Galenus. De victu attenuante (De victu att.) [n° 349 Fichtner] [GalLat]

Περὶ λεπτυνούσης διαίτης
Régime amaigrissant
The Thinning Diet (Vict. Att.)
Kalbfleisch, 1923; Marinone, 1973.
Beintker, Kahlenberg, 1952 (deu); Marinone, 1973 (ita); Singer, 1997 (eng).

De victu attenuante, 4, ed. Kalbfleisch, 1898, p. 9-11. urn:cts:greekLit:tlg0057.tlg019.1st1K-grc1:4

21. Ἐπεὶ δ’ ἐξ ἀρχῆς ὁ λόγος ἐγένετό μοι περὶ
22. τῶν λαχανωδῶν ἐδεσμάτων ὡς τὰ πλεῖστα τοῦ γένους
23. τούτου λεπτύνει, ἐφεξῆς ἂν εἴη ῥητέον καὶ περὶ τῶν
24. ἀσπαράγων καλουμένων, ἑλείου τε καὶ μυακανθίνου
25. καὶ τοῦ τῆς χαμαιδάφνης ἔτι τε καὶ βρυωνίας καὶ
1. ἄγνου καὶ ἀκτῆς καὶ τῶν ὁμοίων· ἐν τούτῳ δὲ τῷ
2. γένει καὶ οἱ τῶν ἀμπέλων ἕλικές εἰσι καὶ οἱ τῶν
3. βάτων καὶ εἴ τινος ἄλλου δένδρου βλαστὸς ἢ ἄνθος
4. ἐδώδιμον ὑπάρχει. ὁ μὲν οὖν μυακάνθινος ὀνομαζόμενος
5. τῆς μέσης πως ὑπάρχει δυνάμεως· ἐφ’ ἑκάτερα
6. δὲ τούτου μικρὸν ἀποδέοντες ὅ θ’ ἕλειός ἐστι καὶ ὁ
7. τῆς χαμαιδάφνης, τοσούτῳ δ’ ὑγρότερος ὁ ἕλειος ὅσῳ
8. ξηρότερος ὁ τῆς χαμαιδάφνης· εὐστόμαχος δ’ οὐδὲν
9. ἧττον τῶν εἰρημένων ἐστὶν ὅ τε τῆς βρυωνίας καὶ ὁ
10. τοῦ ἄγνου καὶ 〈ὁ τῆς〉 ἀκτῆς καὶ μᾶλλον ἔτι
11. τούτων οἱ σαφῶς αὐστηροὶ καὶ στύφοντες οἷος καὶ ὁ
12. τῆς βάτου καὶ· 〈ὁ〉 τῆς ἀμπέλου· καθαίρει δὲ διὰ τῆς
13. κάτω γαστρὸς ὁ τῆς ἀκτῆς. ἀλλὰ τοὺς μὲν καθαίροντας
14. οὐχ οἷόν τ’ ἐστὶ γνωρίσαι πρὶν πειραθῆναι, τῶν
15. δ’ ἄλλων τῆς δυνάμεως ἔνεστι στοχάσασθαι τῇ γεύσει
16. τεκμαιρόμενον. οἱ μὲν γὰρ στύφοντες ἅπαντες .εὐστόμαχοί
17. τ’ εἰσὶ τοὐπίπαν καὶ μέσοι πως μάλιστα τὴν
18. δύναμιν, ἐξ οὗ γένους ἐστὶ καὶ ὁ τῆς φοίνικος ἐγκέφαλος·
19. οὕτω γὰρ ὀνομάζουσι τὸ ἁπαλὸν ἐκβλάστημα
20. 〈*****〉 τοῦ φυτοῦ, καθάπερ ἐλάτας τὰς ἐκ τῶν πλαγίων·
21. οἱ δὲ καὶ πικρότητος ἐμφαίνοντές τι τοσούτῳ
22. ξηρότεροι καὶ τμητικώτεροι τούτων εἰσὶν ὅσῳ καὶ
23. πικρότεροι· εἰ δὲ καὶ δάκνοιεν ἢ θερμαίνοιεν ἐπιφανῶς
1. τὴν γλῶτταν, ἐν τῇ λεπτυνούσῃ σαφῶς ἰδέᾳ
2. τίθεσθαι τούσδε.

Cliquer un n° de page pour en afficher l’image