᾳ ταῖς τῶν μορίων
15. ἁπάντων κινήσεσιν, οὐδ’, ὅταν Ἀθήναζε βαδίζῃς ἐκ Πειραιῶς,
16. πάσαις ταῖς ἐπὶ μέρος ἐνεργείαις τῶν σκελῶν. οἱ μέν
17. γε φροντισταὶ πολλάκις ἔλαθον αὑτοὺς τὴν ὁδὸν διανύσαντες
1. καὶ παρελθόντες τὸ χωρίον, ἐφ’ ὅ τὴν ἀρχὴν ὥρμησαν.
2. ἆρ’ οὖν τὸ βαδίζειν οὔτε ψυχῆς ἔργον οὔτε καθ’ ὁρμὴν
3. γίνεται; ὁμοίως γὰρ ἡμᾶς ἔοικεν ἥ τε νῦν διαλανθάνειν βάδισις,
4. ἥ τ’ ἐν τοῖς ὕπνοις, κίνησις μὲν τῶν κινουμένων μορίων,
5. ἐνέργεια δὲ τονικὴ τῶν μὴ κινουμένων. ὥσθ’, ἣν ἂν
6. αἰτίαν ἐπὶ τῶν ἐγρηγορότων εἴπῃς τοῦ μὴ παρακολουθεῖν
7. πολλάκις ταῖς κατὰ μέρος ἐνεργείας, ταύτην ἐπὶ τοὺς κοιμωμένους
8. τε καὶ κεκαρωμένους μεταφέρειν, καὶ μηκέτι θαυμάζειν,
9. πῶς πολλὰ τῶν καθ’ ὁρμὴν ἔργων καὶ τούτοις γίνεται.
10. τὸ δ’ ἀποροῦντα τῆς αἰτίας ἑτοίμως ἀποφαίνεσθαι,
11. μηδὲν τῶν τοιούτων ἔργων γίγνεσθαι καθ’ ὁρμὴν, ὅρα μὴ
12. προπετὲς ᾖ. εἰ μὲν οὖν μηδενὶ κριτηρίῳ σαφεστέρῳ τὰ τοιαῦτα
13. κρίνεσθαι δύναται, πότερα προαιρέσεως ἢ φύσεώς ἐστιν ἔργα,
14. τί ἄλλο ἢ τὸ μηδὲν δεῖν ὑπὲρ αὐτῶν ἀποφαίνεσθαι περαίνεται;
15. καὶ δίκαιον ἀπορητικοὺς γίνεσθαι μᾶλλον ἐπί γε τῶν.
16. τοιούτων, ἢ προπετῶς δογματίζειν. εἰ δ’ ἔχομεν ἐναργέστατον
17. κριτήριον τῶν καθ’ ὁρμὴν ἔργων, ὥσπερ οὖν ἔχομεν, ἀποφαινώμεθα
18. θαῤῥοῦντες, οὐ μόνον ἕκαστον τῶν εἰρημένων, ἀλλὰ καὶ
1. τὴν ἀναπνοὴν αὐτὴν γίνεσθαι καθ’ ὁρμὴν, ἄχρι γ’ ἂν ὑποπίπτειν
2. καὶ αὐτὴ φαίνηται τῷ κριτηρίῳ. τί τοίνυν
3. ἐστὶν, ᾧ κρίνομεν τὰ καθ’ ὁρμὴν ἔργα; πολλά σοι νομίζω
4. δώσειν, οὐχ ἓν κριτήριον, ἅπαντα ἀλλήλοις ὁμολογοῦντα.
5. καὶ γὰρ εἰ τὰ γινόμενα παῦσαι προελόμενος δύναιο, καὶ εἰ
6. μὴ γινόμενα ποιῆσαι, καθ’ ὁρμήν ἐστιν. εἰ τοίνυν πρὸς
7. τούτοις καὶ τοῦ θᾶττον ἢ βραδύτερον αὐτὰ γίνεσθαι,
8. καὶ τοῦ πυκνοτέρου ἢ ἀραιοτέρου ἐξουσίαν ἔχοις, ἆρ’
9. οὐ παντοίως φανερὸν δουλεῦσαι τοὖργον τῇ προαιρέσει;
10. ἀρτηρίας μὲν οὖν κίνησιν καὶ καρδίας οὔτε παύειν, οὔτ’
11. ἐπεγείρειν, οὔτε πυκνοτέραν, οὔτ’ ἀραιοτέραν, οὔτε θάττονα
12. ποιῆσαι ἡ προαίρεσις δύναται. διὰ τοῦτο οὐδὲ ψυχῆς ἔργα
13. τά γε τοιαῦτα εἶναί φασιν, ἀλλὰ φύσεως ὑπάρχειν. τὴν δὲ
14. τῶν σκελῶν κίνησιν εἰς πάντα ταῦτα ὁ λογισμὸς ῥυθμίζει.
15. καὶ γὰρ καὶ καταπαύειν γιγνομένην, καὶ πάλιν ἐπεγείρειν
16. ἠρεμοῦσαν, καὶ θάττονα, καὶ βραδυτέραν, καὶ ἀραιοτέραν,
17. καὶ πυκνοτέραν ἐργάζεσθαι δύναται. τὰ δ’ αὐτὰ ταῦτα
18. καὶ περὶ τὴν τῆς ἀναπνοῆς γίνεται κίνησιν, ἐνέργειαν μὲν
1. οὖσαν τῶν φρενῶν καὶ τῶν τοῦ θώρακος μυῶν, ὡς ἐν τοῖς
2. περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἀποδείκνυται, ψυχῆς δὲ ἔργον,
3. οὐ φύσεως, ὑπάρχουσαν, εἴπερ τὸ κινεῖν τοὺς μῦς ψυχῆς
4. ἔργον ἐστίν. οὐ δίκαιον δ’, ἐν οἷς ἀποροῦμεν αἰτίας,
5. ἀφίστασθαι τῶν ἐναργῶς γιγνωσκομένων. ἐναργῶς μὲν οὖν
6. γιγνώσκεται τὰ κριτήρια τῶν κατὰ προαίρεσιν ἐνεργειῶν·
7. ἀποροῦμεν δὲ αἰτίας, ἐν οἷς οὐ παρακολουθοῦμεν τοῖς κατὰ
8. μέρος ἔργοις. ὁ μὲν οὖν τοῖς ἐναργέσιν ἀπιστῶν ἀναίσθητος,
9. ὁ δ’ ὑπὲρ τῶν ἀπόρων ἑτοίμως ἀποφαινόμενος προπετὴς,
10. ὁ δὲ διὰ τὴν ἐν τούτοις ἀσάφειαν ὑποπτεύων. καὶ
11. τὰ σαφῆ τῶν τῆς ἀπορίας ἐραστῶν ἐστιν, ὁ δ’ οὐ μόνον
12. ὑποπτεύων, ἀλλὰ καὶ ἀνατρέπειν ἀξιῶν τὰ σαφῆ διὰ τὸ
13. τῶν ἀπόρων ἀσαφὲς ἀβέλτερος ἐσχάτως. μὴ τοίνυν ἡμεῖς
14. ἑκόντες μήτ’ ἀναίσθηται γιγνώμεθα, μήτ’ ἀπορίας ζηλωταὶ,
15. μήτ’ ἀβέλτεροι, μήτ’ ἄλλο μηδὲν τῶν τοιούτων, ἀλλ’,
16. ὅπερ ὀρθῶς τε ἔχει καὶ μετρίοις ἀνθρώποις προσήκει, τὸ
17. μὲν ἐναργὲς ἑτοίμως λαμβάνωμεν, τὸ δ’ ἄπορον κατὰ
1. σχολὴν ζητῶμεν. ἐναργὲς μὲν οὖν τὸ τῆς ἀναπνοῆς δεσπόζειν
2. τὴν προαίρεσιν, ἄπορον δὲ τὸ, διὰ τίνα αἰτίαν οὐ
3. παρακολουθοῦμεν τῇ διανοίᾳ πολλαῖς τῶν καθ’ ὁρμὴν ἐνεργειῶν.
4. θέντες οὖν ἤδη τὸ ἐναργὲς, ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν
5. μεταβῶμεν, μηκέτ’ ἐν αὐτῇ πάντως διατεινόμενοι,
6. μηδὲ τὴν ἀλήθειαν φάσκοντες εὑρηκέναι πω, κᾂν ὅτι μάλιστα
7. τῶν ἔμπροσθεν εἰρημένων ᾖ πιθανωτέρα. καίτοι οὐδὲ
8. εἴρηκέ τις, ὡς ἐγὼ νομίζω, τὴν αἰτίαν, ἀλλὰ τὴν ζήτησιν
9. μόνον τῆς ἀπορίας γράφοντες, ἣν ἐγὼ νῦν δὴ πέπαυμαι λέγων,
10. αἰτίαν ᾠήθησαν εὑρηκέναι. χρὴ μὲν οὖν ἀποδέχεσθαι
11. κᾀκείνους, εἴθ’ εὗρον, εἴθ’ εὑρεῖν ἔσπευσαν, χρὴ δὲ μηδ’
12. αὐτοὺς ὀκνεῖν ἐξευρίσκειν τὰ λείποντα.

Cliquer un n° de page pour en afficher l’image