ΓΑΛΗΝΟΥ
ΠΕΡΙ ΛΕΠΤΥΝΟΥΣΗΣ ΔΙΑΙΤΗΣ
1. Ἐπειδὴ τὰ πλεῖστα τῶν χρονίων ἀρρωστημάτων
2. λεπτυνούσης χρῄζει διαίτης, ὡς πολλάκις ἐπὶ μόνῃ
3. ταύτῃ καταστῆναι καὶ μηδενὸς ἔτι φαρμάκου δεηθῆναι,
4. καλῶς ἂν ἔχοι διορίσασθαι περὶ αὐτῆς ἀκριβέστερον·
5. ἄμεινον γὰρ ἐν οἷς ἐγχωρεῖ διαίτῃ μόνον χρησάμενον
6. ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν φαρμάκων.
7. ὡς ἔγωγε καὶ νεφρίτιδας οἶδα καὶ ἀρθρίτιδας
8. οὐκ ὀλίγας, ὅσαι γε μὴ πώρων ἀπέφηναν τὰ ἄρθρα
9. μεστά, τὰς μὲν 〈παντελῶς〉 παυσαμένας ἐπὶ 〈τῇ〉 τοιαύτῃ
10. διαίτῃ, τὰς δὲ μετριωτέρας ἀποδειχθείσας· οἶδα
11. δὲ καὶ τῶν δυσπνοίᾳ συνεχῶς ἁλισκομένων οὐκ ὀλίγους
1. εἰς τοσοῦτον ὠφεληθέντας ὡς ἤτοι καταστῆναι τελέως
2. ἢ διὰ μακρῶν χρόνων ἐνοχλεῖσθαι μικρά· τήκει δὲ καὶ
3. σπλῆνας μεγάλους ἡ λεπτύνουσα δίαιτα καὶ ἧπαρ
4. σκιρρούμενον, καὶ ἐπιληψίας τὰς μὲν μικρὰς ἔτι καὶ
5. ἀρχομένας ἰᾶται τελέως, ὅσαι δ’ ἤδη χρόνιαί τε καὶ
6. ὕπουλοι, καὶ ταύτας ὀνίνησιν οὐ μικρά. κέκληται μὲν
7. οὖν ὑπὸ τῶν ἰατρῶν ἡ τοιαύτη δίαιτα λεπτύνουσα,
8. καθότι καὶ παχύνουσαν ἑτέραν ὠνόμασαν ἐναντίαν τῆσδε,
9. κατὰ τὸν γεννώμενον ἐφ’ ἑκατέρας ἐν τοῖς σώμασιν
10. ἡμῶν χυμόν· ἔγνωσται δὲ μακρῷ χρόνῳ πείρᾳ θ’ ἅμα
11. καὶ λόγῳ κριθεῖσα· καὶ γὰρ ὀσμὴ καὶ γεῦσις ἱκανὰ γνωρίσματα
12. προσβάλλουσι τῷ λογισμῷ πρὸ τῆς πείρας τῶν
13. τοιούτων ἐδεσμάτων ἁπάντων. ὅσα γὰρ ἐρεθίζει καὶ δάκνει
14. τὰς αἰσθήσεις, εὔδηλον ὡς δριμέα τ’ ἐστὶ ταῦτα καὶ
15. πάχος χυμῶν τέμνειν ἱκανά, καὶ μὲν δὴ καὶ πλείω
16. τοῦ δέοντος ληφθέντα δῆξιν ἐργάζεται τῇ γαστρὶ καὶ
17. ἄσην οὐ σμικράν, ἐμούμενά τε καὶ διαχωρούμενα δριμείας
18. ὀσμὰς ἀποπέμπει· τὰ πλεῖστα δ’ αὐτῶν καὶ οὖρα
19. καὶ ἱδρῶτας ἐκβάλλει δυσώδεις τε καὶ δριμεῖς· καὶ
20. μέν γε καὶ φύμασιν ἐπιτιθέμενα καὶ δοθιῆσιν ἔνια
21. μὲν αὐτῶν ῥήγνυσι καὶ διαβιβρώσκει ῥᾳδίως, ἔνια δὲ
22. κατατίτρησι τὸ δέρμα, πολλὰ δ’ οἷον λέπος ἀφίστησιν
23. αὐτοῦ καί τινα ἕλκη καὶ μάλιστα τὰς καλουμένας
24. ἐσχάρας ἐργάζεται. ταῦτα πάντα γνωρίσματ’ ἐστὶ
25. μέγιστα τοῦ καὶ τοὺς ἐν τῷ σώματι χυμοὺς ὑπ’ αὐτῶν
26. λεπτύνεσθαι δριμείαν τιν’ ἐχόντων καὶ τμητικὴν δύναμιν,
1. ἀλλὰ καὶ ἡ πεῖρα μαρτυρεῖ τῷ λόγῳ· φαίνεται
2. γὰρ ἱκανῶς ὑπὸ τῶν τοιούτων ἐδεσμάτων ὀνινάμενα
3. πάνθ’ ὅσα παχέων καὶ γλίσχρων καὶ ψυχρῶν χυμῶν
4. ἀναπέπλησται σώματα.