5. χρὴ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων
6. ἁπάντων ἐπιστάτην εἶναι τὸν ἰατρόν, τόν τε καιρὸν
7. ἐξευρίσκοντα καὶ τὸ μέτρον τῆς χρήσεως, οὕτω κἀν
8. τοῖσδε· κίνδυνος γὰρ εἰς κακοχυμίαν ἐμπεσεῖν τὸν
9. οὐκ ὀρθῶς αὐτοῖς χρώμενον· ἀλλ’ οὐ τοῦτο νῦν πρόκειται
10. διδάσκειν, ἀλλ’ ὑπὲρ αὐτῶν μόνον τῶν ἐδεσμάτων
11. διελθεῖν.
12. Ὅτι μὲν οὖν σκόροδα καὶ κρόμμυα καὶ κάρδαμα
13. καὶ πράσα καὶ νᾶπυ τῶν λεπτυνόντων ἐστίν, οὐδ’ ἂν
14. οὐδ’ ἰδιώτην λάθοι διὰ τὸ σφοδρὸν τῆς ἐν αὐτοῖς
15. δυνάμεως, ἐφεξῆς δὲ τούτων σμύρνιόν τε καὶ πύρεθρον
16. ὀρίγανόν τε καὶ καλαμίνθη καὶ σισύμβρια καὶ γλήχων
17. καὶ θύμβρα καὶ θύμα, χλωρὰ πάντα προσφερόμενα
18. πρὶν ξηρανθῆναι· ἀποξηρανθέντα γὰρ ἤδη φάρμακα
19. [τε] καὶ οὐκέτι τροφαί. καθόλου δὲ πᾶν τὸ ξηρὸν
20. ἰσχυρότερον τοῦ τεθηλότος ἐστί, καθότι καὶ αὐτῶν τῶν
21. μὴ ξηρῶν τὰ τελεώτερα τῶν ἀτελῶν ἐστιν ἰσχυρότερα,
22. καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνύδροις ηὐξήθη,
23. τῶν ἐν πεδίοις ἢ κήποις ἢ τέλμασιν ἰσχυρότερα. ταυτὶ
24. μὲν 〈οὖν〉 ὑπὲρ ἁπάντων χρὴ γινώσκειν κοινῇ· τοῖς
25. δ’ εἰρημένοις ἐφεξῆς ἐστιν ὅ τε τῆς καππάρεως καὶ ὁ
1. τῆς τερμίνθου καρπὸς καὶ τούτων ἐφεξῆς εὔζωμά τε
2. καὶ σία καὶ σέλινα καὶ πετροσέλινα καὶ ὤκιμα καὶ
3. ῥαφανίδες καὶ κράμβη καὶ τεῦτλα. μαλάχη δὲ καὶ
4. βλίτα καὶ ἀτράφαξις, εἰ καὶ ταῖς ἰδέαις ἐγγυτάτω τῶν
5. τεύτλων εἰσίν, ἀλλὰ τήν γε δύναμιν οὐκ ἐγγύς· ὑδατώδη
6. τε γάρ ἐστι καὶ ἀμβλέα καὶ δριμείας δυνάμεως
7. ἥκιστα μετέχοντα παραπλησίως κολοκύνθαις τε καὶ
8. σικύοις πέποσί τε καὶ μηλοπέποσι καὶ κοκκυμήλοις.
9. ἅπαντα γὰρ τὰ τοιαῦθ’ ὑγρὰ καὶ ψυχρὰ καὶ φλεγματώδη,
10. καὶ μᾶλλον ὅσα χωρὶς ἑψήσεως ἐσθίεται, μῆλα
11. καὶ ἄπιοι καὶ σίκυοι· διὸ καί τινες ἑψοῦσι τῶν σικύων
12. τοὺς σκληροτέρους ὁμοίως ταῖς κολοκύνθαις· καὶ τῶν
13. μήλων δὲ καὶ τῶν ἀπίων ἧττον βλάπτουσιν αἱ ἑφθαί,
14. καὶ τῶν ὠμῶν ἐσθιομένων αἱ εἰς ἀπόθεσιν ἐπιτηδειόταται
15. τῶν εἰρημένων ἧττόν εἰσι μοχθηραί. ἀλλὰ γὰρ
16. οὐ περὶ τούτων ὁ λόγος μοι νῦν.