6. Περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται· περὶ δὲ
7. τῶν ὑπολοίπων αὖθις ῥητέον. αἱ ῥίζαι τῶν λαχάνων
8. ἅπασαι μὲν ὡς οὕτω φάναι περιττωματικαί τ’ εἰσὶ καὶ
9. δύσπεπτοι, πρὸς μέντοι τὰ παρόντα καὶ αἱ τοῦ δαύκου
10. καὶ αἱ τῆς καροῦς οὐδὲν ἔχουσι βλαβερὸν ὥσπερ οὐδ’
11. ἐπιτήδειον· ἐναντιώταται δ’ αἱ γογγυλίδες ὁμοίως
12. ὀλίγου δεῖν τοῖς βολβοῖς, ἁπάντων δὲ χείριστοι
13. μύκητες. οὕτω δὲ καὶ τὰς ῥίζας ὑποπτεύειν
14. ἁπάντων δεῖ, ὅσαι γε τὸ δακνῶδες οὐκ ἔχουσι καὶ
15. δριμὺ καὶ θερμὸν ἐν τῇ γεύσει, ὥστε καὶ τὰς τῶν
16. τεύτλων φυλάττεσθαι προσήκει· καὶ τοῦτο δὲ τὸ λάχανον
17. ἥκιστα φλεγματῶδες, ἀλλ’ ὅμως καὶ τὰς τούτων
18. ῥίζας φευκτέον. τί δεῖ λέγειν περὶ μαλαχῶν; ὧν οὐχ
19. αἱ ῥίζαι μόνον οὐδ’ ὁ καυλὸς ἀλλὰ καὶ τὰ φύλλα
20. φλεγματώδη γεννᾷ χυμόν, ἧττον δ’ εἰσὶ βλαβεραί· πρὸς
21. γοῦν τὴν λεπτύνουσαν δίαιταν αἱ ἄγριαι τῶν κηπευομένων
22. εἰσὶ καλλίους. ἔστι δ’ ἐκ ταὐτοῦ γένους καὶ τὰ
23. ὕδνα τούτοις, πλὴν ὅσον ἐν ψαμμώδει τε καὶ ἧττον
24. ὑγρᾷ συνίσταται γῇ καὶ ταύτῃ τῶν μυκήτων ἀπολείπεται
25. τῆς κακίας. ἑνὶ δὲ λόγῳ συμπάσας μὲν τὰς ῥίζας
1. δυσπέπτους ὑποπτεύειν, γεύεσθαι δὲ μόνων τῶν θερμῶν
2. τε καὶ δριμέων, ὥσπερ σκορόδου τε καὶ κρομμύου
3. καὶ ῥαφανίδος, καὶ τούτων ὡς φαρμάκου μᾶλλον
4. ἢ ὡς ἐδέσματος.
⟨
(De victu att.) [n° 349 Fichtner] [GalLat]
De victu attenuante
Περὶ λεπτυνούσης διαίτης
Régime amaigrissant
The Thinning Diet (Vict. Att.)
Kalbfleisch, 1923; Marinone, 1973.
Beintker, Kahlenberg, 1952 (deu); Marinone, 1973 (ita); Singer, 1997 (eng).
De victu attenuante, 9, ed. Kalbfleisch, 1898, p. 24-25. urn:cts:greekLit:tlg0057.tlg019.1st1K-grc1:9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩