Galenus. De victu attenuante (De victu att.) [n° 349 Fichtner] [GalLat]

Περὶ λεπτυνούσης διαίτης
Régime amaigrissant
The Thinning Diet (Vict. Att.)
Kalbfleisch, 1923; Marinone, 1973.
Beintker, Kahlenberg, 1952 (deu); Marinone, 1973 (ita); Singer, 1997 (eng).

De victu attenuante, 10, ed. Kalbfleisch, 1898, p. 25-27. urn:cts:greekLit:tlg0057.tlg019.1st1K-grc1:10

5. Ἀλλὰ γὰρ καὶ περὶ τῶν ῥιζῶν ἀρκεῖ τοσαῦτα·
6. μετιέναι δ’ ἤδη καιρὸς ἐπὶ τοὺς τῶν δένδρων καρπούς·
7. εἰσὶ δ’ οὐκ ὀλίγοι τούτων ὑγροὶ καὶ ψυχροὶ καὶ μάλισθ’
8. ὅσους οὐδ’ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν· ἥκιστα δ’ ἂν
9. λυποῖτό τις ὑπὸ τῶν λαπαττόντων τὴν κοιλίαν, ὥσπερ
10. τὰ μόρα λαπάττει καὶ τούτων ἐφεξῆς τὰ κοκκύμηλα καὶ
11. τὰ κεράσια καὶ τὰ σῦκα· τὰ δὲ βραδύπορα χείρω πάντων
12. καὶ μᾶλλον εἰ καὶ σκληρὰ τοῖς σώμασιν ὑπάρχει.
13. ἀλλὰ τούτων μὲν μὴ γεύεσθαι μηδενὸς πλὴν τῶν εἰς
14. ἀπόθεσιν ἐπιτηδείων, οἷάπερ ἐστὶν ἀπίων τε καὶ μήλων
15. καὶ σταφυλῶν οὐκ ὀλίγα γένη, τὰ δὲ μαλακώτερα
16. μᾶλλον ἐσθίειν τῶν σκληροτέρων, οὐ μὴν εἰς κόρον
17. γ’ οὐδενὸς τούτων, οὔτε τῶν μήλων τῶν Περσικῶν
18. οὔτε τῶν Ἀρμενίων ἃ δὴ πρεκόκια καλοῦσι Ῥωμαῖοι,
19. ἔτι δὲ μᾶλλον καὶ τῶν ὀνομαζομένων Σηρικῶν. καὶ
20. μὴν καὶ τὰ μύρτα καὶ τὰ διόσπυρα καὶ τἆλλ’ ὅσα
21. τούτοις ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖς οὔοις δὲ καὶ
22. τοῖς μεσπίλοις εἰς ἄλλα μὲν ὀρθῶς ἄν τις χρῷτο, πρὸς
23. δὲ τὴν λεπτύνουσαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιστα
24. τὰ μέσπιλα· τὸ καθόλου δ’ εἰπεῖν ὅσα σφοδρῶς αὐστηρὰ
25. καὶ στρυφνά, μοχθηρὰ τῇ διαίτῃ ταύτῃ, συμφέρει δὲ
1. μόνοις τοῖς κατὰ κοιλίαν ῥεύμασιν ἢ ἐκλύτῳ στομάχῳ
2. καὶ γαστρί. τῶν δ’ εἰς τὸν χειμῶνα φυλαχθῆναι δυναμένων
3. ἐπιτηδειότατα πάντων ἐστὶν ἰσχάδες τε καὶ
4. κάρυα 〈***********〉 καὶ τὰ πιστάκια· πρὸς γοῦν
5. ταύτην οὐ φαῦλαι καὶ τῶν ἀμυγδαλῶν αἱ ὑπόπικροι.
6. τὰ δὲ Ποντικὰ καλούμενα κάρυα σκληρότερά τε τούτων
7. ἐστὶ καὶ οὐδὲν ἔχει τῶν ἐν τοῖς σπλάγχνοις περιττωμάτων
8. ῥυπτικόν· αἱ δὲ καστανέαι καὶ αἱ βάλανοι
9. χείρισται μὲν αἱ ὠμαί, μοχθηραὶ δὲ κἂν ἑψηθῶσιν ἢ
10. ὀπτηθῶσιν ἢ φρυγῶσιν. ἐλαῖαι δὲ μέσον πώς εἰσιν
11. ἔδεσμα πρός γε τὰ παρόντα, ὥστ’ οὔτ’ ἐπαινεῖν ἔχομεν
12. οὔτε ψέγειν οὐδὲν ἀξιόλογον, ὥσπερ οὐδὲ τὰς κρεμασθείσας
13. σταφυλάς· αἱ δ’ ἐν τοῖς στεμφύλοις ἢ βοτρύοις
14. ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς ἀποτιθέμεναι ταῖς
15. μὲν τῆς γαστρὸς ἀρρωστίαις οὐκ ἀνεπιτήδειοι, χείρους
16. δ’ εἰς τὰ παρόντα, καὶ τούτων ἔτι μᾶλλον αἱ εἰς οἶνον
17. ἐμβαλλόμεναι. αἱ δ’ ἀσταφίδες, ὅσαι μήπω στρυφναί,
18. σπληνὶ καὶ ἥπατι μεγάλοις οὐκ ἀγαθαί, βελτίους δ’ εἰς
19. τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη· καὶ μὲν δὴ καὶ
20. τῶν ῥοιῶν αἱ στρυφναὶ μοχθηραὶ μὲν εἰς ταῦτα, βελτίους
21. δ’ εἰς τὰς τῆς γαστρὸς ἀρρωστίας. τοὺς δ’ ἄλλους
22. τῶν δένδρων καρποὺς ἀπὸ τούτων ὁρμώμενος κρῖνε· 
1. οἱ μὲν γὰρ σκληροὶ καὶ στρυφνοὶ πάντες εἰσὶ
2. μοχθηροί, τῶν δ’ ἄλλων γεύεσθαι τὰ μέτρια, ὥστε κἂν
3. εἰ διαφερούσας τι ποιότητας ἔχῃ κατὰ τὰ μόρια, τὰ
4. μὲν ὀξεά τε καὶ δριμέα τῶν μερῶν αὐτοῦ προσφέρεσθαι
5. χρή, τὰ δ’ ἄλλα φυλάττεσθαι· πολλὰ δ’ ἂν εὕροις
6. τοιαῦτα, καθάπερ καὶ τὸ Μηδικὸν μῆλον, ὃ κίτρον
7. ὀνομάζομεν· ἔστι γὰρ αὐτοῦ δριμὺς μὲν ὁ φλοιός, ὀξὺ
8. δὲ τὸ ἔνδον, παχύχυμος δὲ καὶ φλεγματώδης ἡ σάρξ.

Cliquer un n° de page pour en afficher l’image