13. Τοῦ δὲ εὑρεῖν αὐτὰ τήνδε τὴν ἀρχὴν ποιησόμεθα,
14. τὸ πολλοὺς ἀνθρώπους ἐνίοτε πράξεις τινὰς πράξαντας
15. ὀλίγον ὕστερον ἐπιλελῆσθαι τελέως αὐτῶν, οἷον
16. ὅσοι διὰ φόβον ἢ μέθην ἤ τι τοιοῦτον ἕτερον οὐδὲν ὧν
17. ἐν ἐκείναις ταῖς καταστάσεσιν ὄντες ἔπραξαν ἔτι γινώσκουσιν.
1. αἴτιον δέ μοι δοκεῖν ἐστι τὸ μὴ προσεκτικῶς παντὶ τῷ νῷ
2. περὶ τὰς πράξεις αὐτοὺς ἐσχηκέναι. τὸ γάρ τοι φαντασιούμενον
3. τῆς ψυχῆς, ὅ τί ποτ’ ἂν ᾖ, ταὐτὸ τοῦτο καὶ
4. μνημονεύειν ἔοικεν. ἂν μὲν οὖν ἐναργεῖς τοὺς τόπους τῶν
5. πραγμάτων ἐν ταῖς φαντασίαις λάβῃ, διασώζει μέχρι παντὸς,
6. καὶ τοῦτο μὲν τὸ μνημονεύειν ἐστίν· ἂν δ’ ἀμυδρῶς καὶ
7. παντάπασιν ἐπιπολῆς, οὐ διασώζει, καὶ τοῦτ’ ἔστι τὸ ἐπιλελῆσθαι.
8. καὶ διὰ τοῦτ’ ἐν θυμοῖς, καὶ φροντίσι, καὶ μέθαις,
9. καὶ φρενίτισι, καὶ φόβοις, καὶ ὅλως τοῖς ἰσχυροῖς τῆς ψυχῆς
10. παθήμασιν οὐδενὸς ὧν ἂν πράξωσιν εἰς ὕστερον ἔτι μέμνηνται.
11. τί δή ποτε οὖν θαυμαστὸν, κᾀν τοῖς ὕπνοις, ἀμυδρῶς
12. ἐνεργούσης τῆς ψυχῆς, ἀμυδρὰς καὶ τὰς φαντασίας γίνεσθαι,
13. καὶ διὰ τοῦτ’ οὐδὲ μονίμους; τί δὲ θαυμαστὸν, εἰ καὶ
14. κατὰ τὰς ἐγρηγόρσεις, ἢ φροντίζοντός τι τοῦ λογισμοῦ, καὶ
15. παντὸς ὀλίγου δεῖν περὶ τὸ φρόντισμα τεταμένου, παντελῶς
16. μικρά τις αὐτοῦ μοῖρα περὶ τὴν βάδισιν ἔχουσα τὸν τῆς
17. πράξεως τύπον ἀμυδρῶς ἀπομάττεται, καὶ διὰ τοῦτ’ ἐπιλαθομένη
18. παραχρῆμα, μηδ’ εἰ καθ’ ὁρμὴν ἐπράχθη τοὖργον
1. ἔτι μέμνηται; ὡς γὰρ, εἰ μηδ’ ὅλως ἐμνημονεύομεν, οὐκ ἂν
2. οἷοί τ’ ἦμεν ὑπὲρ οὐδενὸς διασκέψασθαι τῶν γεγονότων,
3. οὕτως ἐν οἷς μὴ μνημονεύομεν οὐκ ἴσμεν, ὁποῖά ποτ’ ἦν.
4. φυλάττεσθαι γὰρ αὐτὰ τῇ μνήμῃ χρὴ πρότερον, ἵν’, ὁποῖ’
5. ἄττα τὴν φύσιν ἐστὶν, ἑξῆς ἐπισκεπτώμεθα. θαυμαστὸν
6. οὖν οὐδὲν ἐμοὶ γοῦν φαίνεται τὸ τῆς ὁρμῆς ἐνεργούσης περὶ
7. τὴν ἀναπνοὴν ἐν τοῖς ὕπνοις, ἐπειδὰν ἐξαναστῶμεν, οὐκ ἔχειν
8. ἡμᾶς εἰπεῖν, εἰ κατὰ προαίρεσιν ἀναπνέομεν, ἀλλ’ ὅμοιον τῷ καὶ
9. τοὺς πόδας καὶ τὰς χεῖρας ἐν τοῖς ὕπνοις κινήσαντι καὶ
10. φθεγξαμένῳ τι, κᾄπειτα ἐπιλελησμένῳ, ἄνευ προαιρέσεως λέγειν
11. γίνεσθαι τήν τε τῶν κώλων κίνησιν καὶ τὴν φωνήν. καὶ
12. γὰρ δὴ καὶ οἱ παραπαίοντες λαλοῦσί τε καὶ βαδίζουσι, καὶ
13. πάσας τὰς καθ’ ὁρμὴν κινοῦνται κινήσεις· ἀλλ’ οὐδ’ οὗτοι
14. παυσάμενοι τῆς παρανοίας ὧν ἔπραξαν ἔτι μέμνηνται.
15. τρισκαίδεκα γοῦν ἡμέραις οἶδά τινα παραπαίσαντα τόνδε τὸν
16. τρόπον. ᾤετο μὲν Ἀθήνῃσιν, οὐκ ἐν Ῥώμῃ, κατακεῖσθαι.
17. συνεχῶς δὲ τὸν συνήθη παῖδα καλῶν, ἐκέλευέν οἱ τὰ πρὸς
1. τὸ γυμνάσιον ἐπιτήδεια κομίζειν, καὶ μικρὸν διαλιπὼν, Ὦ
2. οὗτος, ἔφη, πρὸς τὸν Πτολεμαῖον λέγω· βούλομαι γὰρ ἐν
3. αὐτῷ διὰ μακροῦ λούσασθαι. καί που καὶ ἀνεπήδα μεταξὺ,
4. καὶ ἀμφιεσάμενος ἂν εὐθὺς τῆς αὐλείου θύρας ἵετο. καὶ
5. κατεχόντων δὲ τῶν ἔνδον καὶ κωλυόντων ἐξιέναι, Διὰ τί
6. κωλύετε, πρὸς αὐτῶν ἀνεπυνθάνετο. οἱ δὲ (οὐδὲ γὰρ ἦν
7. ἕτερον λέγειν, ἢ αὐτὰ τἀληθῆ) πεπυρέχθαι τε ἂν ἔφασαν
8. αὐτὸν, καὶ πυρέττειν ἔτι. ὁ δὲ καὶ πρὸς ταῦτα πάνυ
9. κοσμίως ἀπεκρίνατο. γινώσκειν γὰρ καὶ αὐτὸς ἔλεγεν, ὡς
10. ἔτι λείψανον αὐτῷ πυρετοῦ, παντελῶς δ’ εἶναι μικρὸν τοῦτο,
11. καὶ μηδὲν ὕποπτον βαλανείῳ βλαβῆναι· γεγονέναι γὰρ ὅλον
12. αὐτῷ τὸν παρόντα πυρετὸν ἐξ ὁδοιπορίας. Ἢ οὐ μνημονεύεις,
13. ἐπιστραφεὶς ἔλεγε πρὸς τὸν παῖδα, ὡς συντόνως
14. ὡδοιπορήσαμεν χθὲς ἀπὸ Μεγάρων Ἀθήναζε; τοιαῦτα λέγων
15. καὶ τοιαῦτα ποιῶν, αἱμοῤῥαγίας διὰ ῥινῶν ἀθρόας
16. αὐτῷ γενομένης, καὶ μετ’ αὐτὴν ἱδρῶτος, ὑγίαινε μὲν αὐτίκα
17. μάλα, τῶν δ’ ἔμπροσθεν οὐδενὸς ἔτ’ ἐμέμνητο.
18. πότερον οὖν (τοῦτο γάρ ἐστιν, ὃ ἐξ ἀρχῆς προὐθέμεθα
1. δεῖξαι) τὸ διαναστῆναι, καὶ περιφθέγξασθαι, καὶ ἀποπατῆσαι,
2. καὶ οὐρῆσαι, (ταῦτα γὰρ ἅπαντα ἐν πάσαις ἔπραττεν
3. ἐκείναις ταῖς ἡμέραις ὁ ἄνθρωπος,) οὐκ ἔστι τῶν κατὰ
4. προαίρεσιν ἔργων, ἢ τοῦτο μὲν ἄτοπον, (εἰ γὰρ μὴ ταῦτα
5. κατὰ προαίρεσιν, οὐδ’ ἄλλο οὐδὲν,) οὐκ ἐμέμνητο δ’ αὐτῶν,
6. ὥσπερ οὐδὲ τῶν ἐν ταῖς μέθαις πραχθέντων οἱ νήψαντες
7. ἔτι μέμνηνται; τί δὴ θαυμαστὸν οὕτως ἔχειν καὶ ἐπὶ
8. τῆς ἀναπνοῆς, γίνεσθαι μὲν αὐτὴν κατὰ προαίρεσιν, ἀλλὰ
9. ποτὲ μὲν προσεχόντων τὸν νοῦν ἐπιμελέστερον, ποτὲ δὲ ἀργότερόν
10. τε καὶ ῥᾳθυμότερον, διὰ τοῦτο μεμνῆσθαι μὲν
11. ἡμᾶς τῶν μετὰ τοῦ προσέχειν τὸν νοῦν γιγνομένων ἐνεργειῶν,
12. ἐπιλανθάνεσθαι δὲ τῶν ἑτέρως; ἐπεὶ δ’, οὗ περ ἂν ἐπιλαθώμεθα
13. τελέως, τοῦτ’ οὐδὲ πεπράχθαι ποτὲ νομίζομεν,
14. ἀκόλουθόν ἐστι, μηδ’ εἰ μετὰ προαιρέσεως πραχθῇ μνημονεύειν.
15. ὅτι δ’ ὅλον ὑπὸ ψυχῆς γίγνεται καθ’ ὁρμὴν τὸ τῆς
16. ἀναπνοῆς ἔργον, ἔδειξεν οἰκέτης βάρβαρος, ὃς, ἐπειδὴ
17. θυμωθεὶς εἵλετο τεθνάναι, καταβαλὼν ἑαυτὸν ἐπὶ γῆς
1. καὶ τὴν ἀναπνοὴν ἐπισχὼν, μέχρι πολλοῦ μὲν ἀκίνητος ἦν,
2. ὕστερον δὲ βραχὺ κυλινδηθεὶς, οὕτως ἀπέθανεν. εἰ
3. δὲ καὶ μὴ δυνατὸν ἦν μέχρι παντὸς ἐπισχεῖν τὴν ἀναπνοὴν,
4. οὐκ ἂν οὐδὲ διὰ τοῦτό τις ἀπέγνω τοῦ μὴ κατὰ προαίρεσιν
5. αὐτὴν γίγνεσθαι. φαίνεται γὰρ τῶν καθ’ ὁρμὴν ἔργων
6. τὰ μὲν ἐλεύθερα πάντα, τὰ δὲ τοῖς τοῦ σώματος παθήμασι
7. δουλεύοντα. τὰ μὲν οὖν πρότερα διὰ παντὸς ἀκωλύτως
8. ὑφ’ ἡμῶν γίγνεται, τὰ δεύτερα δ’ οὐ διὰ παντὸς, ἀλλ’ ἐν
9. χρόνῳ τινὶ καὶ μετὰ μέτρου. τὸ μὲν γὰρ βαδίσαι πρός
10. τινα καὶ διαλεχθῆναι καὶ λαβεῖν τι καὶ δέξασθαι τελέως
11. ἐλεύθερα· τὸ δ’ ἀποπατῆσαι καὶ οὐρῆσαι τῶν τοῦ
12. σώματος παθημάτων ἐστὶν ἰάματα. καὶ τοίνυν ἐσιώπησαν
13. μέν τινες ἐνιαυτὸν ὅλον, ἢ πλέονα χρόνον, οὕτω προελόμενοι·
14. ἀποπάτημα δ’ ἢ οὖρον ἐπισχεῖν οὐχ ὅπως ἔτεσιν,
15. ἀλλ’ οὐδὲ μησὶν, οὐδ’ ἡμέραις ὀλίγαις οὐδεὶς δύναται.
16. οὕτω γὰρ ἐπείγει καὶ ἀνιᾷ πολλάκις, ἢ τῷ πλήθει βαρύνοντα,
17. ἢ τῇ δριμύτητι δάκνοντα, ὥστ’ οὐδ’ εἰς τὸν
1. εἰθισμένον τόπον ἐξαρκέσαι τινὲς ἀπελθεῖν ἠδυνήθησαν.
2. ὅμοιον δὲ τούτοις ἐστὶ καὶ τὸ τῆς ἀναπνοῆς, καὶ πολύ
3. μᾶλλον ἐπεῖγον, καὶ συντομωτέραν ἔχον τὴν χρείαν. καὶ γὰρ
4. ἀποθανεῖν κίνδυνος μὴ ἀναπνεύσαντα, καὶ ἀνιαρὸν ἐσχάτως
5. τὸ ἀποπνίγεσθαι. θαυμαστὸν οὐδὲν οὖν, εἰ τελέως αὐτὴν
6. ἐπισχεῖν χαλεπόν. οὔτε γὰρ ἀποθνήσκειν ἕτοιμοι πάντες,
7. οὐδ’ ἂν μυρίοις συνέχωνται κακοῖς, οὔτ’, ἂν ἐπὶ τοῦθ’
8. ὁρμήσωσιν, ἀνιαρῶς ἐξιέναι βούλονται. μὴ τοίνυν τις ἐκ
9. τοῦ σιωπᾷν μὲν ἡμᾶς προελομένους ἕως παντὸς δύνασθαι,
10. τὴν δ’ ἀναπνοὴν ἀδυνατεῖν ἐπισχεῖν, προαιρέσεως μὲν ἔργον
11. εἶναι τὴν φωνὴν, ἀπροαίρετον δὲ καὶ φυσικὸν τὴν ἀναπνοὴν
12. νομιζέτω. τοῦτο μὲν δή μοι δοκῶ σαφῶς ἀποδεδεῖχθαι.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 2.6, ed. Kühn, 1822, vol. 4, p. 444-450. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:2.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩