12. Τοῦ μὲν κατὰ τὴν κύστιν τε καὶ τὴν
13. ἕδραν μυὸς ἔργον ἐστὶν, οὐ τὸ ἀποκρίνειν τὰ περιττώματα
14. τῆς τροφῆς, ἀλλὰ τὸ κατέχειν. ἐσφάλησαν δ’ εὐθὺς ἐν
15. αὐτῷ τούτῳ πολλοὶ, νομίζοντες ἐκκρίσεως ἕνεκα περιττωμάτων
16. τοὺς μῦς τούτους γεγονέναι, μηδ’ ὅτι παραλυθέντων
17. αὐτῶν ἐκκρίνεται μὲν, ἀλλ’ ἀκουσίως, νοῆσαι δυνηθέντες.
18. ἀτὰρ καὶ διὰ μοχθηρὰν χειρουργίαν, ἐκτμηθέντος πολλάκις
1. ἀμέτρως τοῦ κατὰ τὴν ἕδραν μυὸς, ἀκουσίως ἐκρεῖ ταύτῃ
2. κόπρος, ὡς ἂν, οἶμαι, τῶν ἐκρεῖν κωλυόντων ὀργάνων μὴ μενόντων.
3. οὐκοῦν ἁπλῶς οὐδὲ πρῶτον ἐκκρίσεως ὄργανον ὁ μῦς
4. οὗτος, ἀλλ’ ἵνα μὴ τοῦθ’, ὅπερ, ὅταν ἐκτμηθῇ τε καὶ παραλυθῇ,
5. γίνεται, διὰ παντὸς συμβαίνῃ τῷ ζώῳ, φύλακα τῆς
6. ἀκαίρου τῶν περιττωμάτων ἐξόδου τὸν μῦν τοῦτον ἡ φύσις
7. ἐπέστησεν, ὥστ’ οὐχ ὅπως οὐκ ἐνεργεῖ τι πρὸς τὴν ἔκκρισιν
8. αὐτὸς, ἀλλ’ οὐδ’ ἐπιτρέπει τοῖς ἐνεργοῦσι. τίνα τοίνυν ἐστὶ
9. τὰ τῆς ἐνεργείας ταύτης ὄργανα; πλείω μὲν κατὰ μέρος,
10. διττὰ δὲ τῷ γένει. τὰ μὲν γὰρ αὐτῶν ψυχῆς, τὰ δὲ φύσεώς
11. ἐστι. καὶ τοίνυν ἐνεργεῖ τὰ μὲν τῆς ψυχῆς ὄργανα καθ’
12. ὁρμὴν ἀεὶ, τὰ δὲ τῆς φύσεως χωρὶς ὁρμῆς. αἱ μὲν δὴ φρένες
13. καὶ οἱ κατ’ ἐπιγάστριον ἅπαντες μύες τὰ τῆς ψυχῆς
14. ὄργανα· τῶν δ’ ἐντέρων ἁπάντων ἡ σύνταξις ἅμα τῇ γαστρὶ
15. τὰ τῆς φύσεως. ἀλλὰ περὶ μὲν τῆς τούτων ἐνεργείας ἐν
16. ἑτέροις εἴρηται· περὶ δὲ τῶν μυῶν νῦν ἐροῦμεν, ἐπειδὴ τῆς
17. τούτων κινήσεως ὁ παρὼν λόγος ἐξήγησίς ἐστιν. οἱ κατὰ τὸ
1. ἐπιγάστριον μύες ἅπαντες, ὅταν ἐνεργοῦντες τείνωνται, θλίβουσιν
2. εἴσω τὰ τῆς φύσεως ὄργανα. τὰ δὲ, ἢν μὲν εἴκωσιν
3. αἱ φρένες, εἰς τὸν ἐκείνων ἀναχωροῦντα τόπον ἐκλύει τὴν
4. βίαν τῶν μυῶν· ἢν δ’ ἀνθιστῶνται, καθάπερ ὑπὸ δυεῖν
5. πιεζόμενα χειρῶν, ἔξωθεν μὲν ὑπὸ τῶν μυῶν, ἔσωθεν
6. δὲ τῶν φρενῶν, ἐκθλίβοιτ’ ἂν τὰ ἐν ταῖς κοιλότησιν αὐτῶν
7. περιεχόμενα. προστιμωρεῖ δὲ εἰς τοῦτο μεγάλως ἡ λοξότης
8. τῶν φρενῶν, τὸ μὲν ἕτερον τῶν περάτων πρὸς τῷ κατὰ τὸ
9. στέρνον χόνδρῳ πρόσω κείμενον ἐχουσῶν, τὸ δ’ ἕτερον ὀπίσω
10. κατὰ τὴν ῥάχιν τῆς ὀσφύος. τὸ μὲν ἐκθλίβεσθαι τὰ τῶν
11. ἐντέρων περιττώματα ὑπὸ τῶν ἑκατέρωθεν ἐνεργούντων γίνεται
12. μυῶν, ἔξωθεν μὲν τῶν κατ’ ἐπιγάστριον, ἔσωθεν δὲ τῶν
13. φρενῶν· τοῦ δ’ ὑπιέναι κάτω τὸ θλιβόμενον ἡ λοξότης
14. αἰτία τοῦ διαφράγματος. ἀργεῖ δὲ ὁ κατὰ τὴν ἕδραν μῦς
15. τηνικαῦτα. πλεόνων δὲ ὄντων κατὰ τὴν γαστέρα μυῶν, καὶ
16. πάντων τεινομένων ἐν ταῖς ἀποπατήσεσι, μᾶλλον μὲν οἱ πρὸς
17. τοῖς ὑποχονδρίοις, ἧττον δὲ οἱ κάτω τείνονται, ἔμπαλιν ἢ
18. ἐν ταῖς οὐρήσεσιν ἔχει· μᾶλλον γὰρ ἐπ’ ἐκείνων οἱ κάτω,
1. ἧττον δὲ οἱ ὑπὸ τοῖς ὑποχονδρίοις ἐνεργοῦσι. συνεκτείνονται
2. δὲ ἀμφοτέροις οἱ κατὰ τὰς ἀναπνοὰς μύες, οὐκ οὐρήσεως ἢ
3. ἀποπατήσεως ὄργανα· τοῦτο μὲν γὰρ ἐσχάτως ἄλογον· ἀλλ’
4. ἐπειδὴ τῶν φρενῶν τὴν τάσιν ἴσην ἐχρῆν εἶναι τῇ τάσει τῶν
5. κατὰ τὴν γαστέρα μυῶν, ἦν δ’ ἀδύνατον ἕνα μῦν οὔσας αὐτὰς
6. πολλοῖς καὶ μεγάλοις ἁμιλλᾶσθαι, καὶ κίνδυνος ἐν τούτοις
7. νικηθείσας εἰς τὴν εὐρυχωρίαν ἀνατραπῆναι τοῦ θώρακος,
8. διὰ τοῦτο οἱ κατὰ τὰς πλευρὰς συντείνονται
9. μύες, σφίγγοντες πανταχόθεν αὐτόν. χαλαρὸς γὰρ ὁ θώραξ
10. ἑτοίμως εἴκει ταῖς φρεσὶν ὠθουμέναις, ὡς ἔνεστι γνῶναι
11. τείνοντας μὲν τοὺς κατὰ τὴν γαστέρα μῦς, καὶ μάλιστ’ αὐτῶν
12. τοὺς κάτωθεν, ἐκλύσαντας δὲ τοῦ τόνου τοὺς κατ’ αὐτὸν
13. ἅπαντας· ὅλη γὰρ ὀλίγου δεῖν ἡ γαστὴρ ταῖς τοιαύταις
14. καταστάσεσιν εἰς τὴν τοῦ θώρακος εὐρυχωρίαν ὠθεῖται σὺν
15. αὐταῖς ταῖς φρεσίν. ἵν’ οὖν μὴ γίγνοιτο τοῦτο, καὶ ἡ τῆς
16. διαχωρήσεως ἐνέργεια διαφθείροιτο, πᾶς ὁ θώραξ πανταχόθεν
17. ἰσχυρῶς σφίγγεται. καὶ δῆλον ἐξ ἁπάντων ἤδη τῶν εἰρημένων,
1. ὡς οἱ ταῖς ἐκροαῖς τῶν περιττωμάτων ἐφεστῶτες μύες εἴργειν
2. μὲν αὐτὰ πεφύκασι, καὶ τοῦτ’ ἔργον αὐτῶν ἴδιον, ἐκκρίνειν
3. δ’ οὐ δύνανται, πλὴν εἰ κατὰ συμβεβηκὸς, ὅταν
4. ἐνεργοῦντες παύσωνται. ὥσπερ οὖν ἐν τοῖς ἄλλοις ἅπασι μορίοις
5. τῶν ἐναντίων κινήσεων ἐναντίοι τινὲς ἐξηγοῦνται μύες,
6. οὕτως ἔχει κᾀνταῦθα. τὸ μὲν γὰρ κατέχειν τὰ περιττώματα
7. τῆς τούτων τῶν μυῶν ἐνεργείας γίγνεται, τὸ δ’ ἐκκρίνεσθαι
8. τῆς τε τῶν κατ’ ἐπιγάστριον καὶ διαφράγματος.
⟨
(De motu musc.) [n° 019 Fichtner] [GalLat]
De motu musculorum
Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).
De motu musculorum, 2.8, ed. Kühn, 1822, vol. 4, p. 454-458. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:2.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩