17. Αὖθις οὖν ἐπὶ τὰ λεπτύνοντα τοὺς ἐν τῷ σώματι
18. χυμοὺς ἐδέσματα μέτειμι, τὴν ἀρχὴν ἀκριβέστερον
19. ποιησάμενος ἀφ’ ὧν ἀπέλιπον, ἐπειδὴ διορισμοῦ δεῖταί
20. τινος ἀκριβεστέρου. τὰ τοίνυν ἁπαλὰ καὶ νέα
21. πάντα διὰ τὸ πλῆθος ἔτι τῆς ὑγρότητος ἣν ἔτ’ αὐξανόμενα
22. κέκτηται, μέτρια ταῖς δυνάμεσίν ἐστιν, ὡς καὶ
23. μικρῷ πρόσθεν εἴρηται, καὶ διὰ τὴν αἰτίαν τήνδε
24. πολλὰ τῶν φαρμακωδῶν, ἔστ’ ἂν ἔτι φύηται καὶ αὔξηται,
25. παραπλησίως τοῖς ἐδέσμασιν ἐσθίεται, καθάπερ οἵ
1. τε τοῦ σιλφίου καὶ οἱ τοῦ νάπυος καυλοὶ καὶ προσέτι
2. τούτοις πυρέθρου τε καὶ σκολύμου καὶ ἠρυγγίου
3. καὶ ἄλλων μυρίων, ἃ δὴ καλεῖν ἔθος ἡμῖν ἐστιν ἄγρια
4. λάχανα τῷ μικρὸν ὕστερον αὐτῶν ἕκαστον ἀκανθῶδές
5. τε γίνεσθαι καὶ μηδὲ τοῖς βοσκήμασιν ἐδώδιμον ὑπάρχειν.
6. εἰδέναι δὲ δεῖ πάντα τὰ τοιαῦτα τελειωθέντα
7. μὲν ἱκανῶς τμητικά, φυόμενα δὲ καὶ αὐξανόμενα
8. μετρίως λεπτύνειν· οὕτω γέ τοι καὶ ἡ ἀκαλήφη πρὶν
9. ξηρανθῆναι παραπλησίως γε μαλάχαις καὶ τοῖς τεύτλοις
10. ἐδώδιμος ὑπάρχει, μάραθρον δὲ καὶ πήγανον καὶ κορίανον
11. καὶ ἄνηθον ἐκ τῆς αὐτῆς ἐστι τούτοις ἰδέας
12. πρὸς τῷ καὶ θερμαίνειν ἐπιφανῶς. ἕτερον δέ τι γένος
13. ἐστὶ λαχάνων ἀγρίων ἧττον τῶν εἰρημένων τμητικόν,
14. ὡς δοκεῖν ἐκ τῆς μέσης τε καὶ οὐδετέρας εἶναι φύσεως
15. ὡς μήτε τέμνειν σαφῶς μήτε παχύνειν· καλεῖται δὲ τὰ
16. τοιαῦτα λάχανα κοινῇ μὲν ἅπαντα σέρις, ἰδίᾳ δὲ κατ’
17. εἶδος ἕκαστον αὐτῶν ἴδιον ὄνομα κέκτηται παρὰ τοῖς
18. ἀγροίκοις οἷον αἵ τε θριδακῖναι καὶ αἱ χονδρίλαι καὶ
19. τὰ παρὰ τοῖς Σύροις γιγγίδια καὶ ἄλλα μυρία τοιαῦτα
20. καθ’ ἕκαστον ἔθνος· Ἀθηναῖοι μέντοι κοινῇ
21. πάντα σέρεις ὀνομάζουσιν· οἱ γὰρ παλαιοὶ τοῖς εἴδεσιν
22. αὐτῶν ἅπασιν οὐκ ἔθεντο προσηγορίαν οὐδεμίαν.
23. ἐπεὶ τοίνυν οὐδὲν εἶδος αὐτῶν ἐστιν ἅπασι γνώριμον,
1. ὅτι μηδὲ φύεται πανταχόθι πάντα, καθόλου
2. χρὴ τῆς δυνάμεως αὐτῶν ἐκμαθόντα γνωρίσματα μήτ’
3. ὀνομάτων δεῖσθαι κατ’ εἴδη μήτε τῆς κατὰ μέρος
4. αὐτῶν ἐξηγήσεως. εἰ μὲν δὴ κατὰ τὴν γεῦσιν ἢ τὴν
5. ὀσμὴν ἢ καὶ ἀμφοτέρας τὰς αἰσθήσεις δριμύ 〈τι〉 καὶ
6. δάκνον καὶ θερμὸν φαίνοιτο, τμητικὴν καὶ λεπτύνουσαν
7. ἔλπιζε τὴν δύναμιν ὑπάρχειν αὐτῷ· κατὰ ταὐτὰ
8. δὲ κἂν εὐωδίαν τινὰ κατὰ τὴν ὀσμὴν ἔχον ἀρώματος
9. ἐμποιῇ τῇ γεύσει φαντασίαν, ἀνάγκη καὶ τοῦτο θερμὸν
10. μὲν εἶναι τὴν δύναμιν, ἀλλ’ ἧττον τῶν δακνόντων τε
11. καὶ διαβιβρωσκόντων καὶ θερμαινόντων ἐπιφανῶς
12. ἔχει δέ τι τμητικὸν καὶ ὅσα νιτρῶδες ἢ ἁλμυρῶδες ἐν
13. τῇ γεύσει προσφέρει, πρὸς τῷ καὶ τὴν γαστέρα τὰ
14. πλεῖστα τῶν τοιούτων ὑπάγειν· οὐχ ἧττον δὲ τούτων
15. τὰ πικρὰ λεπτυνούσης ἐστὶ δυνάμεως, ὅθεν καὶ τὰ
16. πλεῖστα τῶν τοιούτων ἕψοντες ἐσθίουσιν. οὐ μικρὸν
17. δὲ δήπου διαφέρει καὶ τὸ δι’ ὀξυμέλιτος ἢ ὄξους ἢ
18. ἁλῶν ἢ ἐλαίου προσενέγκασθαί τι τῶν τοιούτων· ἐπιτείνεται
19. μὲν γὰρ ἡ δύναμις αὐτῶν ὄξει τε καὶ ὀξυμέλιτι,
20. καθαιρεῖται δ’ ἐλαίῳ· πρὸς γὰρ τῷ μηδὲν
21. ὑπάρχειν ἐλαίῳ παχέων χυμῶν λεπτυντικὸν ἔτι καὶ
22. τὴν ἰσχὺν ὅσα τοῦτο δρᾶν πέφυκε καθαιρεῖ. ταῦτ’
23. ἄρα καὶ ὅσα τῶν ἐδεσμάτων ὑδατώδη τε καὶ ἀμβλέα
24. γευομένοις ἐστίν — ὑπάρχει δὲ τοῦτο διὰ περιττὴν
25. ὑγρότητα τοῖς πλείστοις τῶν λαχανωδῶν καὶ μάλιστα
1. τοῖς κηπευομένοις — ἅπαντα ταῦτα δι’ ὄξους ἐσθίουσιν,
2. ὅσα μὲν ἥδιον ὠμὰ προσφέρεσθαι, γάρου μιγνύντες,
3. ὅσα δ’ ἑφθὰ, τοὔλαιον ἐπιχέοντες· ἔνια δὲ
4. καὶ δι’ ὑποτριμμάτων ἐσθίουσιν ὄξος μὲν ἐχόντων
5. ἁπάντων, ἀλλ’ ἤτοι μετὰ μέλιτος ἢ νάπους, ἄνηθον ἢ
6. λιβυστικὸν ἢ κύμινον ἢ σέλινον ἢ τὸ τοῦ κάρου
7. σπέρμα μιγνύντες ἤ τι τοιοῦτον ἕτερον. αὐτὴ γὰρ ἡ
8. φύσις ἡγεῖται καὶ διδάσκει τὸ ποιητέον οὐ μόνον τούς
9. τι σοφώτερον ἐπισταμένους ἀλλὰ καὶ τοὺς ἰδιώτας·
10. καὶ ἔγωγε πολλάκις συνεχῶς χρῆσθαι τοῖς τοιούτοις
11. ὑποτρίμμασιν ἐκέλευον 〈ἂν〉 οἷς μέλει λεπτυνούσης
12. διαίτης, εἰ μὴ τῆς σαρκὸς τῶν φοινίκων ἐμίγνυον
13. αὐτοῖς ἔνιοι τῶν ὀψοποιῶν πάμπολυ. γινώσκειν οὖν
14. χρὴ καὶ περὶ τῶν ὑποτριμμάτων ἐν βραχεῖ· τὰ μὲν
15. δὴ 〈διὰ〉 τῶν δριμέων τε καὶ θερμῶν πλείστων ἐμβεβλημένων,
16. οἷάπερ ἐστὶ τά τε νῦν εἰρημένα καὶ ὅσα
17. διὰ κρομμύων τε καὶ σκορόδων ἢ κοριάνου σκευάζουσι,
18. ταῦτα μὲν οὖν ἅπαντα τῆς λεπτυνούσης ἐστὶ δυνάμεως,
19. ὅσα δ’ ἧττον τούτων μὲν μετέχει πλειόνων δὲ
20. τῶν παχυνόντων, ἐπίμικτα ταῖς δυνάμεσιν ὑπάρχει.
⟨
(De victu att.) [n° 349 Fichtner] [GalLat]
De victu attenuante
Περὶ λεπτυνούσης διαίτης
Régime amaigrissant
The Thinning Diet (Vict. Att.)
Kalbfleisch, 1923; Marinone, 1973.
Beintker, Kahlenberg, 1952 (deu); Marinone, 1973 (ita); Singer, 1997 (eng).
De victu attenuante, 3, ed. Kalbfleisch, 1898, p. 6-9. urn:cts:greekLit:tlg0057.tlg019.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩