15.
Ἀλλ’ αὖθις ἐπὶ τὸ τῶν ἄλλων σπερμάτων
16. ἐπάνειμι γένος, ἃ δὴ καὶ Δημήτριά τινες ὀνομάζουσι·
17. συνηθεστέρα μέντοι κλῆσίς ἐστι τοῖς Ἕλλησιν ἐπὶ τοῦ
18. γένους αὐτῶν ἅπαντος ἡ τῶν ὀσπρίων· ἔνιοι μέντοι
19. χεδροπὰ ταῦτα καλοῦσιν· εἰσὶ δ’ οἳ τὸ μὲν σύμπαν
20. γένος ὄσπρια, μόνα δ’ ἐξ αὐτῶν ὅσα τῇ χειρὶ
21. δρέπονται, χεδροπὰ προσαγορεύουσι, τὰ δ’ ἄλλα πάντα
22. τὰ διὰ τῶν δρεπάνων θεριζόμενα σῖτον· ἔνιοι δὲ τὸν
23. πυρὸν μόνον σῖτον· οἱ δὲ καὶ τὰς κριθὰς αὐτῷ προστιθέασιν.
24. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ,
25. περὶ δὲ τῆς τῶν ὀσπρίων δυνάμεως ἐφεξῆς ἐγὼ διηγήσομαι.
1. πυροὶ μὲν οὖν ἔδεσμα τροφιμώτατόν εἰσι
2. 〈καὶ〉 γλίσχρου καὶ παχέος ἐν τοῖς σώμασι χυμοῦ
3. γεννητικοί, ὥστε εἰ μή τις σκευάσας αὐτοὺς ὡς σκευάζονται
4. προσφέροιτο, παχὺν καὶ γλίσχρον ἱκανῶς ὑποθρέψει
5. χυμόν. οὔκουν οὔθ’ ἁπλῶς ἑψημένον ἐσθίειν
6. χρὴ πυρόν, ὡς εἶδον ἐσθίοντας ἐπὶ τῆς Ἀσίας τῶν
7. ἀγροίκων παμπόλλους — ἡδύνουσι δ’ ὀλίγοις ἁλσὶν
8. αὐτόν — οὔτ’ ἄλευρον ποιήσαντας ἑψεῖν ὡς ἔτνος ἢ
9. ὕδατι δεύσαντας ἢ γάλακτι· πᾶσαι γὰρ αἱ τοιαῦται
10. σκευασίαι καὶ δύσπεπτοι καὶ κακόχυμοι, μόνη δ’ ἐπιτήδειος
11. ἥπερ καὶ μόνη νῦν εὐδοκιμεῖ δεόντως, ἡ διὰ
12. τῆς ζύμης τε καὶ τῶν ἁλῶν καὶ τοῦ κλιβάνου, χείρων
13. δὲ βραχὺ ταύτης ἡ διὰ τῶν ἴπνων. τῶν μὲν γὰρ
14. ἄλλων οὐδὲ μεμνῆσθαι προσήκει· ἔστι δὲ καὶ πυρῶν
15. αὐτῶν οὐκ ὀλίγη διαφορὰ κατ’ εἶδος· ὅσοι μὲν γὰρ
16. βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, τροφιμώτατοί
17. τ’ εἰσὶ καὶ παχύχυμοι καὶ γλίσχρου χυμοῦ γεννητικοί·
18. ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ
19. ἔνδον, οὗτοι καὶ ἧττον τρέφουσι καὶ ἧττον παχὺν καὶ
20. γλίσχρον ἀπογεννῶσι χυμόν. ἔστι δὲ καὶ ἡ σεμίδαλις
21. καὶ ὁ χόνδρος ἱκανῶς τρόφιμα καὶ παχύχυμα καὶ
22. γλίσχρα· ἀλλὰ σεμιδάλεως μὲν οὐδ’ ἀναγκαῖον ἅπτεσθαι
23. τοῖς λεπτυνούσῃ διαίτῃ χρωμένοις· χόνδρου δ’
24. ἔξεστιν ἀπολαύειν τὰ μέτρια 〈καὶ〉 καθ’ ἑαυτὸν ἐξ
25. ὕδατος ἑφθοῦ 〈καὶ〉 μετ’ οἰνομέλιτος ἢ οἴνου γλυκέος
26. μὲν ἀλλὰ ξανθοῦ τε καὶ λεπτοῦ κατὰ τὴν τοῦ Φαλερίνου
1. μάλιστα δύναμιν, καὶ πολλοῖς δὲ τῶν ἄλλων
2. ἐδεσμάτων ἐπιμιγνύντας καὶ μάλιστα τῷ τριπτῷ τεύτλῳ
3. καὶ τοῖς ὀρνιθείοις ζωμοῖς. εἰ δέ τις ἔτνος ἢ ῥόφημα
4. σκευάζειν ἐκ χόνδρου βούλοιτο, μὴ μόνον ἀνήθου
5. μιγνύειν, ἀλλὰ καὶ πράσου τι προσεπεμβάλλειν ἢ
6. γλήχωνος ἢ καλαμίνθης ἢ ὑσσώπου· καὶ μὲν δὴ καὶ
7. ἡ τῆς πεπέρεως μῖξις οὐκ ἐπὶ τοῖς τοιούτοις ἐδέσμασι
8. μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασιν οὐ σμικρὰ
9. τῇ λεπτυνούσῃ διαίτῃ συντελεῖ. πτισάνη δὲ καὶ αὐτὴ
10. καθ’ ἑαυτὴν ἔχει τι ῥυπτικόν, ὡς μηδ’ ὑσσώπου
11. δεῖσθαι· καὶ εἴ ποτε δὲ βουληθείης αὐτῆς ἐπιτεῖναι
12. τὴν δύναμιν, ἀρκεῖ πεπέρεως μιγνύναι αὐτῇ· μέλιτος
13. δ’ οὐδὲν δεῖται πτισάνη πλὴν εἰ μὴ τὰ κατὰ θώρακά
14. τε καὶ πνεύμονά τις ἐκκαθαίρειν ἐθέλοι, τοῖς μέντοι
15. καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν οὐκ ἐπιτήδειος ἡ μῖξις
16. μᾶλλον γὰρ ἐξαίρεται ταῦτα τὰ σπλάγχνα πρὸς τῶν ἐκ
17. τοῦ χόνδρου ῥοφημάτων καὶ αὐτῶν καθ’ ἑαυτὰ καὶ
18. πολὺ μᾶλλον εἰ σὺν μέλιτι σκευάσαις. ἀλλὰ περὶ μὲν
19. τῆς τοῦ μέλιτος χρήσεως ἁπάσης ὀλίγον ὕστερον
20. εἰρήσεται.
21. Νυνὶ δ’ ἐπὶ τὰς κριθὰς αὖθις ἐπανίωμεν· οὐ
22. γὰρ ἔν γε πτισάνῃ μόνῃ ἡ χρῆσις αὐτῶν ἐδώδιμος,
1. ἀλλὰ καὶ ἄρτοι πολλαχόθι κρίθινοι γίνονται καὶ μετὰ
2. γάλακτος ἕψεται τὸ αὐτῶν ἄλευρον καὶ φρυγεισῶν
3. ἄλφιτα γίνεται καὶ δι’ ὕδατος ὥσπερ χόνδρος
4. ἑψηθεῖσαι καὶ μετ’ οἴνου γλυκέος ἢ σιραίου προσφέρονται.
5.
περὶ μὲν δὴ τῶν ἄρτων ὧδε γινώσκειν χρή·
6. ὀλιγότροφοι πάντες εἰσὶ καὶ παχύχυμοι καὶ φυσώδεις
7. ἥκιστα, ὅπως ἂν σκευασθῶσι· περὶ δὲ τῶν ἀλφίτων·
8. ἅπαντα ὀλιγότροφα τοῖς ἄρτοις ὁμοίως, ξηραίνει δὲ
9. μᾶλλον τῷ πεφρῦχθαι· τὸ δ’ ἄλευρον ὑγρότερόν τ’
10. ἐστὶν ἀμφοῖν καὶ περιττωματικώτερον καὶ φυσωδέστερον
11. καὶ μάλιστ’ ἂν μετὰ γάλακτος σκευασθῇ ὁμοίως
12. τῷ χόνδρῳ. αἱ δὲ διά τινος τῶν γλυκέων λαμβανόμεναι
13. κριθαὶ πολὺ μὲν εἰς τὴν προκειμένην δίαιτάν
14. εἰσι χόνδρου λυσιτελέστεραι· καὶ γὰρ παχύν τε καὶ
15. γλίσχρον χυμὸν ὁ χόνδρος γεννᾷ· πειρᾶσθαι δ’ ὅμως
16. καὶ ταύτας μήτε διὰ σιραίου μήτε διά τινος τῶν
17. πάχος ἐχόντων ἱκανὸν προσλαμβάνειν, ἀλλ’ ἤτοι δι’
18. οἰνομέλιτος ἢ διά τινος οἴνου παραπλησίου τῷ Φαλερίνῳ.
19. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ταῖς τίφαις
20. ἔνεστι χρήσασθαι καὶ τῷ βρόμῳ πλὴν ὅσα καὶ δυσπεπτότερα
21. καὶ περιττωματικώτερα πτισάνης ἐστὶ καὶ
22. χόνδρου· πάμπολλα δὲ ταῦτα τὰ σπέρματα κατὰ τὴν
23. ἐν Ἀσίᾳ γεννᾶται Μυσίαν, ὥστε καὶ ἄρτους ἐξ αὐτῶν
24. σκευάζουσιν· εἰσὶ δὲ δήπου καὶ αὐτοὶ οἱ ἄρτοι δύσπεπτοί
25. τε καὶ οὐκ εὔχυμοι. καὶ ἡ ὄλυρα δὲ καλουμένη
26. πλείστη κατὰ τὴν Ἀσίαν ἐστίν, ἐν τῷ μέσῳ τούτων
27. τε καὶ πυρῶν καθεστηκυῖα· τοσούτῳ γάρ ἐστι
28. πυροῦ χείρων ὅσῳ τούτων βελτίων· χρῶνται δὲ καὶ
1. ταύτῃ κατὰ τοὺς αὐτοὺς τρόπους. ζειᾶς δὲ μὴ ζητεῖν
2. ἕτερον παρὰ τὰς ὀλύρας καὶ τίφας ἐδώδιμον Ἕλλησιν·
3. ἀκριβῶς μὲν γὰρ οὐκ οἶδα καθ’ ὁποτέρου τούτων οἱ
4. παλαιοὶ τὸ τῆς ζειᾶς ἔφερον ὄνομα, τρίτον δ’ οὐδέν
5. ἐστι τούτοις ὅμοιον γένος, ἀλλ’ ἤτοι τὰς τίφας ἢ τὰς
6. ὀλύρας οὕτως ὠνόμαζον· Μνησίθεος δὲ κατὰ μὲν ταὐτοῦ
7. σπέρματος ἄμφω τὰ ὀνόματα φέρει τίφας καὶ
8. ὀλύρας ὀνομάζων, τὰς ζειὰς δ’ ὡς ἕτερόν τι τούτου
9. μοχθηρότερον ὑπείληφεν ἔδεσμα, καί μοι δοκεῖ τὰς
10. νῦν ὑφ’ ἡμῶν ὀνομαζομένας τίφας αὐτὸς ζειὰς προσαγορεύειν
11. ἤ τι καὶ τῶνδε μοχθηρότερον. ἔστι δὲ τὸ
12. σπέρμα πτισθῆναι μὲν δεόμενον ὥσπερ ἡ κριθὴ καὶ
13. ἡ ὄλυρα καὶ ὁ βρόμος, ἐπειδὰν δὲ γυμνωθῇ, πολὺ καὶ
14. πυροῦ καὶ κριθῆς καὶ ὀλύρας ἰσχνότερόν τε καὶ μικρότερον
15. γίνεται· ἔστι δὲ καὶ ξανθὸν ὁμοίως τοῖς
16. πυροῖς, οὐχ ὥσπερ ἡ κριθὴ λευκόν. γίνεται δ’ ἔν τισιν
17. ἔθνεσι κριθὴ γυμνή, καθάπερ ἐν Καππαδοκίᾳ, καὶ
18. καλεῖται οὕτως πρὸς αὐτῶν ἐκείνων ὡς ἐμοὶ νῦν
19. εἴρηται καὶ ἔστι τά τ’ ἄλλα καλλίστη καὶ ἐξ ὕδατος
20. ὥσπερ χόνδρος ἑψηθεῖσα σύν τινι τῶν γλυκέων οἴνων
21. ἐπιτηδειοτάτη ληφθῆναι.