Galenus. De motu musculorum (De motu musc.) [n° 019 Fichtner] [GalLat]

Περὶ μυῶν κινήσεως
Mouvement des muscles
The Motion of Muscles (Mot. Musc.)
Rosa, 2009.
De motu musculorum, 1822, vol. 4, p. 367-464. urn:cts:greekLit:tlg0057.tlg018.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Mayo Goss, 1968 (eng); Rosa Pietro, 2009 (ita).

De motu musculorum, 2.9, ed. Kühn, 1822, vol. 4, p. 458-464. urn:cts:greekLit:tlg0057.tlg018.1st1K-grc1:2.9

 

9. Οὗτοι μὲν ἀνάλογον ἔχουσι τοῖς ἐπὶ τῶν
10. ἄλλων μορίων ἀντιτεταγμένοις μυσίν. ἐπὶ δὲ τοῦ διαφράγματος
11. οὐκ ἔθ’ ἁπλῶς εἰπεῖν οἷόν τε τοὺς ἀντιτεταγμένους μῦς.
12. ὡς μὲν γὰρ ἐκκρίσεως περιττωμάτων ὄργανον, τούς τε ἐπέχοντας
13. αὐτὰ πρώτους, καὶ μάλιστα καθ’ ἕτερόν τινα τρόπον
14. ἀντιθέσεως τοὺς κατ’ ἐπιγάστριον ἔχει· ὡς δ’ ἀναπνευστικὸν,
15. πῇ μὲν ἔχει, πῇ δ’ οὐδ’ ὅλως ἔχει. τῆς μὲν γὰρ ἐκπνοῆς
16. οὐδείς ἐστιν ὅλως δημιουργὸς μῦς, ἀλλ’ ἔοικε τοῦτ’
17. ἔργον τοῦ θώρακος, μᾶλλον δὲ τὸ πάθημα τῇ πρόσθεν ὑφ’
1. ἡμῶν ὀνομασθείσῃ καταπτώσει. ἐκφύσησις δέ ἐστιν ἀθρόα
2. τοῦ πνεύματος ἔξω φορὰ, κατὰ τὴν τῶν μεσοπλευρίων μυῶν
3. ἐνέργειαν γιγνομένη. τῆς δ’ ἐκφυσήσεως οἱ κατὰ τὰς πλευρὰς
4. μύες ἔνδον ἅπαντες δημιουργοί. καὶ τοῦτ’ αὖ πάλιν
5. ἔοικε τοὖργον τοῦ θώρακος τῇ πρόσθεν ὀνομασθείσῃ κατακλίσει
6. μὲν ἐπὶ τοῦ παντὸς σώματος, καταθέσει δ’ ἐφ’
7. ἑκάστου τῶν μορίων. ἐναντίας δ’ οὔσης τῇ μὲν ἐκπνοῇ τῆς
8. εἰσπνοῆς, τῇ δ’ ἐκφυσήσει τῆς σφοδρᾶς εἰσπνοῆς, (ὄνομα
9. γὰρ ἴδιον οὐκ ἔχει,) τὴν μὲν προτέραν ἀντίθεσιν αἱ φρένες
10. μόναι δημιουργοῦσι, τὴν δ’ ἑτέραν οἱ μεσοπλεύριοι σὺν
11. τοῖς ἐπὶ τὸν θώρακα καθήκουσι μυσὶν ἀπὸ τῶν ὠμοπλατῶν
12. τε καὶ τοῦ τραχήλου. δέονται δ’ αὐτῆς μάλιστα μὲν
13. αὐληταὶ, καὶ σαλπισταὶ, καὶ κήρυκες, ὅταν τὸν καλούμενον
14. πόδα μέλλωσιν ἐρεῖν, οὐχ ἥκιστα δὲ καὶ τοὺς ἀσκοὺς ἐμφυσῶντες,
15. ἢ τοιοῦτον ἕτερον ὄργανον, ἁπλῶς δ’ εἰπεῖν,
16. ὅσοι μέχρι πλείστου τὸν θώρακα μεταστῆσαι διαστεῖλαί τε
17. καὶ συστεῖλαι βούλονται. ὥστε δικαιότερον ἄν τις τοὺς ἔξωθεν
18. τοῦ θώρακος μῦς τοῖς ἐν τοῖς μεσοπλευρίοις ἔνδον ἀντιτετάχθαι
1. φήσειεν ἂν, οὐ ταῖς φρεσὶν, εἴ γε δὴ μεγίστη μὲν
2. ἡ εἰσπνοὴ διὰ τοὺς ἐκτὸς, μεγίστη δὲ ἐκπνοὴ διὰ τοὺς
3. ἐντὸς μεσοπλευρίους γίγνεται. ἀποδείκνυται δὲ καὶ τούτων
4. καὶ τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι περὶ τῶν κατὰ τὸν
5. θώρακα μυῶν τὰ μὲν ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων,
6. τὰ δ’ ἐν τοῖς περὶ φωνῆς, τὰ δ’ ἐν τοῖς περὶ
7. χρείας ἀναπνοῆς. ἀλλὰ τό γε νῦν εἶναι τὸ συνεχὲς τοῦ
8. λόγου περαντέον. ἴδιον γάρ τι τῷ διαφράγματι παρὰ τοὺς
9. ἄλλους μῦς συμβέβηκεν, ἐκ τῆς θέσεώς τε καὶ τοῦ σχήματος
10. προσγινόμενον, ἐπειδὰν ἐνεργοῦν παύσηται καὶ γένηται χαλαρώτερον,
11. ἔστιν ὅτε μὲν ὡς ἐπὶ τὴν ῥάχιν ἀνακλίνειν τὸ
12. κυρτὸν, ἔστιν ὅτε δ’ ὡς ἐπὶ τὴν γαστέρα, πολὺ μὲν ἑτοιμότερον
13. ὡς ἐπὶ τὴν ῥάχιν. ἔστι δὲ κατὰ πάντα τὰ σχήματα
14. τἀνθρώπου, πλὴν ἑνὸς τοῦ πρηνοῦς, ἄνωθεν μὲν τὸ
15. διάφραγμα, κάτωθεν δ’ ἐργάζεται τὴν ῥάχιν, ὥστ’ εὐλόγως
16. ἐπὶ ταύτην ῥέπει, καὶ ὅτι βαρύνεται μὲν πρὸς τῶν ἔμπροσθεν
17. ἐπικειμένων, ἐκ δὲ τῶν ὀπίσω μερῶν τὸ μαλακώτατόν
18. τε καὶ κουφότατον ἁπάντων ἔχει τῶν σπλάγχνων, τὸν πνεύμονα.
1. ὅμως μὴν ἐκπίπτει ποτ’ αὐτοῦ τὸ κυρτὸν τοῖς πρόσω
2. κατά τε τὸ πρηνὲς σχῆμα, κᾀπειδὰν ἐνεργῶσι μὲν οἱ κατὰ
3. τὰς πλευρὰς μύες, ἀργῶσι δ’ οἱ κατὰ τὴν γαστέρα. καὶ δῆλον
4. ὡς ἐξαίρεσθαι συμβαίνει τηνικαῦτα τὴν κοιλίαν. ἐπιτηδεύουσιν
5. αὐτὸ ποιεῖν συνεχῶς οἱ γυμναστικοὶ μετὰ τοὺς πόνους.
6. ἂν δ’, ὥσπερ οἱ κατὰ τὰς πλευρὰς, οὕτως ἐνεργήσωσι
7. καὶ οἱ κατὰ τὴν γαστέρα, τὸ τοιοῦτον ὀνομάζουσι πνεύματος
8. κατάληψιν. ἀνάγκη δ’ ἐν τούτῳ κεκλεῖσθαι τὸ ἄνω πέρας
9. τοῦ λάρυγγος. εἰ γὰρ ἀνοιχθείη, τῶν εἰρημένων ἐνεργούντων
10. μυῶν, ἐκφύσησίς ἐστιν. εἰ δ’ αὖ σὺν αὐτοῖς καὶ οἱ κατὰ
11. τὴν φάρυγγα καὶ λάρυγγα ταθεῖεν, οὐκ ἔτ’ ἐκφύσησις τὸ
12. τοιοῦτον, ἀλλ’ ἤδη φωνὴ γίγνεται. διττῆς οὖν ὑπαρχούσης
13. τάσεως ἅπασι τοῖς μυσὶ, τῆς μὲν, ὅταν ἐνεργοῦντες εἰς ἑαυτοὺς
14. συντρέχωσι, τῆς δ’, ὅταν ὑπὸ τῶν μυῶν ἀντιτεταγμένων
15. ἐκτείνωνται, τὴν μὲν προτέραν αἱ φρένες ἐν ταῖς ἀβιάστοις
16. εἰσπνοαῖς ἴσχουσι, τὴν δ’ ἑτέραν διττῶς γιγνομένην, ὡς καὶ
17. πρόσθεν ἐῤῥέθη, ποτὲ μὲν τῶν κατὰ τὴν γαστέρα ἐνεργούντων
18. μυῶν, ποτὲ δὲ τῶν κατὰ τὰς πλευρὰς μόνων, καὶ
1. τούτων ᾧδε ἐν ταῖς ἀβιάστοις ἐκπνοαῖς, ἃς δὴ καὶ μάλιστα
2. καλοῦμεν ἐκπνοὰς, ἀφορίζοντες αὐτὰς τῶν ἐκφυσήσεων, οὐδετέραν
3. αὐτῶν ἴσχουσιν, ἀλλ’ οἵαν τοῖς ἄλλοις ἅπασι τὴν ἐν
4. τῷ μέσῳ τῶν ἐσχάτων κινήσεων ἔφαμεν γίνεσθαι κατάστασιν,
5. τοιαύτην διττὴν αἱ φρένες μόνον λαμβάνουσιν, ἐπὶ μὲν τὴν
6. ῥάχιν ἐν τοῖς ἄλλοις σχήμασιν, ἐν δὲ τοῖς πρηνέσι μόνοις
7. ἐπὶ τὴν γαστέρα ῥέπουσαι. τοῖς μέντοι κατὰ τὰς πλευράς
8. τε καὶ τὴν γαστέρα μυσὶ κυρτοῖς μὲν εἶναι διὰ παντὸς
9. ὑπάρχει τοῖς τῶν ὑποκειμένων ὀργάνων ὁμοιουμένοις σχήμασιν.
10. ἀλλ’ ἐπειδὰν μὲν ἀργῶσιν, ἱκανῶς εἰσι τοιοῦτοι, ἐνεργοῦντες
11. δὲ προστέλλονταί τε καὶ ἧττον γίγνονται κυρτοὶ, τῶν
12. ἄλλων σχεδὸν ἁπάντων μυῶν, ὅσοι τὰ μόρια κινοῦσιν, ἔμπαλιν
13. ἐχόντων. εὐθεῖς μὲν γὰρ ἀργοῦντες, ἐνεργοῦντες δὲ γίνονται
14. κυρτοί. ἡ δ’ αἰτία τῆς διαφορᾶς αὐτῶν οὐκ ἄδηλος.
15. ἐπειδὴ γὰρ ὑποβέβληται τοῖς μέν τισιν αὐτῶν σκληρὰ καὶ
16. ἀντίτυπος ἡ τῶν ὀστῶν οὐσία, τοῖς δ’ εὐρυχωρία τις εἴκουσα,
17. κατὰ λόγον οἱ μὲν ἐπὶ τοῖς ὀστοῖς πεφυκότες
1. ἅπαντες, ἐν τῷ συστέλλεσθαι τοσοῦτον εἰς βάθος
2. τε καὶ πλάτος ἐπιδιδόντες, ὅσον ἀφαιροῦσι τοῦ μήκους, προπετῆ
3. τὸν ὄγκον ἅπαντα τοῦ σώματος ἴσχουσιν· ὅσοις δ’ ἐν
4. τῷ τείνεσθαι πρὸς τὴν ἀρχὴν τὸ μαλακὸν τῆς ἕδρας ὑπείκει,
5. τούτοις κατακρύπτεται τὸ πλέον αὐτῶν τοῦ σώματος.
6. οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰ, πάντων σχεδόν τι τῶν ἐν
7. τοῖς κώλοις μυῶν κυρτουμένων, ὅταν ἐνεργῶσιν, οἱ κατὰ τὸν
8. θώρακά τε καὶ τὸ ἐπιγάστριον μόνοι προστέλλονται· μόνοι
9. γὰρ εἰκούσας ἔχουσι τὰς ὑποκειμένας εὐρυχωρίας. ἀμέλει πληρωθείσης
10. εἰς τοσοῦτον τῆς γαστρὸς, ὡς τείνεσθαι μετ’
11. ὀδύνης, οὐκέτι προστέλλονται. ὃ γὰρ τοῖς ἄλλοις διὰ παντὸς
12. ὑπάρχει, τὸ τῆς ὑποκειμένης ἕδρας ἀντίτυπον, τοῦτ’ ἐν
13. τῷ πεπληρῶσθαι τὴν γαστέρα τοῖς κατ’ ἐπιγάστριον προσγίνεται.
14. πληροῦται δὲ δηλονότι τοῖς θ’ ὑπερεμπλησθεῖσι,
15. καὶ ὑδεριῶσι, καὶ ὅσαι κύουσιν. οἷς δ’ ἡ γαστὴρ κενὴ, τούτοις,
16. πρὶν ἐνεργεῖν, κυρτοὶ παραπλησίως τοῖς ὑποκειμένοις
17. ὀργάνοις οἱ μύες, παρὰ γὰρ τὰς ἐκείνων ἐκτείνονται κυρτότητας,
18. ἐνεργοῦντες δὲ προστέλλονται, πιέζονται γὰρ ῥᾳδίως
1. τὰς ὑποκειμένας κοιλότητας. καὶ τοίνυν καὶ οἱ κατὰ τὸν
2. θώρακα μύες, ἐν ταῖς μεταξὺ χώραις τῶν ὀστῶν πεφυκότες,
3. πρὶν μὲν ἐνεργεῖν, ὅμοιον ταῖς ὅλαις πλευραῖς ἔχουσι σχῆμα,
4. κυρτοὶ μὲν ἔξωθεν, κοῖλοι δ’ ἔνδοθεν ὑπάρχοντες· ὅταν δὲ
5. ἐνεργῶσι, θλίβοντες πρῶτον μὲν καὶ μάλιστα τὸν ὑποκείμενον
6. αὐτοῖς ὑμένα, τὸν ὑπεζωκότα καλούμενον, δι’ αὐτοῦ
7. δὲ καὶ τὸν πνεύμονα, μαλακὸν καὶ χαῦνον ὑπάρχοντα, τοσοῦτον
8. εἴσω χωροῦσιν, ὅσον εἴκουσαν ἔχουσι τὴν οὐσίαν τῶν
9. ὑποκειμένων ὀργάνων. ταῦτ’ ἐν τῷ καθόλου τις ἐγνωκὼς
10. περὶ μυῶν κινήσεως, ἅπαντα τὰ κατὰ μέρος ἐξευρίσκειν
11. δυνήσεται.

Cliquer un n° de page pour en afficher l’image