Galenus. De victu attenuante (De victu att.) [n° 349 Fichtner] [GalLat]

Περὶ λεπτυνούσης διαίτης
Régime amaigrissant
The Thinning Diet (Vict. Att.)
Kalbfleisch, 1923; Marinone, 1973.
Beintker, Kahlenberg, 1952 (deu); Marinone, 1973 (ita); Singer, 1997 (eng).

De victu attenuante, 8, ed. Kalbfleisch, 1898, p. 18-24. urn:cts:greekLit:tlg0057.tlg019.1st1K-grc1:8

20. Πλείστην δ’ ἂν ἔχοις εἰ βούλοιο καὶ ἄφθονον
21. ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης
22. ἀπὸ τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων
23. τῶν μικρῶν· οἱ μὲν γὰρ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις
24. καὶ τοῖς πεδίοις ὑγρότεροί τ’ εἰσὶ καὶ περιττωματικώτεροι,
1. τὰ δ’ ἐν τοῖς ὄρεσι διαιτώμενα ζῷα πάντα
2. ξηρότερά τε καὶ θερμότερα ταῖς κράσεσιν ὑπάρχει καὶ
3. ἡ σὰρξ αὐτῶν ἥκιστα φλεγματώδης ἐστὶ καὶ γλίσχρα.
4. ἔστι δὲ καὶ τὰ ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι φυόμενα
5. μακρῷ βελτίω τῶν ἐν τοῖς πεδίοις, καί μοι δοκοῦσι
6. καὶ οἱ ὄρειοι στρουθοὶ μὴ μόνον τῇ λεπτότητι τοῦ
7. ἀέρος ἀλλὰ καὶ ταῖς τροφαῖς οὐχ ἥκιστα πλεονεκτεῖν
8. τῶν ἐν ἕλεσί τε καὶ πεδίοις διαιτωμένων. ψᾶρας οὖν
9. καὶ κίχλας καὶ κοττύφους καὶ πέρδικας ἅμα τοῖς
10. ἄλλοις στρουθοῖς τοῖς ὀρείοις ἐσθίειν, ἀπέχεσθαι
11. δὲ καὶ νηττῶν καὶ τῶν ἄλλων ὀρείων ὀρνίθων· οὕτω
12. δὲ καὶ ὠτίδων καὶ χηνῶν καὶ τῶν ἄλλων μεγάλων
13. στρουθῶν ἃς καὶ στρουθοκαμήλους ὀνομάζουσι καὶ
14. πάντων τῶν ὁμοίων ἀφεκτέον, ὅτῳ φροντίς ἐστι λεπτυνούσῃ
15. χρῆσθαι διαίτῃ· σύμπαντα γὰρ τὰ τοιαῦτα περιττωματικὴν
16. ἔχει τὴν σάρκα. καὶ οἱ πυργῖται καλούμενοι
17. στρουθοὶ καὶ ὅσοι κατὰ τὰς ἀμπέλους διαιτῶνται
18. καὶ τῶν περιστερῶν αἱ ἐκ τῶν πύργων ἀμείνους
19. τῶν κατοικιδίων εἰσίν· οὕτω δὲ καὶ οἱ σύες οἱ ὄρειοι
20. τῶν ἡμέρων βελτίους εἰς ἐδωδὴν καὶ καθόλου πάντα
21. τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων καὶ τὰ ξηροτέραις
22. τροφαῖς χρώμενα τῶν ὑγροτέραις καὶ τὰ καθαρὸν καὶ
23. λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίον· αἱ
24. γὰρ τῶν ἡμέρων συῶν σάρκες ἁπάντων μὲν τῶν ἐδεσμάτων
1. εἰσὶ τροφιμώταται, πάμπολυ δ’ ἔχουσιν ἐν
2. αὑταῖς τὸ γλίσχρον ἀργίᾳ θ’ ἅμα τῇ τοῦ ζῴου καὶ
3. ἀφθονίᾳ τροφῆς ὑγροτέρας. ἀλλὰ τούτων μὲν ἀπέχεσθαι
4. παντάπασιν οἷς μέλει λεπτυνούσης διαίτης πλὴν
5. ὅσα τῶν ἀκραίων ἅπτεσθαί ποτε μηδὲ τούτων ἁπλῶς,
6. ἀλλ’ εἰ γυμνάζοιτό τις ἀξιολόγως· ἔξεστι γὰρ τούτῳ
7. καὶ ὦτα καὶ ῥύγχη καὶ πόδας συῶν ἐσθίειν καὶ γαστρὸς
8. γεύεσθαι καὶ μήτρας καλῶς καθεψημένων· ὅσοι
9. δ’ ἀργότερον καὶ ῥᾳθυμότερον διαιτῶνται, τούτους
10. εἴργεσθαι προσήκει οὐ τούτων μόνον τῶν συῶν τῆς
11. ἐδωδῆς ἀλλὰ καὶ τῶν ὀρείων, ἀρκέσει δ’ αὐτοῖς ὑπό
12. τε στρουθῶν διαιτᾶσθαι τῶν ὀρείων καὶ ἰχθύων τῶν
13. πετραίων, ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ
14. κίχλης καὶ σκάρου καὶ ἁπλῶς εἰπεῖν ἁπάντων ὅσοι
15. μαλακήν τε καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ’
16. ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν.
17. μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίσκων σὰρξ ἀλλ’ ἧττον
18. ψαθυρὰ τῆς τῶν πετραίων, τῶν μέντοι τριγλῶν ψαθυρὰ
19. μὲν οὐ μὴν 〈καὶ〉 μαλακή. ταῦτ’ οὖν ἄμφω τὰ
20. γνωρίσματα περὶ παντὸς ζῴου σαρκός, μαλακόν τε καὶ
21. ψαθυρὸν εἶναι, καὶ τούτοις προσέχων τὸν νοῦν ᾧ μὲν
1. [γὰρ] ὑπάρχει συναμφότερον, εἰς κόρον ἐσθίειν, τῶν
2. δ’ ἄλλων ᾧ μὲν μηδέτερον, ἀπέχεσθαι παντάπασιν, ᾧ
3. δὲ θάτερον, ἐσθίειν μέν ποτε καὶ τόδε τῶν ἄλλων
4. ἀπορήσαντα, φυλάττεσθαι δὲ τὸν κόρον. ὥστε καὶ
5. ὀνίσκων καὶ τριγλῶν καὶ τῶν ἄλλων ἰχθύων τῶν πελαγίων
6. ἐξέστω προσφέρεσθαι μὴ παρόντων πετραίων
7. καὶ μᾶλλον ὅσοι διὰ νάπυος ἐσθίονται, καθάπερ ὁ
8. σκορπίος· ἔστι δὲ δή τινα γένη ζῴων οἷς ὑπάρχει μὲν
9. τὸ ἕτερον ὧν εἶπον γνωρισμάτων, ἀλλὰ διὰ τὴν ἀμετρίαν
10. θατέρου φυλάττεσθαι χρὴ καὶ τὴν [τοιαύτην]
11. τούτων ἐδωδήν. αἱ μὲν γὰρ ἐγχέλυες καὶ τὰ πλεῖστα
12. τῶν μαλακίων τε καὶ σελαχίων καίτοι μαλακὴν ἔχοντα
13. τὴν σάρκα διὰ τὸ γλίσχρον καὶ φλεγματῶδες αὐτῶν
14. ἱκανῶς ἐστι βλαβερὰ τοῖς λεπτυνούσῃ διαίτῃ χρῆσθαι
15. δεομένοις, οὕτω δὲ καὶ τὰ πλεῖστα τῶν ὀστρέων· οἱ
16. δὲ τράγοι καὶ οἱ βόες ἥκιστα μὲν ὑγρὰν καὶ φλεγματώδη
17. καὶ γλίσχραν ἔχουσι τὴν σάρκα, βλάπτουσι δ’ ἱκανῶς
18. καὶ αὐτοὶ τῷ πάνυ σκληρῷ καὶ δυσμεταβλήτῳ. καὶ
19. τὰ πλεῖστα δὲ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων
20. ζῴων ἢ διὰ τὸ συναμφότερον ἢ διὰ τὴν σκληρότητα τῆς
21. σαρκὸς φευκτέα, μόνα δ’ ἐκ τῶν σελαχίων ἡ νάρκη τε καὶ
22. ἡ τρυγὼν ἐπιτήδεια· καὶ χρῆσθαί ποτε καὶ τούτοις ἐγχωρεῖ 
1. μὴ παρόντων πετραίων, σκευάζειν δ’ ἄμεινον
2. ἅμα τεύτλοις τριπτοῖς ἢ τοῖς λευκοῖς ζωμοῖς ἀφθονώτερον
3. ἐπεμβάλλοντα πράσου καί τι καὶ πεπέρεως
4. προσεπιπάττοντα· πλησίον δὲ τῆς τούτων δυνάμεώς
5. εἰσι τά τε βούγλωττα καὶ αἱ ψῆτται.

6. Τῶν δ’ ἄλλων ζῴων τῶν πεζῶν κριοὶ μὲν καὶ
7. τράγοι καὶ σύμπαν δὲ τὸ τῶν προβάτων καὶ τῶν αἰγῶν
8. γένος οὐ χρηστὴ τροφή· μόνοις δὲ τοῖς ἐρίφοις εἰκότως
9. ἄν τις χρῷτο· τὴν δὲ τῶν ἀρνῶν ἐδωδὴν φυλακτέον
10. δι’ ὑπερβάλλουσαν ὑγρότητα. τοὺς δ’ ἵππους καὶ
11. τοὺς ὄνους ὀνώδεσιν ἀνθρώποις ἐπιτρεπτέον ἐσθίειν,
12. ὥσπερ δὴ καὶ παρδάλεις καὶ ἄρκτους καὶ λέοντας τοῖς θηριώδεσιν·
13. ἐγγὺς δὲ τῆς τῶν ὄνων ἐδωδῆς εἰσι καὶ οἱ ἔλαφοι,
14. ὥστε καὶ τούτων ἀφεκτέον. ἡ δὲ τοῦ λαγωοῦ σὰρξ εἰς
15. μὲν τὴν ἄλλην τὴν ξηραίνουσαν δίαιταν ἐπιτήδειος, εἰς
16. δὲ τὴν νῦν προκειμένην οὐ πάνυ χρηστή ἐστι· παχὺ
17. γὰρ ἱκανῶς αἷμα γεννᾷ· καὶ μὲν δὴ καὶ ἡ τοῦ αἵματος
18. ἐδωδὴ ἁπάντων τῶν ζῴων φευκτέα καὶ πολὺ μᾶλλον
19. εἰς τὴν λεπτύνουσαν δίαιταν ἡ τοῦ τῶν λαγωῶν, οὕτω
20. δὲ καὶ τὰ σπλάγχνα πάντα· καὶ γὰρ καὶ περιττωματικὰ
21. καὶ δύσπεπτα καὶ κακόχυμα. κυνῶν δὲ καὶ
22. ἀλωπέκων σαρκὸς ἐγὼ μὲν οὐδ’ ἐγευσάμην ποτὲ διὰ
23. τὸ μὴ εἰθίσθαι τὴν ἐδωδὴν αὐτῶν μήτ’ ἐπὶ τῆς
24. 〈Ἀσίας μήτ’ ἐπὶ τῆς〉 Ἑλλάδος, ἀλλὰ μηδὲ κατὰ τὴν
25. Ἰταλίαν· ἀκούω δὲ καὶ ταῦτα πολλαχόθι ἐσθίεσθαι καὶ
1. τεκμαίρομαι παραπλησίαν εἶναι τὴν δύναμιν αὐτῶν τῇ
2. τῶν λαγωῶν· ἔστι γὰρ ὁμοίως ξηρὰ καὶ λαγὼς καὶ
3. κύων καὶ ἀλώπηξ. ὥσπερ δὲ τῶν ὑῶν τοῖς ἀκραίοις
4. χρῆσθαι συνεχωρήσαμεν, οὕτω καὶ τῶν ἀλεκτρυόνων
5. τοῖς πτεροῖς· οὐ μὴν οἵ γ’ ὄρχεις καὶ τὰ σπλάγχνα
6. λεπτυνούσῃ διαίτῃ χρηστά· καὶ αὐτοῖς δὲ τοῖς σώμασι
7. τῶν ἀλεκτρυόνων οὐ κωλύω χρῆσθαι εἰ γυμνάζοιτό τις
8. καὶ μάλιστα τῶν ἐν ὄρεσι τεθραμμένων, ἀγυμνάστῳ δὲ
9. μετρίως ἅπτεσθαι προσήκει καὶ ἀλεκτρυόνων ἐδωδῆς
10. καὶ περιστερῶν καὶ τρυγόνων. καίτοι ξηροτέρα τὴν
11. κρᾶσιν ἡ τρυγών ἐστι καὶ μάλισθ’ ἡ ὀρεία, ὥστε τὴν
12. τοιαύτην κἂν ἀλύπως ἐσθίοι τις· χρὴ δὲ μὴ πρόσφατον
13. ἀλλ’ ἕωλον ἐργασάμενον ἡμέρᾳ μιᾷ 〈τοὐλάχιστον〉
14. οὕτως ἐσθίειν οὐ τρυγόνα μόνον ἀλλὰ καὶ πέρδικα καὶ
15. τἆλλα πάντα τὰ μετρίως σκληρὰν ἔχοντα τὴν σάρκα.
16. φάττα μὲν οὖν πρὸς τῷ σκληροτέραν ἔχειν καὶ περιστερῶν
17. καὶ τρυγόνων καὶ περδίκων τὴν σάρκα καὶ
18. δύσπεπτός ἐστι καὶ περιττωματική, πέρδικες δὲ καὶ
19. τρυγόνες οὔτ’ ἐσχάτως σκληρὰς ἔχουσι τὰς σάρκας οὔτε
20. δυσπέπτους οὔτε κακοχύμους, ἀλλὰ καὶ τὸ σκληρὸν
21. αὐτῶν ἡμέρᾳ μιᾷ φυλαχθεισῶν νεκρῶν μεταπίπτει ῥᾳδίως
1. καὶ γίνονται ψαθυραὶ καὶ εὔπεπτοι πάντῃ· καὶ
2. γὰρ χρηστὴν τροφὴν διδόασι τῷ σώματι καὶ γλίσχρον
3. ἥκιστα γεννῶσιν αἷμα καὶ πάχους καὶ λεπτότητος ἐν
4. τῷ μέσῳ καθεστηκός, ὅπερ οἶμαι τοῖς ὑγιεινοῖς ἐδέσμασι
5. προσήκειν μάλιστα.

Cliquer un n° de page pour en afficher l’image