Galenus. De victu attenuante (De victu att.) [n° 349 Fichtner] [GalLat]

Περὶ λεπτυνούσης διαίτης
Régime amaigrissant
The Thinning Diet (Vict. Att.)
Kalbfleisch, 1923; Marinone, 1973.
Beintker, Kahlenberg, 1952 (deu); Marinone, 1973 (ita); Singer, 1997 (eng).

De victu attenuante, 5, ed. Kalbfleisch, 1898, p. 11-12. urn:cts:greekLit:tlg0057.tlg019.1st1K-grc1:5

3. Περὶ μὲν οὖν λαχανωδῶν ἐδεσμάτων ἀρκεῖ καὶ
4. ταῦτα, σπερμάτων δ’ ἐφεξῆς μνημονεύω. καθόλου μὲν
5. οὖν εἰπεῖν καὶ περὶ τῶνδε, τοῖς φυτοῖς ἔοικε τὰς
6. δυνάμεις ὧν ἐστι σπέρματα, ξηρότερά γε μὴν ὑπάρχει
7. πάντων ἐκείνων καὶ διὰ τοῦτο λεπτυντικώτερα καὶ
8. οὐκ ἐξ ἅπαντος ἐδώδιμα, καθάπερ οὐδ’ αἱ βοτάναι
9. τῶν ἐσθιομένων σπερμάτων ἐδώδιμοι πᾶσαι· πλὴν ὅσα
10. γε τῶν σπερμάτων ἐσθίεται, κατὰ τὴν φύσιν ἀεὶ τῶν
11. βοτανῶν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον ὡς εἴρηται
12. ῥέποντα. οὕτως γοῦν καὶ τὸ τῆς μήκωνος σπέρμα
13. πολὺ τῆς μήκωνος αὐτῆς ἐστι μετριώτερον, ὥστε καὶ
14. τοῖς ἄρτοις ἐπιπάττουσιν αὐτὸ καὶ πολλοῖς τῶν ἄλλων
15. πεμμάτων μιγνύουσιν ὡς οὐδεμίαν ἔχον βλάβην· ἀλλ’
16. ὅτι μὲν καὶ τοῦτο ψύχει, δῆλον ἐκ τοῦ καρηβαρές τ’
17. εἶναι καὶ ὑπνῶδες, οὐ μὴν ὁμοίως γε τῇ μήκωνι, ἀλλ’
18. ὅσον ὁ ὀπὸς αὐτῆς εἰς ψῦξίν ἐστιν ἰσχυρότερος,
19. τοσοῦτον αὕτη τοῦ σπέρματος· ὑπνῶδες δὲ καὶ τὸ τῆς
20. θριδακίνης σπέρμα· καὶ γὰρ καὶ τοῦτο τὸ λάχανον
21. ὑγρόν τ’ ἐστὶ καὶ ψυχρόν· ὥστε χρὴ φυλάττεσθαι
22. ταῦτα τὰ σπέρματα τὸν διαίτῃ λεπτυνούσῃ χρώμενον.
23. καὶ τὸ τοῦ σησάμου σπέρμα παχὺν καὶ γλίσχρον ἐν
24. τῷ σώματι γεννᾷ χυμόν· σελίνου μέντοι καὶ πετροσελίνου
25. καὶ κυμίνου καὶ κάρου καὶ ἀνήθου σπέρμα καὶ 
1. προσέτι λιβυστικοῦ καὶ σίνωνος καὶ ἄμμεώς τε καὶ
2. σεσέλεως καὶ δαύκου καὶ τορδύλου καὶ πάντων τῶν
3. εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς ἁρμόζει
4. τοῖς λεπτυνούσῃ διαίτῃ χρωμένοις. ἔνια δὲ τῶν τοιούτων
5. οὕτως ἐστὶν ἰσχυρὰ ταῖς δυνάμεσιν ὥστ’ οὐδὲν
6. ἀπολείπεται τῶν γενναιοτάτων φαρμάκων, ὁποῖόν τι
7. καὶ τὸ τοῦ πηγάνου σπέρμα τετύχηκεν ὄν, ἰσχυρὸν ἐν
8. τοῖς μάλιστα καὶ λεπτυντικὸν ἱκανῶς· οὕτω δὲ καὶ
9. 〈τὸ〉 τῆς λύγου σπέρμα καὶ τὸ τῆς καννάβεως οὐ
10. φαρμακῶδες μόνον ἀλλὰ καὶ κεφαλαλγές· καὶ χρήσαιτ’
11. ἄν τις αὐτοῖς εἰς ἓν μόνον ἐπιτηδείως, ἐπειδὰν δι’
12. οὔρων καθᾶραι τὸ αἷμα προαιρῆται. ἀλλὰ γὰρ οὐ περὶ
13. φαρμάκων πρόκειται λέγειν ὅτι μὴ πάρεργον, ὥστ’ οὐ
14. χρὴ μηκύνειν ἐν τούτοις.

Cliquer un n° de page pour en afficher l’image