Galenus. De victu attenuante (De victu att.) [n° 349 Fichtner] [GalLat]

Περὶ λεπτυνούσης διαίτης
Régime amaigrissant
The Thinning Diet (Vict. Att.)
Kalbfleisch, 1923; Marinone, 1973.
Beintker, Kahlenberg, 1952 (deu); Marinone, 1973 (ita); Singer, 1997 (eng).

De victu attenuante, 7, ed. Kalbfleisch, 1898, p. 16-18. urn:cts:greekLit:tlg0057.tlg019.1st1K-grc1:7

22. Κύαμοι δὲ ῥυπτικὸν μὲν ἔχουσί τι καὶ αὐτοὶ
23. κριθῶν [δὲ] οὐδὲν ἧττον, ἀλλ’ οὔτε πέττονται ῥᾳδίως
24. καὶ φυσώδεις ἱκανῶς εἰσιν, ὥστε πολὺ βέλτιον τοὺς
25. πισσοὺς ἐσθίειν· ἀμείνους γὰρ εἰς ἅπαντα κυάμων. 
1. ὦχροι δὲ καὶ δόλιχοι καὶ φάσηλοι πολὺ καὶ τῶν
2. κυάμων μοχθηρότεροι. οὐ μὴν οἵ γε φακοὶ φαῦλοι τὰ
3. πάντα καίτοι παχὺν ὑποτρέφοντες χυμόν, ἀλλ’ ὥστε
4. χρῆσθαί τινα μὴ παρόντος τῶν ἐπιτηδείων ἐδεσμάτων
5. τινός· ὅμοιοι δὲ καὶ οἱ θέρμοι ταῖς φακοῖς, πλὴν
6. ἧττον ξηραίνουσιν. ἐρέβινθοι δὲ φυσῶδες μέν ἐστι καὶ
7. δύσπεπτον καὶ περιττωματικὸν ἔδεσμα, πρὸς μέντοι
8. τὴν οὔρησιν ἐπιτήδειοι, καί τι καὶ ῥυπτικὸν ἔχουσιν.
9. ὄροβοι δὲ βοῶν μᾶλλον ἢ ἀνθρώπων ἔδεσμα, τμητικὴν
10. μέντοι δύναμιν ἔχουσιν, ὥστε καὶ σκευάζεται δι’
11. αὐτῶν φάρμακον οὐδενὸς ἧττον ἐκκαθαῖρον τὰ κατὰ
12. θώρακα. βούκερας δὲ καὶ τῆλις — ἑκατέρως γὰρ ὀνομάζεται
13. — λαμβάνεται μὲν οὐ κακῶς καὶ πρὸ τῶν
14. σιτίων ὑπαγωγῆς ἕνεκα γαστρὸς ἅμα τῷ γάρῳ, προσφέρονται
15. δὲ καί τινες καὶ τὸν χυλὸν αὐτῆς μετὰ
16. μέλιτος ὡς καὶ θερμαίνειν καὶ ῥύπτειν δυνάμενον· καὶ
17. ἔστι μὲν ἐς ἄμφω ταῦτα ἀγαθή, φυλάττεσθαι δ’ ἐπὶ
18. πλέον ταύτῃ χρῆσθαι· κεφαλαλγὴς γάρ ἐστι. καὶ τοῖς
19. ἄλλοις δὲ τοῖς οὕτω προσλαμβανομένοις ὑπαγωγῆς
20. ἕνεκα γαστρὸς ὀλιγίστοις χρῆσθαι προσῆκε· φυσώδη
21. γὰρ αὐτῶν ἐστι τὰ πλεῖστα καὶ δύσπεπτα, καθάπερ
22. καὶ οἱ θέρμοι καὶ οἱ ὦχροι καὶ οἱ φάσηλοι. τὰ δὲ
23. Δαμασκηνὰ κοκκύμηλα δι’ ὑδρομέλιτος ἕψοντα προεσθίειν
24. ἄμεινον, ὅτῳ λεπτυνούσης ἐστὶ χρεία διαίτης·
25. τούτων δ’ ἔτι μᾶλλον ὑπάγει γαστέρα τὰ ἀπὸ τῆς
26. Ἰβηρίας· καὶ μὲν δὴ καὶ οἱ θαλάττιοι τῶν ἐχίνων καὶ
1. οἱ τῶν κογχαρίων ἁπάντων ζωμοὶ καὶ οἱ τῶν παλαιῶν
2. ἀλεκτρυόνων ὑπάγουσί θ’ ἅμα γαστέρα καὶ εἰς οὐδὲν
3. βλάπτουσι τὸν λεπτυνούσῃ διαίτῃ χρῆσθαι προῃρημένον.
4. μελίνη δὲ καὶ κέγχρος ἔλυμός τε καὶ εἴ τι τοιοῦτον
5. ἕτερον οὔτ’ εὔχυμα καὶ δυσώδη καὶ δύσπεπτα,
6. ξηραίνει δ’ ἱκανῶς καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ
7. σύμπαν οὐχ ἥκιστα τὸ σῶμα. σκευάζεται δὲ κἀκ τῶν
8. καλουμένων λοβῶν ἔτνος, οἵπερ δὴ καὶ κηπεύονται,
9. παραπλησίως τῷ κυαμίνῳ· καὶ χρὴ καὶ τοῦτο γινώσκειν
10. παχύχυμόν τε καὶ φλεγματικὸν ὑπάρχον, ἧττον μέντοι
11. κυάμων εἰσὶ φυσώδεις οἱ λοβοὶ καὶ τὸ ῥυπτικὸν ὅπερ
12. τούτοις ὑπάρχει τοῖς λοβοῖς οὐ πρόσεστι. τί δ’ ἂν ἔτι περὶ
13. τῶν ἄλλων σπερμάτων λέγοιμι τῶν μοχθηρῶν, ἃ καὶ πρὸ
14. τῆς ἡμετέρας παραινέσεως ἅπαντες ἤδη φεύγουσιν; ἀρκεῖ
15. γὰρ κατὰ πάντων εἰπεῖν ὡς κριθαὶ μὲν εἰς λεπτύνουσαν
16. δίαιταν ἄλυποι παρὰ πάντα τὰ σιτηρὰ ἐδέσματα, δεύτεροι
17. δ’ οἱ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δ’
18. ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ μὴ διὰ μακροῦ
19. πισσῶν ἢ φακῆς γεύεσθαι δή τις ἐθέλοι ἢ χόνδρου.

Cliquer un n° de page pour en afficher l’image