13. Τὸ δὲ λεῖπον τῷ παντὶ λόγῳ περὶ τῶν μέσων
14. σχημάτων ἑξῆς προσθεῖναι δίκαιον. ὡς γὰρ ἐπὶ τῶν
15. χειρῶν τὸ καλούμενον ἐγγώνιον, μέσον ἀκριβῶς ἄκρας ἐκτάσεως
16. καὶ καμπῆς ὂν, ἀνωδυνώτατόν ἐστιν, οὕτω δόξειεν
17. ἂν ἔχειν κᾀπὶ τῶν σκελῶν, οὐ μὴν ἔχει γ’ οὕτως, ἀλλ’ ἐν
1. τῷ μεταξὺ τοῦ μέσου σχήματος καὶ τῆς ἄκρας ἐκτάσεως
2. τὸ ἐν τούτοις ἀνώδυνον. αἴτιον δὲ τὸ ἔθος, τὰ πολλὰ γὰρ
3. ἐκτεταμένοις τοῖς σκέλεσι χρώμεθα. καὶ γὰρ τούτου χάριν
4. ἐγένετο, τοῦ πᾶν ὀχεῖσθαι τὸ σῶμα πρὸς αὐτῶν ἑστώτων τε
5. ἡμῶν καὶ βαδιζόντων. καὶ πρὶν δ’ ἐνεργεῖν δι’ αὐτῶν, ἐν
6. τοῖς σπαργάνοις ἐκτεταμένα διεπλάσθη. ταῦτ’ ἄρα κᾀν τοῖς
7. ὕπνοις καὶ ἄλλως κατακειμένοις ἐκτέταται μᾶλλον, ἢ κέκαμπται.
8. ἀλλὰ καὶ πονοῦμεν πολὺ μᾶλλον ἐν ταῖς
9. ἐσχάταις κάμψεσιν, ἢ ταῖς ἐκτάσεσιν. οἱ πολλοὶ δὲ οὐδὲ
10. ἄγειν ὅλως εἰς ἐσχάτην καμπὴν δυνάμεθα τὸ σκέλος, μὴ ταῖς
11. χερσὶ συνεργήσαντες, ἀλλ’ οἷον χωλὸν εἰς ταύτην τὴν ἐνέργειαν
12. ἔχομεν ὑπὸ ἀηθείας, καὶ μόνοις γε ῥᾳδίως κάμπτεται
13. τοῖς ὀρχηστικοῖς ἢ παλαιστικοῖς, οἷς περ καὶ μόνοις εἴθισται
14. τελέως κάμπτεσθαι. τοσοῦτον οὖν τοῦ μέσου σχήματος ἐπὶ
15. τὴν ἔκτασιν προέβη τὸ τελέως ἀνώδυνον, ὅσον ὑπὸ τοῦ πολυχρονίου
16. τῶν κώλων ἔθους ἠναγκάσθη. ταῦτ’ οὖν τὰ δύο
17. σκοπῶν ἐφ’ ἁπάντων τῶν ἄρθρων, τήν τε φύσιν καὶ τὸ
1. ἔθος, ἐξευρήσεις οὕτως τὸ μέσον τε καὶ ἀνώδυνον. ἔοικε δ’
2. ἐς ταὐτὸ συμβαίνειν πανταχῆ τὸ μὲν ἔθος τῇ φύσει, καὶ
3. καλῶς εἴρηται φύσις ἐπίκτητος, τὸ δ’ ἀνώδυνον σχῆμα τῷ
4. μέσῳ. καὶ γὰρ ἐπὶ τῶν σκελῶν ταὐτὸν τὸ ἀνώδυνον καὶ
5. μέσον, ἄν γε τὸ μέσον τῶν ὑπαρχουσῶν τοῖς κώλοις κινήσεων,
6. καὶ μὴ τελέας ἐκτάσεως καὶ καμπῆς μέσον ποιήσῃς.
7. εὑρήσεις γὰρ, ὅσον ἀπολειπόμεθα τοῦ κάμπτειν ἐσχάτως,
8. τοσοῦτον ἀποχωροῦν τὸ ἀνώδυνον σχῆμα πρὸς τὴν ἔκτασιν.
9. ἐν τῷ καθόλου τοίνυν ἐφ’ ἁπάντων τῶν ἄρθρων τὰς ἐσχάτας
10. κινήσεις ἐπισκεψάμενος ἐξευρήσεις τὸ μέσον τε καὶ ἀνώδυνον
11. σχῆμα. ὡς γὰρ ἐπὶ τοῦ κατ’ ὀλέκρανον ἄρθρου τὸ καλούμενον
12. ἀγκώνιον, ἐπὶ δὲ τοῦ κατὰ γόνυ τὸ πλησιαίτερον
13. τῆς ἐκτάσεως, οὕτως ἐπὶ τῆς ῥάχεως τὸ πλησιαίτερον τῆς
14. καμπῆς, ἐπὶ δὲ τοῦ κατὰ καρπὸν ἄρθρου τὸ ἀκριβῶς εὐθύ.
15. τὴν μὲν γὰρ ῥάχιν ἐπιπλέον κυρτὴν ἢ καμπύλην δυνάμεθα
16. ποιεῖν, τὸ κάρη δ’ ἀνακάμπτομεν καὶ κάμπτομεν ἴσως πρὸς
17. ἑκάτερον μέρος τοῦ εὐθέος. κατὰ λόγον οὖν τοῦτο μὲν τὸ
1. ἀκριβῶς εὐθὺ, μέσον ἀκριβῶς ὑπάρχον τῶν ἐσχάτων κινήσεων,
2. ἀνωδυνώτατόν ἐστι. τῇ ῥάχει δ’ οὐκέτι τὸ εὐθὺ μέσον,
3. ἀλλὰ τὸ κυρτὸν ἐπ’ ὀλίγον· ἐπλεονέκτει γὰρ ἡ εἰς
4. τοῦτο κίνησις. ὅθεν ὀρθοὶ μᾶλλον πονοῦμεν τοῖς κατὰ ῥάχιν
5. μορίοις, ἢ καθεζόμενοί τε καὶ κατακείμενοι· δεῖται γὰρ
6. ἑστώτων μὲν τετάσθαι, κατακειμένων δὲ καὶ καθεζομένων
7. οὐδὲν κωλύει κεκυρτῶσθαι. ταῦτ’ ἐφ’ ἁπάντων τῶν ἄρθρων
8. διασκεψάμενος εὑρήσεις ὁμολογοῦντα πάντα τὸν λόγον ἑαυτῷ.
9. καὶ γὰρ, ὅσοι μύες χωρὶς ἄρθρων εἰσὶν, κᾀν τούτοις ἡ μέση
10. κατάστασις ἀνώδυνος, ὥσπερ ἐφ’ ἕδρας ἔχει καὶ κύστεως
11. καὶ γλώττης. τό τε γὰρ εἰς ἔσχατον σφίγγειν τὴν ἕδραν
12. καὶ τὸ διοίγειν ἐπὶ μέγιστον ὀδυνηρὰ, τό τ’ ἐκτείνειν ἐπὶ
13. μήκιστον τὴν γλῶτταν ἢ κάμπτειν ἢ ὁπωσοῦν ἄλλως ἀμέτρως
14. περιάγειν. ῥᾷστον οὖν καὶ τούτοις ἐξευρίσκειν τὸ μέσον
15. ὑπερβολῶν, ὅπερ καὶ ἀνώδυνόν ἐστι. καὶ πάντες ἄνθρωποι,
16. παρ’ ὃν ἀναπαύονται χρόνον τῶν κατὰ τὸν βίον
17. ἐνεργειῶν, τὸ μέσον τε καὶ ἀνώδυνον ἐν ἅπασι τοῖς μορίοις
1. ἴσχουσι σχῆμα, οὕτως ὑπὸ τῆς δικαίας φύσεως ἀναγκαζόμενοι,
2. φησὶν Ἱπποκράτης. ἐν μὲν δὴ τῇ γλώττῃ κατὰ συζυγίαν
3. ἅπαντες οἱ μύες πεφύκασιν ἄνωθέν τε καὶ κάτωθεν,
4. κᾀκ τῶν δεξιῶν, κᾀκ τῶν ἀριστερῶν, ὥστ’ οὐδὲν θαυμαστὸν
5. εἰς τὰς ἐναντίας ἀπάγεσθαι τὸ μόριον κινήσεις ὑπὸ τῶν ἀντιτεταγμένων.
6. ἐπὶ δὲ τοῦ κατὰ τὴν ἕδραν μυὸς, καὶ τοῦ
7. κατὰ τὴν κύστιν, καὶ τοῦ κατὰ τὰς φρένας, (εἷς γάρ ἐστι
8. καθ’ ἕκαστον τούτων κυκλοτερὴς, οὐδενὸς ἀντιτεταγμένου
9. μυὸς,) ὅθεν εἰς τὰς ἐναντίας ἄγεται τὰ μόρια κινήσεις,
10. οὐκέθ’ ὁμοίως εὔπορον, οὐδὲ ἐκ τοῦ προχείρου δῆλον, ἀλλ’
11. ᾧδε σκόπει.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 2.7, ed. Kühn, 1822, vol. 4, p. 450-454. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:2.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩