6. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως διῄρηται,
7. λείποιτ’ ἄν ἔτι καὶ περὶ μέλιτος καὶ οἴνου καὶ γάλακτος
8. διελθεῖν, καὶ πρῶτόν γε περὶ μέλιτος, ἐπειδὴ μόνον
9. ὡς ἔπος εἰπεῖν τῶν γλυκέων [καὶ] οὐκ ἐδεσμάτων
10. μόνον ἀλλὰ καὶ πομάτων ἀκριβῶς λεπτοῦ τὴν σύστασιν
11. χυμοῦ γεννητικὸν ὑπάρχει. τῶν γὰρ οἴνων οἳ ἂν
12. ὦσι γλυκεῖς ἱκανῶς ἅπαντες παχέος αἵματός εἰσι γεννητικοί·
13. καὶ γὰρ μέλανές εἰσιν οὗτοι καὶ παχεῖς τὴν
14. σύστασιν· ἔτι δὲ μᾶλλον τῶν οἴνων τὸ σίραιον ὀνομαζόμενον·
15. ἔστι δὲ τοῦτο γλεῦκος ἐπὶ πλεῖστον ἑψημένον.
16. οἶδα δέ τινας οὕτως ὀνομάζοντας καὶ τὸ τῶν
17. ἰσχάδων ἀφέψημα· ἔστι δὲ καὶ τοῦτο παραπλήσιον
18. μοχθηρῷ μέλιτι καὶ αὐτό τινα δύναμιν ἔχει τμητικήν,
19. ἀλλ’ ἀπολείπεται μέλιτος οὐκ ὀλίγον, καὶ πολὺ δὴ
20. μᾶλλον αἱ ἰσχάδες αὐταί, τὰ δὲ σῦκα πολὺ καὶ τούτων
21. ἔτι μᾶλλον, ὥστ’ ἐκπεπτωκέναι τῆς λεπτυνούσης ἰδέας.
22. ὅσα μὲν οὖν πέπονα σῦκα, τῆς μέσης ὕλης τῶν ἐδεσμάτων
23. ἐστίν, ἣν οὔτε λεπτύνειν οὔτε παχύνειν ἱκανῶς
1. τοὺς χυμοὺς εἰπεῖν ἐγχωρεῖ· τὰ δ’ ἄλλα πάντα τῆς
2. μέσης ἐστὶ κατωτέρω· παχύχυμά τε γάρ ἐστι καὶ ψυχρὰ
3. καὶ δύσπεπτα καὶ φυσώδη τὰ μηδέπω καλῶς πέπειρα,
4. καθάπερ ὁ γλεύκινος οἶνος· ἓν δ’ αὐτοῖς ἀγαθὸν
5. ὑπάρχει τὸ ταχέως διεξιέναι καὶ ταύτῃ σμικρὰ βλάπτειν.
6. καὶ μὲν δὴ καὶ σταφυλαὶ γλυκεῖαι τῆς αὐτῆς εἰσι φύσεως,
7. καὶ μᾶλλον ἔτι τούτων αὐτῶν φοινίκων βάλανοι·
8. αἱ μὲν γὰρ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κύπρον καὶ
9. Φοινίκην καὶ Λυκίαν καὶ Κιλικίαν οὐδὲ τὴν ἀπόθεσιν
10. ὑπομένουσιν, ἀλλ’ ὡς ὀπῶραι μᾶλλον ἐσθίονται διὰ
11. περιττὴν ὑγρότητα σηπόμεναι ῥᾳδίως· τῶν δ’ ἄλλων
12. τῶν εἰς ἀπόθεσιν ἐσκευασμένων ἐλάττων μὲν ἡ βλάβη,
13. παχὺς δ’ οὐδὲν ἧττον καὶ τούτων ὁ χυμός, ὥστε
14. φυλάττεσθαι χρὴ τὴν ἐδωδὴν αὐτῶν ἐν τοῖς
15. εἰρημένοις πάθεσιν.
16. Ἥκιστα δ’ ἂν ὑπίδοιτό τις οἴνους παχεῖς ὅσοι
17. καθαροὶ καὶ διαυγεῖς εἰσι καὶ τὴν χροιὰν ὠχροὶ καὶ
18. ξανθοί· λευκὸν δ’ οὐδ’ ἂν εὕροις οἶνον ἅμα καὶ γλυκύν,
19. ὥσπερ οὐδὲ τῶν ξανθῶν αὐτῶν σφόδρα γλυκύν.
20. εἰσὶ δὲ σύμπαντες οἱ τοιοῦτοι οἶνοι μέσου τὴν σύστασιν
21. χυμοῦ γεννητικοί. οἱ μὲν γὰρ παχεῖς θ’ ἅμα καὶ
22. μέλανες καὶ γλυκεῖς παχέος αἵματος πληροῦσι τὰς
1. φλέβας, οἱ δὲ λευκοὶ καὶ λεπτοὶ τέμνουσί τε τοὺς
2. 〈παχεῖς〉 χυμοὺς καὶ καθαίρουσι δι’ οὔρων τὸ αἷμα,
3. μέσοι δ’ αὐτῶν ὄντες τὴν ἰδέαν οἱ ξανθοί θ’ ἅμα καὶ
4. γλυκεῖς καὶ διαυγεῖς μέσοι πώς εἰσι καὶ τὴν δύναμιν,
5. οὔτε παχύνοντες τοὺς χυμοὺς τοῖς μέλασιν ὁμοίως οὔτ’
6. εἰς οὔρησιν ὁρμῶντες ὡς οἱ λευκοί. εἰσὶ δὲ †οὐ πολλοὶ
7. καθ’ ἕκαστον ἔθνος, ἀλλ’ ἐπιφανεῖς ἐξ αὐτῶν ὅ τ’
8. Ἀριούσιος καὶ ὁ Λέσβιος καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης
9. καὶ ὁ Θηραῖος, οἷς τεκμαιρόμενος καὶ τοὺς ὁμοίους
10. ἐκλέγεσθαι· χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ
11. σύμμετρον τῷ πάχει γεννῶσι χυμόν. ὄντες δ’ αὐτῶν
12. οἱ πλεῖστοι εὐώδεις καὶ θερμότεροι τῶν ἄλλων οἴνων
13. εὐλόγως ἅπτονται τῆς κεφαλῆς, καὶ ταύτῃ φυλακτέον
14. τοῖς τε κεφαλαίᾳ κάμνουσι καὶ ἡμικρανίᾳ καὶ τοῖς ἄλλως
15. κεφαλαλγοῦσιν ἐπιλήπτοις τε καὶ μανιώδεσι καὶ συλλήβδην
16. εἰπεῖν οἷς πέπονθεν ἡ κεφαλή. τὰ δὲ κατὰ
17. θώρακα καὶ πνεύμονα χωρὶς πυρετοῦ πάθη πάντα τὰ
18. χρόνια μεγάλως ὑπὸ τῶνδε τῶν οἴνων ὀνίναται καὶ
19. μάλισθ’ ὅσα διὰ πτυσμάτων ἐκκαθαίρεται [δέονται]·
20. δεῖται γὰρ οὐ τέμνεσθαι μόνον καὶ θερμαίνεσθαι τὰ
21. μέλλοντα καλῶς ἀποπτυσθῆναι, ἀλλὰ καὶ μετρίως
22. ὑγραίνεσθαι· ὡς τά γε περαιτέρω τοῦ καιροῦ ξηρὰ καὶ
23. γλίσχρα πτύσματα καὶ βῆχας ἐγείρει σφοδρὰς τῷ βιαίῳ
24. τῆς διεξόδου καὶ κίνδυνον ἐπάγει ῥήξεως ἀγγείου.
25.
ταῦτ’ ἄρα καὶ οἱ παχεῖς τῶν οἴνων καὶ γλυκεῖς τῷ
1. μόνιμον ἔχειν τὴν ὑγρότητα διὰ τὸ πάχος, ὅταν ἅμα
2. λεπτύνουσι φαρμάκοις προσφέρωνται, χρηστοὶ τοῖς κατὰ
3. θώρακα καὶ πνεύμονα πάθεσιν ὑπάρχουσιν· ἀλλ’ οὔτ’
4. αὐστηρᾶς οὔτε στρυφνῆς οὔθ’ ὅλως στυφούσης αὐτοῖς
5. χρὴ μετεῖναι δυνάμεως, ἀλλ’ ἐπὶ τὸ μελιτῶδες μᾶλλον
6. ἐν ὀσμῇ καὶ γεύσει καὶ τῇ συμπάσῃ δυνάμει προσεληλυθέναι.
7. τοιοῦτός ἐστιν ὁ ἀπὸ τῆς Παμφυλίας οἶνος
8. ὁ καὶ Σκυβελίτης ὀνομαζόμενος· ἀρκεῖ γὰρ οἷον κανόνα
9. καὶ σκοπὸν τοῦτον ἔχειν εἰς τοὺς ὁμοίους ἅπαντας·
10. ἄριστος μὲν γὰρ οὗτος τῶν ὁμογενῶν, μὴ παρόντος
11. δ’ αὐτοῦ καὶ Θηραίῳ χρήσαιτ’ ἄν τις καὶ προτρόπῳ
12. καὶ σιραίῳ καὶ Καρυΐνω. μέλανος δ’ οἴνου γλυκέος
13. ἅμα καὶ αὐστηροῦ παράδειγμα τὸν ἐκ τῆς Κιλικίας
14. οἶνον ἔχοις ἄν, ὃν † ὀνοβάστην ὀνομάζουσιν· ἄχρηστος
15. δ’ οὗτος ἅπασίν ἐστι τοῖς κατὰ θώρακα καὶ πνεύμονα
16. πάθεσιν ὑπὲρ ὧν ὁ λόγος ἐνέστηκε καὶ ἔτι μᾶλλον
17. ὅσοι στρυφνοὶ μὲν ἐπιφανῶς εἰσι, γλυκύτητος δ’ ἢ
18. οὐδόλως ἢ παντάπασιν ἀμυδρῶς μετέχουσιν. ἄδοξοι δ’
19. οἱ τοιοῦτοι πάντες εἰσὶ καὶ διὰ τοῦτο λανθάνουσι τοὺς
20. πολλοὺς καίτοι πολλαχόθι γεννώμενοι τῷ μήτε τοῖς
1. ἐμπόροις λυσιτελεῖν [ἐξ] αὐτοὺς ὠνεῖσθαι μήθ’ ὑπὸ
2. τῶν κεκτημένων σπουδάζεσθαι [πιπράσκεσθαι]· στρυφνὸν
3. γὰρ ἅμα καὶ παχὺν οἶνον μέλανα τίς ἂν ἢ εἰς
4. συμπόσιον παρασκευάσειεν ἢ εἰς γάμους ἢ εἰς θεῶν
5. θυσίαν ἢ εἰς ἄλλην τιν’ εὐφροσύνην; καὶ γὰρ πλήσμιοι
6. καὶ βραδύποροι καὶ τὰς δια χωρήσεις
7. ἐπέχουσιν ἀμφοτέρας, τάς τε κατὰ γαστέρα καὶ οὐχ
8. ἧττον αὐτῶν τὰς ἐπὶ κύστιν [καὶ μεσάραιον], κἀπὶ
9. πλεῖστον ἐν τοῖς ὑποχονδρίοις μένουσι καὶ ῥᾳδίως
10. ἀποξύνονται καὶ εἰς ἔμετον χωροῦσι, μόνοις δ’ εἰσὶν
11. ἐπιτήδειοι τοῖς κατὰ γαστέρα ῥεύμασιν οὐδὲ τούτοις
12. εἰς κόρον πινόμενοι. τοιοῦτος οἶνος 〈οὐκ ὀλίγος〉 ἐν
13. Αἰγαῖς ταῖς Αἰολίσι γεννᾶται ἐν τῷ πεδίῳ καί τις
14. ὅμοιος ἕτερος αὐτῷ κατὰ τὴν ἀστυγείτονα πόλιν Περγάμου
15. Περπερίναν, καὶ πίνουσιν οἱ μὲν ἐπιχώριοι πάντες
16. αὐτοὺς ὑπὸ συνηθείας ἀλύπως· καὶ γὰρ καὶ καταπαύουσιν
17. ἐν τῷ προσήκοντι μέτρῳ τὴν πόσιν· οὐκ ἀλύπως
18. δ’ οἵ τ’ ἀήθεις ἅπαντες καὶ ὅσοι περαιτέρω τοῦ μέτρου
19. προσφέρονται. τρέφουσι δ’ οὗτοι φανερῶς τὰ σώματα
20. τῶν πινόντων, καὶ οἶδά τινας τῶν ἐπιχωρίων
1. νεανίσκων τῶν ἀμφὶ παλαίστραν ἐχόντων εἰς εὐεξίαν
2. αὐτοῖς προσχρωμένους οὐδὲν ἧττον χοιρείων κρεῶν ἐδωδῆς.
3. Ἀλλὰ γὰρ οὗτοι ἐναντιώτατοι τῇδε τῇ διαίτῃ, καὶ
4. οὐ χρὴ μέμφεσθαι τὸν λόγον ὡς ἄλλα μὲν ἐπαγγειλάμενον,
5. ἄλλα δὲ διδάσκειν ἐπιχειροῦντα· χρὴ γὰρ οὐ
6. τὰ λεπτύνοντα μεταδιώκειν μόνον ἀλλὰ καὶ φεύγειν τὰ
7. παχύνοντα τὸν λεπτυνούσῃ διαίτῃ καλῶς χρήσασθαι
8. προαιρούμενον. οὕτω τοι καὶ αὐτὴν ὅλην τὴν ἰατρικὴν
9. οὐχ ὑγιεινῶν μόνον ἀλλὰ καὶ νοσωδῶν ἐπιστήμην
10. εἶναί φαμεν, καὶ οὐχ ἧττόν γε νοσωδῶν ἢ ὑγιεινῶν·
11. καὶ γὰρ οὐδ’ 〈ἂν〉 βλάπτοιτό τις ἧττον ἐκ τοῦ περιπίπτειν
12. τοῖς νοσώδεσιν ἢ ἀπέχεσθαι τῶν ὑγιεινῶν.
13. ἁπάντων οὖν ἐπιστήμην ἔχειν προσήκει τὸν καλῶς
14. θατέρῳ γένει προσχρησόμενον, ἀλλὰ τῶν μὲν πρώτων
15. τε καὶ δι’ † αὐτὴν 〈*****〉 αἱρετὴν· ἔστι δὲ καὶ
16. τρίτον τι γένος 〈μέσον〉 ἀμφοῖν, ὃ μήτ’ ὠφελεῖ μήτε
17. βλάπτει, καὶ χρὴ τοῦτο γινώσκειν οὔτ’ εἰς αἵρεσιν
18. ὑγιεινὸν οὔτ’ εἰς βλάβην νοσῶδες· ἀλλ’ εἰ μὲν παρείη
19. ποτέ, [καὶ] 〈μὴ〉 μάτην αὐτὸ φύγωμεν ὡς βλάπτον,
20. εἰ δ’ ἀπείη, μὴ μάτην αὐτὸ ζητῶμεν ὡς ὠφελοῦν. ἐν
21. τούτῳ τῷ γένει καὶ πρὸς τοὺς κάμνοντάς εἰσι χάριτες
22. τοῖς ἰατροῖς· τὸ μὲν γὰρ βλαβερὸν αἰτοῦσιν αὐτοῖς οὐκ
23. ἄν τις συγχωρήσειεν, ὥσπερ οὐδ’ εἰ φύγοιεν τὸ συμφέρον,
24. τὰ δ’ οὐδέτερα καὶ φεύγουσι καὶ διώκουσι τοῖς
1. κάμνουσι συγχωρητέον σκοπὸν ἐν αὐτοῖς οὐ τὴν ὠφέλειαν
2. ἢ τὴν βλάβην ὥσπερ ἐν τοῖς ὑγιεινοῖς τε καὶ
3. νοσώδεσιν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ κάμνοντος ποιούμενον.
4. ἔστι δ’ οὐχ ἁπλῶς μία φύσις ἐδεσμάτων ἢ
5. πομάτων ἢ ὅλως διαιτημάτων ὑγιεινὴ καὶ νοσώδης καὶ
6. οὐδετέρα, ἀλλ’ ἐν τῷ πρός τι πάντα τὰ τοιαῦτα λέγεται·
7. ὧν οὖν ἐμνημόνευσα κατ’ ἀρχὰς τοῦδε τοῦ
8. λόγου νοσημάτων, ὑγιεινὴ μὲν ἡ λεπτύνουσα δίαιτα,
9. νοσώδης δ’ ἡ παχύνουσα, μέση δ’ ἀμφοῖν ᾗ μηδέτερον
10. ὑπάρχει σαφῶς, ἀλλ’ ὡς ἂν διακείμενα παραλάβῃ
11. τὰ ἐν τῷ σώματι, τοιαῦτα φυλάττει.
12. Καὶ δὴ τούτων οὕτως ἐχόντων αὖθις ἐπὶ τὸ προκείμενον
13. ἰτέον. ἐν δὲ τῷ καθόλου γνωστέον, ὥσπερ
14. ἐπὶ θώρακός τε καὶ πνεύμονος οἱ γλυκεῖς τῶν οἴνων
15. ἅμα τινὶ τῶν λεπτυνόντων φαρμάκων ἐκκαθαίρουσι τοὺς
16. παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ φλεγματώδεις, οὕτως
17. ἐν οἷς ἧπαρ ἢ σπλὴν μέγας ὑπάρχει, μείζονα τὴν ἀπ’
18. αὐτῶν βλάβην τῆς ὠφελείας γίνεσθαι· ἀθρόα γὰρ ἐπὶ
19. τῶν σπλάγχνων τούτων ὁλκὴ τῶν εἰς τὴν κοιλίαν καταποθέντων
20. γίνεται, καὶ ταύτῃ σφηνοῦται ταχέως ἐν τοῖς
21. πέρασι τῶν ἀγγείων καὶ μᾶλλον καθ’ ἧπαρ, ἔνθα
22. συνάπτουσιν αἱ ἀπὸ τῶν πυλῶν φλέβες ταῖς ἀπὸ τῆς
23. κοίλης. οὔτ’ οὖν φλεγμαίνουσιν οὔτε σκιρρουμένοις
24. οὔτ’ ἐμπεφραγμένοις τὰ στενὰ στόματα τῶν ἀγγείων
25. τοῖς σπλάγχνοις οὐδὲν τῶν γλυκέων ἐπιτήδειον, οὐδ’
26. οὖν οὐδ’ αὐτὸ τὸ μέλι καίτοι τμητικῆς ὑπάρχον δυνάμεως,
27. ἀλλὰ καὶ τούτου τὸ σφοδρὸν τῆς γλυκύτητος
1. ὄξους ἐπιμιξίᾳ κολάζουσι. καὶ οὕτως ἂν εἴη σοι καὶ
2. λόγῳ καὶ πείρᾳ βασανίζοντι τῶν εἰς λεπτύνουσαν
3. δίαιταν ἐπιτηδειότατον τὸ ὀξύμελι· τό τε γοῦν
4. φαρμακῶδες ὅ τισιν ὑπάρχει τῶν λυσιτελούντων τούτῳ
5. οὐ πρόσεστιν οὔτε κακόχυμόν ἐστιν οὔτε κακοστόμαχον
6. οὔτ’ ἄλλην ἀτοπίαν ἔχον οὐδεμίαν. εἰ δὲ καὶ σκιλλητικὸν
7. εἴη τὸ ὄξος, οὕτω μὲν ἂν οὐ διαιτημάτων μόνον
8. ἀλλὰ καὶ φαρμάκων ἁπάντων ὑπάρχοι τμητικώτερον,
9. καὶ προσήκει τοιούτῳ οἴνῳ χρῆσθαι καὶ ὄξει τοὺς
10. ἄκρως τέμνειν καὶ λεπτύνειν βουλομένους ὅσον ἐν τῷ
11. σώματι παχὺ καὶ γλίσχρον καὶ φλεγματῶδες ὑποτρέφεται
12. περίττωμα, ὡς ἔγωγε μυρίους οἶδα τἆλλα μὴ πάνυ
13. καλῶς διαιτωμένους ὑγιεῖς εἰς τέλος γενομένους ἐπὶ
14. τῷ διὰ τῆς σκίλλης ὄξει τε καὶ οἴνῳ. οὐ μὴν τούτου
15. γ’ ἕνεκα καὶ αὐτὸν χρὴ τῶν ἄλλων ἁπάντων ἀμελεῖν,
16. ἀλλὰ γυμνασίοις τε χρῆσθαι τοῖς προσήκουσι καὶ τὰς
17. τῶν εἰρημένων ἐδεσμάτων ποιότητάς τε καὶ ποσότητας
18. ἀκριβῶς παραφυλάττειν· ἄμεινον γὰρ οἶμαι διὰ πάντων
19. τῶν ὠφελούντων ἰόντα θᾶττον ἐπιτυχεῖν τοῦ
20. τέλους ἢ τοῖς χρηστοῖς τὰ πονηρὰ μιγνύντα μέχρι
21. τέλους νοσηλεύεσθαι.
22. Καὶ μὲν δὴ καὶ ὁ τοῦ γάλακτος ὀρρὸς ἐκ τῶν
23. λεπτυνόντων ἐστὶ πρὸς τῷ ὑπάγειν τὴν γαστέρα· χρῆσθαι
24. τοίνυν αὐτῷ πολλάκις ἔκ τινων διαστημάτων
1. ἁρμόττει· τὸ μέντοι γάλα παχύνει πως ἤδη καὶ τούτου
2. μᾶλλον οἱ τυροί, καὶ χρὴ φυλάττεσθαι τυρῶν ἐδωδὴν
3. τοῖς λεπτυνούσῃ διαίτῃ χρῆσθαι προῃρημένοις· ἔστι
4. γὰρ τῶν ἐσχάτως παχυνόντων ὥσπερ βολβοὶ καὶ
5. κοχλίαι καὶ τὰ ὄσπρια πάντα καὶ ἐγκέφαλοι καὶ τῶν
6. σπλάγχνων ἧπάρ τε καὶ σπλὴν καὶ νεφροί. ταῦτ’ οὖν
7. δὴ φυλάττεσθαι παραινῶ καὶ πρὸ τούτων τοὺς μύκητας
8. καὶ τῶν ᾠῶν τὰ ἑφθά· τὰ γὰρ ῥοφητὰ καλούμενα
9. μετρίως παχύνει, καθάπερ καὶ τὸ διὰ χόνδρου ῥόφημα
10. προσλαβὸν οὐκ ἀνήθου μόνον ἢ πράσου ἀλλὰ καί τινος
11. τῶν ἀξιολόγως τεμνόντων οἷον ὑσσώπου καὶ γλήχωνος
12. καὶ θύμβρας καὶ πεπέρεως καὶ θύμου· ἀλλὰ πεπέρεως
13. μὲν λεπτὸν ἐπιπάττειν αὐτῷ, τὰ δ’ ἄλλα συνεψεῖν. καὶ
14. μὲν δὴ καὶ εἴ ποτε δεήσειε γάλακτι χρῆσθαι, καὶ τοῦτο
15. διά τινος τῶν τοιούτων ἑψείσθω· μέλιτι δὲ μιγνύμενον
16. γάλα τοῖς μὲν κατὰ θώρακα πάθεσιν οὐκ ἀνεπιτήδειον,
17. εἰς δὲ τὰ καθ’ ἧπάρ τε καὶ σπλῆνα βλαβερώτατον ὅσα
18. γε λεπτυνούσης χρῄζει διαίτης· ἀεὶ γὰρ τούτου χρὴ
19. μεμνῆσθαι τοῦ κατ’ ἀρχὰς εὐθὺς εἰρημένου καὶ μὴ
20. νομίζειν ἁπλῶς γεγράφθαι τὰ μόρια χωρὶς τοῦ πάσχειν
21. ὡς εἴρηται. παχυχυμότατον 〈μὲν οὖν〉 γάλα τὸ τυρωδέστατον,
22. οἷόνπερ ἐστὶ τὸ βόειον καὶ τὸ τῆς ὑός,
23. λεπτότατον δὲ [καὶ] 〈τὸ〉 ὀρρωδέστατον, οἷόνπερ ἐστὶ
24. τὸ ὄνειον, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν τὸ τῆς αἰγός· ἀλλὰ
25. τὸ μὲν ἑφθὸν παχυχυμότατόν ἐστιν· ἀναλίσκει γὰρ ἡ
26. ἕψησις ἐξ αὐτοῦ τὸ λεπτότερόν τε καὶ ὀρρωδέστερον·
27. εἰ δὲ καὶ μέλιτος ἢ ἁλῶν ἢ ἀμφοτέρων προσλάβοι,
1. πολὺ δὴ μᾶλλον ἔτι λεπτότερον ἔσται. ἐξ οὖν τῶν εἰρημένων
2. εὔδηλον ὡς ὄνειον μὲν ὠμὸν γάλα προσλαβὸν
3. ἁλῶν ἤ μέλιτος ἥκιστ’ ἄν εἴη παχύχυμον, ὥστ’
4. οὐδὲ βλάψει τι τοὺς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένους·
5. τὰ δ’ ἄλλα πάντα φυλάττεσθαι προσήκει.